IusCommune › Textos › Synopsis Basilicorum
Texto integralSynopsis Basilicorum
Synopsis Basilicorum maior
Abrir no leitor do IusCommune →Στοιχεῖον Α
- JGR V 1.0Περὶ τῆς ὀρθοδόξου πίστεως τῶν χριστιανῶν καὶ τοῦ μηδένα κατατολμᾶν περὶ αὐτῆς δημοσίᾳ ἀμφισβητεῖν.
- JGR V 1.1Περὶ ἀγγαρειῶν καὶ παραγγαρειῶν, καὶ τίνες καὶ πότε ἀγγαρεύονται ἢ οὐκ ἀγγαρεύονται.
- JGR V 1.2Περὶ ἀγνοίας νόμου ἢ φάκτου, καὶ τίνες βοηθοῦνται ἐξ αὐτῶν.
- JGR V 1.3Περὶ ἀγορασίας καὶ πράσεως, καὶ τῶν περὶ αὐτῶν συναλλαγμάτων τε καὶ συμφώνων, καὶ ποῖα πράγματα οὐ δύνανται πιπράσκεσθαι ἤτοι κεκώλυνται, καὶ περὶ διαφορᾶς πράσεως καὶ μισθώσεως, καὶ τίνες κωλύονται ἀγοράζειν ἢ πωλεῖν.
- JGR V 1.4Περὶ ἀγορασίας καὶ πράσεως ἐπὶ ὅρῳ γενομένης, ὡς ἵνα γενομένου ὑπερθεματισμοῦ ἤτοι ἐπαυξήσεως τοῦ τιμήματος εἴσω τοῦ συνδόξαντος ἐν τῷ συμφώνῳ τῆς πράσεως ὅρου ἀναλύηται ἡ πρᾶσις.
- JGR V 1.5Περὶ ἀγορασίας καὶ πράσεως ἐπὶ ὅρῳ γενομένης, ὡς ἵνα εἰ μὴ ἐντὸς τῆς ὡρισμένης προθεσμίας καταβληθῇ τὸ τίμημα, ἀναλύηται.
- JGR V 1.6Περὶ ἀγωγῆς ἢ κληρονομίας ἢ γραμματείου ἀγορασθέντος.
- JGR V 1.7Περὶ ἀναλυομέμης ἀγορασίας.
- JGR V 1.8Περὶ κινδύνου καὶ ὠφελείας τοῦ ἀγοραστοῦ, καὶ περὶ καταβολῆς τοῦ τιμήματος, καὶ πότε δύναται ὁ πράτης παρακατέχειν τὸ τίμημα.
- JGR V 1.9Περὶ τῶν ἐπὶ συμφώνῳ ἀγορασθέντων δούλων, τοῦ μὴ διάγειν τυχὸν ἔν τινι τόπῳ, ἢ ἐπὶ τῷ ἐλευθερωθῆναι ἢ μὴ ἐλευθερωθῆναι, καὶ περὶ χειρὸς ἐπιβολῆς.
- JGR V 1.10Περὶ τῆς κινουμένης ἀγωγῆς ἐπὶ ἀγορασίας καὶ πράσεως, ἐάν τι παρὰ τὰ συμφωνηθέντα γένηται, καὶ ἐὰν τὸ πραθὲν ἀνδράποδον ἢ ἕτερον ζῶον ἢ ξύλον ὑπαίτιόν ἐστιν, ἢ ἐὰν ψεύσηται περὶ τὸ μέτρον ἢ τὴν ποιότητα τοῦ πραθέντος, καὶ τίνα τῷ οἴκῳ ἢ τῷ ἀγρῷ ἕπονται.
- JGR V 1.11Περὶ ἀγορασίας καὶ πράσεως ὑπὸ διατίμησιν γινομένης.
- JGR V 1.12Περὶ ἀναλύσεως πράσεως, καὶ ἐκ ποίων παθῶν καὶ αἰτίων ἀναστρέφεται τὸ πραθὲν ἀνδράποδον ἢ ἕτερον ζῶον ἢ μειοῦται ἡ τούτου τιμή· καὶ ὅτι ἡ μὲν τὸ πραθὲν ἀναστρέφουσα ἀγωγὴς εἴσω ἓξ μηνῶν κινεῖται, ἡ δὲ μειοῦσα τὸ τίμημα ἐντὸς ἐνιαυτοῦ· καὶ ὅτι δι᾽ ὑπερθεματισμοῦ ἀναλύεται ἡ πρᾶσις· καὶ ὅτι περὶ νόσου προφανοῦς ὁ πράτης οὐκ εὐθύνεται.
- JGR V 1.13Περὶ ἀγορασθέντος πράγματος καὶ ἐκνικηθέντος, εἴτε ἀγροῦ εἴτε δούλου, εἴτε ἀνευθύνου εἴτε ὑπευθύνου· καὶ πότε εἰς τὸ διπλοῦν ὁ πράτης ἐνέχεται.
- JGR V 1.14Περὶ ἀγορασθέντων πραγμάτων καὶ παραδοθέντων τῷ ἀγοραστῇ, καὶ περὶ τῆς τούτων παραγραφῆς· καὶ περὶ ἐνταλθέντων πραθῆναι.
- JGR V 1.15Περὶ τῶν ὑπὸ τοῦ δημοσίου πραθέντων διὰ δημόσιον χρέος, ὅτι οὐκ ἀνατρέπεται ἡ τοιαύτη πρᾶσις.
- JGR V 1.16Περὶ πραθέντος ἀγροῦ ἄνευ τέλους.
- JGR V 1.17Περὶ τῶν ἀλλοτρίῳ ὀνόματι ἀγορασθέντων ἢ ἀλλοτρίοις χρήμασιν, ὡς ὅταν ἀγορασθῇ τι ὀνόματι γυναικὸς, τοῦ ἀνδρὸς τὸ τίμημα δεδωκότος.
- JGR V 1.18Περὶ ἀγορασίας καὶ πράσεως οἴνου.
- JGR V 1.19Περὶ ἀγορασίας καὶ πράσεως εἰκονικῆς.
- JGR V 1.20Περὶ πραθέντος εἰς δύο πρόσωπα ἀγροῦ.
- JGR V 1.21Περὶ ἀγοράσαντος παρὰ μὴ δεσπότου, αὐτοῦ τοῦ δεσπότου παραγγέλλοντος μὴ ἀγοράσαι, καὶ περὶ λοιπῶν ἀγοραστῶν.
- JGR V 1.22Περὶ ἀγρῶν τῶν ἀναληφθέντων ἀπὸ τῶν πολεμίων.
- JGR V 1.23Περὶ ἀγρῶν λιμητανέων· καὶ λιμητοτρόφων καὶ ἐμφυτευτικαρίων.
- JGR V 1.24Περὶ ἀγωγῶν ἐκ διαφόρων αἰτιῶν συνισταμένων.
- JGR V 1.25Περὶ ἀγωγῆς ἀφαιρέσεως πραγμάτων.
- JGR V 1.26Περὶ ἀγωγῆς τῆς τὰ ἴδια ἐκδικούσης.
- JGR V 1.27Περὶ ἀγωγοῦ δημοσίου.
- JGR V 1.28Περὶ ἀδελφοποιΐας.
- JGR V 1.29Περὶ τῶν ἀδιαθέτων.
- JGR V 1.30Περὶ τῶν ἀθεμίτως συναπτομένων ἐπὶ πορνείᾳ ἢ μοιχείᾳ ἢ γάμῳ α·
- JGR V 1.31Περὶ ἀθωώσεως ἤτοι ἐλευθερίας χρέους καὶ ἀποχῆς δι᾽ ἀμοιβαίας ἐπερωτήσεως γενομένης, καὶ τί διαφέρει ἀθώωσις ἀποχῆς, καὶ τίνες δύνανται ποιεῖν ἀθώωσιν ἢ ἀποχήν.
- JGR V 1.32Περὶ αἱμομικτῶν.
- JGR V 1.33Περὶ αἱρετικῶν.
- JGR V 1.34Περὶ αἰτήσεων βασιλεῖ προσφερομένων, καὶ περὶ τῶν αἰτούντων ἄρχειν ἐν τῇ ἰδίᾳ ἐπαρχίᾳ.
- JGR V 1.35Περὶ αἰχμαλώτων δούλων τε καὶ ἐλευθέρων, καὶ περὶ ὑποστροφῆς αὐτῶν, καὶ περὶ παίδων αὐτῶν καὶ δικαίου.
- JGR V 1.36Περὶ ἁλιέων καὶ ἁλιείας.
- JGR V 1.37Περὶ ἀλληλοκληρονομίας.
- JGR V 1.38Περὶ ἀμφιβόλων καὶ ἀσαφῶν ῥημάτων τε καὶ συμφώνων καὶ ἐπερωτήσεων καὶ ἀγωγῶν.
- JGR V 1.39Περὶ ἀναργυρίας.
- JGR V 1.40Περὶ ἀναρχίας.
- JGR V 1.41Περὶ ἀναφωνούντων εἰς ἐλευθερίαν εἴτε εἰς εὐγένειαν.
- JGR V 1.42Περὶ τῶν ἀναγκαζομένων μαρτυρεῖν ἢ προφέρειν [ἐν δικαστηρίῳ] δικαιώματα ἢ καὶ ἐκδιδόναι εἴτε καθ᾽ ἑαυτῶν εἴτε κατά τινων, καὶ τίνες οὐκ ἀναγκάζονται μαρτυρεῖν ἢ προφέρειν δικαιώματα ἢ ἐκδιδόναι τοὺς λογισμοὺς, καὶ ὅτι οὐδεὶς ἀναγκάζεται χρηματικὴν ἢ ἐγκληματικὴν δίκην κινεῖν.
- JGR V 1.43Περὶ ἀναγραφέων ἤτοι λογοθετῶν τῶν ἐν τοῖς θέμασιν ἀποστελλομένων καὶ τὰ τῷ δημοσίῳ ἀνήκοντα ἀπὸ παντοίας ὑποθέσεως ἀπαργυριζόντων καὶ ἀναψηλαφώντων καὶ εἰσπραττομένων, καὶ ὅτι ἐν ἑκάστῃ λίτρᾳ τῶν ἀπαιτου- μένων παρ᾿ αὐτῶν νομίσματα ἓξ λαμβάνουσιν.
- JGR V 1.44Περὶ ἀνδραποδιστῶν.
- JGR V 1.45Περὶ ἀνήβων, καὶ ποῦ ἀνάγεσθαι καὶ διαιτᾶσθαι ὀφείλουσιν, καὶ περὶ δαπανημάτων αὐτῶν.
- JGR V 1.46Περὶ ἀνθρώπων ἐλευθέρων τε καὶ. δούλων καὶ εὐγενῶν καὶ ἀπελευθέρων, καὶ περὶ καταστάσεως καὶ ποιότητος καὶ διαιρέσεως αὐτῶν, καὶ ἐναλλαγῆς τῆς τούτων καταστάσεως.
- JGR V 1.47Περὶ ἀννόνων διδομένων τῇ τε κωνσταντινουπόλει καὶ τοῖς σχολαρίοις.
- JGR V 1.48Περὶ ἀνταλλαγῆς, καὶ τί διαφέρει ἀνταλλαγὴ πράσεως.
- JGR V 1.49Περὶ ἀνταγοραστοῦ.
- JGR V 1.50Περὶ ἀντιφωνητῶν.
- JGR V 1.51Περὶ ἀπαργυρισμοῦ.
- JGR V 1.52Περὶ ἀπελατῶν.
- JGR V 1.53Περὶ ἀπαιτήσεως τῶν ἀπὸ καταδίκης ἤτοι ἀποφάσεως καὶ ψήφου δικαστικῆς, καὶ περὶ τῶν μὴ χρεωστουμένων [μὲν, καταβληθέντων δὲ κατὰ ἀπάτην ἢ ἄγνοιαν ὡς κεχρεωστημένων] καὶ διὰ τοῦτο ἀπαιτουμένων.
- JGR V 1.54Περὶ ἀπογραφῆς τῶν πραγμάτων τοῦ τελευτήσαντος.
- JGR V 1.55Περὶ ἀποκαταστάσεως.
- JGR V 1.56Περὶ ἀποδείξεων καὶ τίς καὶ πῶς ὀφείλει ἀποδεικνύειν .
- JGR V 1.57Περὶ ἀπολέσαντος τὸ δοθὲν αὐτῷ.
- JGR V 1.58Περὶ τῶν ἀπολλύντων ὡς ἀχαρίστων καὶ ἀναξίων τὸν ἐαθέντα αὐτοῖς κλῆρον ἢ λεγάτον ἢ καὶ τὰ παρανόμως αὐτοῖς καταλειφθέντα ἢ δωρηθέντα.
- JGR V 1.59Περὶ ἀπόντων καὶ ἀναζητουμένων ὡς ἐπὶ ἐγκλήματι κατηγορουμένων.
- JGR V 1.60Περὶ τοῦ ἀποσπῶντος βίᾳ ἢ δόλῳ τὸν καλούμενον εἰς δικαστήριον ἢ καὶ ἐμποδίζοντος.
- JGR V 1.61Περὶ ἀποστατῶν τῶν ἀφισταμένων τῆς ὀρθοδόξου πίστεως.
- JGR V 1.62Περὶ ἀργυροπρατῶν καὶ τῶν περὶ αὐτοὺς συναλλαγμάτων .
- JGR V 1.63Περὶ ἁρπαγῆς παρθένων τε καὶ χηρῶν καὶ καθιερωμένων καὶ μεμνηστευμένων, εὐγενῶν τε καὶ ἀπελευθέρων καὶ δούλων, εἴτε μεθ᾽ ὅπλων ἡ ἁρπαγὴ γέγονεν εἴτε χωρὶς ὅπλων, καὶ περὶ τῶν συναγωνισαμένων αὐτοῖς κατὰ οἱονδήποτε τρόπον ἐν τῇ τοιαύτῃ ἁρπαγῇ.
- JGR V 1.64Περὶ τῶν ἁρπαγὰς ἐξ ἐφόδου ποιούντων, εἴτε ἀπ᾿ ἀγροῦ εἴτε ἐξ ἐμπρησμοῦ ἢ καταπτώσεως.
- JGR V 1.65Περὶ ἀῤῥαβώνων.
- JGR V 1.66Περὶ ἀρχόντων, συγκλητικῶν τε καὶ ἀξιωματικῶν· περὶ παντοίων ὀφφικιαλίων καὶ περὶ τάξεων καὶ προνομίων αὐτῶν καὶ καθεδρῶν, καὶ περὶ παίδων αὐτῶν καὶ γαμετῶν, καὶ περὶ συνέδρων αὐτῶν· καὶ ὅτι οἱ ἄτιμοι καὶ αἰσχροὶ οὐ γίνονται συγκλητικοί· καὶ ὅπως ὀφείλει ἕκαστος αὐτῶν διαπρέπειν ἐν αἷς ἄρχουσιν ἐπαρχίαις.
- JGR V 1.67Περὶ ἀσελγῶν ἤτοι ἀρσενοκοιτῶν.
- JGR V 1.68[Περὶ ἀτελείας.]
- JGR V 1.69Περὶ ἀτιμουμένων, καὶ ἐξ ὧν αἰτιῶν ἀτιμοῦταί τις, καὶ δι᾽ ὧν ἀτιμία προσγίνεται.
- JGR V 1.70Περὶ ἀφηλίκων.
- JGR V 1.71Περὶ ἀχαρίστων παίδων τε καὶ γονέων, καὶ τῶν τῆς ἀχαριστίας αἰτιῶν, δι᾽ ἃς δύνανται ἑκάτεροι ἀποκλήρους ποιεῖν.
- JGR V 1.72Περὶ ἀχαρίστων ἀδελφῶν καὶ τῶν αἰτιῶν τῆς ἀχαριστίας αὐτῶν.
Στοιχεῖον Β
- JGR V 2.1Περὶ βαθμῶν συγγενείας.
- JGR V 2.2Περὶ βαλάνου.
- JGR V 2.3Περὶ βασιλέως καὶ βασιλίσσης ἤτοι αὐγούστης.
- JGR V 2.4Περὶ βασιλικῶν ἀντιγραφῶν καὶ κελεύσεων καὶ διατάξεων καὶ τύπων.
- JGR V 2.5Περὶ βεβαιώσεως τῶν προκομιζομένων ἐγγράφων δικαιωμάτων.
- JGR V 2.6Περὶ βίας.
Στοιχεῖον Γ
- JGR V 3.1Περὶ γάμου νομίμου, καὶ πότε ἀναγκάζονται οἱ γονεῖς ἐκγαμίζειν τοὺς ἰδίους παῖδας.
- JGR V 3.2Περὶ γάμων κεκωλυμένων.
- JGR V 3.3Περὶ γάμων ἀθεμίτων.
- JGR V 3.4Περὶ γάμου λύσεως καὶ τῶν τῆς λύσεως αἰτιῶν.
- JGR V 3.5Περὶ γαμικῶν κερδῶν καὶ περὶ τῶν γαμικῶν δωρεῶν.
- JGR V 3.6Περὶ γεωργῶν [ἐν] απογράφων τε καὶ παροίκων καὶ μισθωτῶν, καὶ περὶ τῶν ἐξ αὐτῶν τικτομένων, καὶ περὶ πατριμονιαλίων γεωργῶν ἤτοι ἰδιοκτήτων τοῦ βασιλέως.
- JGR V 3.7Περὶ γοητῶν.
- JGR V 3.8Περὶ γονέων, καὶ τῆς εἰς αὐτοὺς ὑποταγῆς καὶ προνοίας τῶν παίδων, καὶ τῆς πρὸς τοὺς παῖδας παρὰ τῶν γονέων ὀφειλομένης ἐπὶ τῇ [ἀν] αγωγῇ αὐτῶν προνοίας, καὶ ὅτι ἁμαρτάνοντες εἰς τοὺς γονεῖς οἱ παῖδες κολαζόνται.
- JGR V 3.9Περὶ γυναικῶν καὶ προνομίων αὐτῶν, καὶ πότε εὐθύνονται καὶ πότε οὐκ εὐθύνονται, καὶ περὶ τοῦ μὴ ἐγκλείεσθαι αὐτάς.
- JGR V 3.10Περὶ γυναικειαρίων.
Στοιχεῖον Δ
- JGR V 4.1Περὶ δαπανημάτων ἐν πράγματι ἀλλοτρίῳ γινομένων.
- JGR V 4.2Περὶ δαπανημάτων μὴ ἀπαιτουμένων ὡς δι᾽ εὐσέβειαν λογιζομένων δαπανᾶσθαι.
- JGR V 4.3Περὶ δένδρων καὶ δενδροτομιῶν.
- JGR V 4.4Περὶ δεσποτείας ἐκ διαφόρων τρόπων διὰ χρονίας νομῆς συνισταμένης, καὶ πότε ἀντίκειται ἡ τοῦ μακροῦ χρόνου παραγραφὴ καὶ πότε οὐκ ἀντίκειται, καὶ τίνα μὲν διὰ τριετίας ἢ τετραετίας, τίνα δὲ διὰ δεκαετίας ἢ εἰκοσαετίας ἢ τριακονταετίας ἢ τεσσαρακονταετίας δεσπόζεται.
- JGR V 4.5Περὶ δεσποτῶν ἐπαχθῶς καὶ οὐ προσηκόντως κεχρημένων τοῖς ἑαυτῶν δούλοις.
- JGR V 4.6Περὶ δευτερογαμούντων ἢ μὴ δευτερογαμούντων, καὶ περὶ διαδοχῆς τῶν παίδων αὐτῶν, καὶ περὶ [τῶν πρὸ] τοῦ τὸν πένθιμον χρόνον τελειωθῆναι εἰς δεύτερον γάμον ἐρχομένων.
- JGR V 4.7Περὶ δημευομένων.
- JGR V 4.8Περὶ τοῦ δημοσίου δρόμου καὶ τῶν τοῖς κοντούροις χρωμένων.
- JGR V 4.9Περὶ δημοσίων ἵππων καὶ ἀγώνων καὶ ἡνιόχων καὶ θυμελικῶν.
- JGR V 4.10Περὶ δημοσίων οἰκοδομημάτων καὶ τῆς εἰς αὐτὰ γινομένης συνεισφορᾶς καὶ ὑπηρεσίας ἤτοι λειτουργίας.
- JGR V 4.11Περὶ τοῦ δημοσίου καὶ τῶν προνομίων καὶ ἀγωγῶν αὐτοῦ.
- JGR V 4.12Περὶ τῶν δημόσια χρήματα ὑφελομένων ἢ εἰς ἰδίας χρείας τρεψάντων ἢ ὅλως νοσφισαμένων ἢ δόλον ἐν αὐτοῖς ποιησάντων ἢ ἐν τῷ ἄρχειν κλοπήν τινα πεπραχότων.
- JGR V 4.13Περὶ διαθηκῶν καὶ διατιθεμένων, καὶ τίνες οὐ δύνανται διατίθεσθαι ἢ κεκώλυνται μαρτυρεῖν ἐν διαθήκῃ.
- JGR V 4.14Περὶ τῶν κωλυόντων διαθήκην γενέσθαι.
- JGR V 4.15Περὶ διαθηκῶν, ποίῳ τρόπῳ ἀνοίγονται καὶ μεταγράφονται.
- JGR V 4.16Περὶ τῶν ἐν διαθήκῃ χαραγέντων ἢ περικλουβισθέντων ἢ ἀπαλειφθέντων.
- JGR V 4.17Περὶ διαθήκης ῥηγνυμένης ἀπὸ ἀμνημονεύτων παίδων.
- JGR V 4.18Περὶ διαθήκης παρανόμου καὶ ἀκύρου καὶ ῥηγνυμένης.
- JGR V 4.19Περὶ ἀκαθηκούσης διαθήκης, καὶ παρὰ τίνι ὀφείλει ἡ διαθήκη παρατίθεσθαι.
- JGR V 4.20Περὶ τῶν διαθήκην ἀνοιγόντων ἢ μεταγραφόντων ἢ ἀναγινωσκόντων παρὰ τὸν νόμον, ἢ ἀπαλειφόντων ἢ κρυψάντων ἢ κλεψάντων, ἢ γραψάντων ἐν αὐτῇ λεγάτον εἴτε ἑαυτοῖς εἴτε ἑτέρῳ, ἢ ἄλλο τὶ περὶ αὐτὴν ἁμαρτησάντων.
- JGR V 4.21Περὶ διατιθεμένων τῶν ἐν εὐσεβέσιν αἰτίαις καταλιμπανόντων τὶ, τυχὸν ἐπὶ τῷ κτισθῆναι ἐκκλησίαν ἢ καλλωπισθῆναι, εἴτε ἐπὶ αἰχμαλώτων ἀναῤῥύσει, εἴτε ἐπὶ ἀποτροφῇ πενήτων, ἢ γενέσθαι ξενῶνα ἢ ὀρφανοτροφεῖον ἢ πτωχεῖον.
- JGR V 4.22Περὶ τῆς κατὰ τῆς διαθήκης μέμψεως, καὶ πότε καὶ παρὰ τίνων δύναται κινεῖσθαι ἢ μὴ δύναται, καὶ περὶ προευτρεπισμοῦ διαθήκης.
- JGR V 4.23Περὶ τῆς κατὰ διαθήκης ἐναντιώσεως καὶ περὶ διακατοχῶν.
- JGR V 4.24Περὶ διαγνώσεων καὶ τάξεως αὐτῶν.
- JGR V 4.25Περὶ διαγνωμόνων.
- JGR V 4.26Περὶ διαδικαζομένων ἤτοι ἐναγόντων καὶ ἐναγομένων, αὐτεξουσίων τε καὶ ὑπεξουσίων, καὶ τίνες δύνανται ἐνάγειν ἢ ἐνάγεσθαι καὶ τίνες οὐ δύνανται, καὶ πότε, παρὰ τίνι καὶ ἐν ποίῳ φόρῳ τὶς ἐνάγειν ὀφείλει, καὶ περὶ λανθανόντων ἢ ἀποκρυπτομένων.
- JGR V 4.27Περὶ διαλύσεων, καὶ πότε ἔξεστι διαλύεσθαι καὶ πότε οὐκ ἔξεστι, καὶ ποῖαι τῶν διαλύσεων οὐ κρατοῦσιν.
- JGR V 4.28Περὶ διασεισμῶν.
- JGR V 4.29Περὶ διαφθειρόντων τὸ προτεθὲν ἢ μέλλον προτίθεσθαι ἐπὶ διηνεκεῖ αἰτίᾳ πρόσταγμα.
- JGR V 4.30Περὶ τῶν διδομένων ἢ δρωμένων ἐπὶ αἰσχρᾷ αἰτίᾳ ἢ ἐπὶ ἄλλῃ τινὶ οἱᾳδήποτε ὑποθέσει, καὶ περὶ τῶν ταῦτα διδόντων καὶ τῶν δεχομένων, καὶ πότε ἀπαιτοῦνται τὰ δοθέντα καὶ πότε οὐκ ἀπαιτοῦνται.
- JGR V 4.31Περὶ διεκδικητῶν καὶ συνδίκων ὁμάδος ἢ πόλεως. (διεκδικηταὶ δὲ λέγονται πάντες οἱ διεκδικοῦντες καὶ φροντίζοντες, εἴτε διοικηταὶ εἴτε ἐπίτροποι εἴτε κουράτορες εἴτε προκουράτορες εἴτε ἐντολεῖς εἰσι. διεκδικεῖν γάρ ἐστι τὸ τὰ αὐτὰ ποιεῖν, ἅπερ καὶ ὁ πρωτότυπος ἐποίει παρών. καὶ δίδωσιν ὁ τοιοῦτος καὶ τὴν ἐπὶ τῇ ὑποθέσει ἱκανοδοσίαν καὶ ἀσφάλειαν. οὐδεὶς γὰρ ἀλλοτρίαν δίκην ἄνευ ἱκανοδοσίας διεκδικεῖν δοκεῖ, εἰ καί ἐστιν ὑπατικός. ουτε δὲ γυνὴ οὔτε στρατιώτης ἀξιόχρεώς ἐστιν εἰς τὸ διεκδικεῖν, οὔτε ὁ κατηγορηθεὶς ἐπὶ ἐγκλήματι πρὸ ἀθωώσεως.)
- JGR V 4.32Περὶ δικαιοσύνης.
- JGR V 4.33Περὶ δικαστῶν καὶ δικαιοδοσίας αὐτῶν, καὶ τάξεως καὶ παρέδρων αὐτῶν, καὶ περὶ αἱρετῶν δικαστῶν.
- JGR V 4.34Περὶ δικαστηρίων δημοσίων τε καὶ ἐγκληματικῶν, καὶ ποῖα μέν εἰσι κεφαλικὰ, ποῖα δὲ οὐ κεφαλικά, καὶ ποῖα ἀτιμοποιά.
- JGR V 4.35Περὶ δικαζόντων διαιτητῶν, καὶ περὶ τῶν διδομένων αὐτοῖς συνηθειῶν ἐν ταῖς ὑπερβαινούσαις τὰ ρ ' νομίσματα δίκαις.
- JGR V 4.36Περὶ διοικητῶν, καὶ ὅτι ὁ διοικητὴς τῶν ὄντων παρ᾿ αὐτῷ χρημάτων τόκους δίδωσιν ἀπὸ ὑπερθέσεως, καὶ οὓς ἔλαβε δανείσας, κἂν μὴ ἐνετάλθη δανεῖσαι. (ἐστὶ δὲ διοικητὴς ὁ ἐνταλθεὶς διοικεῖν τὰ τοῦ ἀπόντος πράγματα, καὶ ἐν· άγων καὶ ἐναγόμενος ὑπὲρ τῶν τοῦ ἀπόντος πραγμάτων, ὧν τὴν διοίκησιν ποιεῖται. λέγεται δὲ ὁ τοιοῦτος καὶ διεκδικητὴς καὶ ἐντολεὺς καὶ συνήγορος.)
- JGR V 4.37Περὶ δόλου.
- JGR V 4.38Περὶ δούλων.
- JGR V 4.39Περὶ δουλογραφίου.
- JGR V 4.40Περὶ δουλειῶν͵
- JGR V 4.41Περὶ δωρεῶν.
- JGR V 4.42Περὶ δωρεῶν μεταξὺ ἀνδρῶν καὶ γυναικῶν καὶ κηδεστῶν καὶ ὑπεξουσίων.
Στοιχεῖον Ε
- JGR V 5.1Περὶ ἐγγυητῶν.
- JGR V 5.2Περὶ ἐγκαταλελειμμένων.
- JGR V 5.3Περὶ ἐγκληματικῶν.
- JGR V 5.4Περὶ ἐγγραφῶν.
- JGR V 5.5Περὶ ἐγκύου, ὅτι οὐ τιμωρεῖται οὐδὲ βασανίζεται, πρὶν ἢ τέκῃ.
- JGR V 5.6Περὶ ἐγκυμονούσης καὶ ἐγκυμονουμένων, καὶ περὶ φυλακῆς αὐτῶν, καὶ πότε καὶ ὅπως εἰς νομὴν πέμπονται, καὶ περὶ τῆς εἰς νομὴν πεμφθείσης καὶ ταύτην δόλῳ πρὸς ἄλλον μεταγαγούσης, καὶ περὶ τῆς κατὰ συκοφαντίαν εἰς τὴν νομὴν πεμφθείσης, ὡς τῇ ἀληθείᾳ μὲν μὴ ἐγκυμονούσης, λεγούσης δὲ ἐγκυμονεῖν.
- JGR V 5.7Περὶ ἐκβιβαστῶν τῶν ἀποστελλομένων ἐπὶ τῷ ἀπαιτεῖν δημόσιον πρᾶγμα, καὶ περὶ τῶν διδομένων αὐτοῖς συνηθειῶν.
- JGR V 5.8Περὶ ἐκδικουμένων πραγμάτων, καὶ τῶν ταῦτα ἐκδικούντων, καὶ [περὶ] τῶν νεμομένων αὐτὰ, καὶ πότε μὲν αὐτὰ τὰ εἴδη ἐκδικοῦνται, πότε δὲ αἱ τιμαὶ αὐτῶν δίδονται, καὶ πότε μετὰ τῶν καρπῶν ἐκδικοῦνται, καὶ πότε οὐδὲ αἱ τιμαὶ δίδονται.
- JGR V 5.9Περὶ ἐκκλήτου, καὶ τίνες δύνανται ἐκκαλεῖσθαι, καὶ ποῖαι τῶν ἀποφάσεων οὐχ ὑπόκεινται ἐκκλήτῳ, καὶ περὶ διαφόρων προθεσμιῶν τῆς ἐκκλήτου, καὶ ὅτι τρίτον τὶς οὐκ ἐκκαλεῖται.
- JGR V 5.10Περὶ ἐκκλησιῶν καὶ τῶν προνομίων αὐτῶν καὶ κανόνων, καὶ περὶ ἀριθμοῦ τῶν κληρικῶν αὐτῶν καὶ μάλιστα τῆς μεγάλης ἐκκλησίας, καὶ περὶ τῆς θείας λειτουργίας ὅπως ὀφείλει τελεῖσθαι, καὶ περὶ τῶν κατασκευαζόντων εὐκτήριον ἢ ἕτερον σεβάσμιον οἶκον.
- JGR V 5.11Περὶ ἐκλήψεων καὶ περὶ ἐκποιήσεων τῶν κατὰ πρᾶσιν ἢ δωρεὰν ἢ ἐμφύτευσιν ἢ ἐκμίσθωσιν ἢ καθ᾽ ἕτερον τρόπον γινομένων ἀπό τε ἐκκλησιῶν καὶ μοναστηρίων καὶ τῶν λοιπῶν εὐαγῶν οἴκων.
- JGR V 5.12Περὶ ἐκλήψεων καὶ ἐκποιήσεων τῶν κατὰ πρᾶσιν ἢ δωρεὰν ἢ ἐμφύτευσιν ἢ ἐκμίσθωσιν ἢ καθ᾽ ἕτερον τρόπον γινομένων ἀπό τε τοῦ δημοσίου καὶ τῆς πόλεως καὶ τῶν πατριμονιαλίων ἤτοι ἰδιοκτήτων τοῦ βασιλέως καὶ ταμιακῶν.
- JGR V 5.13Περὶ ἐκτρωσάσης ἐπίτηδες εἴτε ἐπὶ χρήμασιν εἴτε διὰ μῖσος τοῦ ἀνδρός.
- JGR V 5.14Περὶ ἐλευθεριῶνα, καὶ ὅτι κατὰ ἐλευθερίας οὐκ ἐστιν ἀποκατάστασις, εἰ μὴ κελεύσει βασιλέως ἀπὸ μεγάλης αἰτίας, ἁρμόζει δὲ ἡ περὶ δόλου ἀγωγή.
- JGR V 5.15Περὶ ἐλευθερούντων τε καὶ ἐλευθερουμένων, καὶ τίνες δύνανται ἐλευθεροῦν ἢ ἐλευθεροῦσθαι, καὶ τίνες κωλύονται· καὶ περὶ ἐλευθεριῶν φιδεϊκομισσαρίων τε καὶ ὀρθῶν, καὶ ὑπὸ αἵρεσιν καὶ ἡμέραν καὶ αἰτίαν.
- JGR V 5.16Περὶ τῶν ἐλευθερουμένων ἐξ αἰτιῶν εὐλόγων, καὶ τῶν λαμβανόντων τὴν ἐλευθερίαν ὡς ἀντιμισθίαν καὶ ἔπαθλον.
- JGR V 5.17Περὶ ἐλευθέρων πραθέντων, ἢ δουλαγωγουμένων, ἢ βίᾳ κατεχομένων.
- JGR V 5.18Περὶ ἐλευθερουμένων εἰς βλάβην τῶν δανειστῶν.
- JGR V 5.19Περὶ Ἑλλήνων.
- JGR V 5.20Περὶ ἐμπρησμῶν, καὶ περὶ τῶν ποιούντων αὐτούς.
- JGR V 5.21Περὶ ἐμφυτεύσεων.
- JGR V 5.22Περὶὰ ἐνοχῶν παντοίων ἀπὸ συναλλάγματος καὶ ἁμαρτήματος τικτομένων, καὶ τίνες ἐνέχονται καὶ τίνες οὐκ ἐνέχονται.
- JGR V 5.23Περὶ ἐνεχυραζόντων.
- JGR V 5.24Περὶ ἐνεχύρων καὶ ὑποθηκῶν, καὶ περὶ διαπράσεως, καὶ ποῖα οὐ δύνανται πιπράσκεσθαι, καὶ πότε καὶ αἱ στρατεῖαι ὑπόκεινται, καὶ ποῖα σιωπηρώς ὑπόκεινται, καὶ τίνες ἐν αὐτοῖς προτιμῶνται.
- JGR V 5.25Περὶ ἐνοίκων.
- JGR V 5.26Περὶ ἐντολῶν καὶ ἐντολέων.
- JGR V 5.27Περὶ ἐντολέων.
- JGR V 5.28Περὶ ἐξορίστων.
- JGR V 5.29Περὶ ἐξωπροίκων.
- JGR V 5.30Περὶ ἐξοπλισμοῦ ἀγροῦ τε καὶ οἴκου καὶ ἐργαστηρίων.
- JGR V 5.31Περὶ ἐπαγγελλομένων ἔργον τὶ ποιεῖν ἐν πόλει ἢ χρήματα διδόναι.
- JGR V 5.32Περὶ ἐπερωτήσεως καὶ ἐπερωτώντων καὶ ἐπερωτωμένων.
- JGR V 5.33Περὶ ἐπιβούλων τῶν κατὰ οἱονδήποτε τρόπον, εἶτε κατὰ τῆς βασιλείας εἶτε κατὰ τῆς πολιτείας ἢ τοῦ στρατοῦ ἢ τῶν ἀρχόντων αὐτῶν, μελετησάντων ἢ στασιασάντων ἢ προδοσίαν τινὰ ποιησάντων, ἢ πρὸς τοὺς πολεμίους αὐτομολησάντων, ἢ γράμματα στειλάντων, ἢ ἐρεθισάντων στρατιώτας πρὸς στάσιν καὶ θόρυβον, ἢ προδιδόντων κάστρα, ἢ ἀνταιρόντων, ἢ συνωμοσίαν ποιούντων, ἢ βλαπτόντων τεῖχος ἢ δι᾿ αὐτοῦ καὶ μὴ διὰ τῆς πόρτης εἰσιόντων, καὶ τίνες αὐτῶν ὑπόκεινται τῷ τῆς ἱεροσυλίας ἐγκλήματι καὶ τίνες τῷ τῶν φονευτῶν.
- JGR V 5.34Περὶ ἐπιβολῆς. ἐστὶ δὲ ἐπιβολὴ ἐπίδοσις ἀπόρου κτήσεως πρὸς κληρονόμους ἢ συντελεστὰς καὶ ὁμοχώρους καὶ ὁμοκήνσους.
- JGR V 5.35Περὶ ἐπιδίκων, τουτέστιν ὧν ἡ δεσποτεία φιλονεικεῖται.
- JGR V 5.36Περὶ ἐπιόρκων.
- JGR V 5.37Περὶ ἐπισκόπων καὶ χειροτονιῶν αὐτῶν καὶ προνομίων.
- JGR V 5.38Περὶ ἐπιτρόπων, καὶ τίνες δύνανται ἐπιτροπεύειν καὶ τίνες οὐ δύνανται, καὶ πότε καὶ ἐν τίσιν εὐθύνονται, καὶ περὶ τοῦ ποιεῖν αὐτοὺς ἀπογραφὴν, καὶ τίνες δίνανται παραιτεῖσθαι τὴν ἐπιτροπὴν καὶ πότε καὶ τίνες οὐ δύνανται, καὶ πότε εὐθύνονται εἰς τόκους καὶ πότε οὐκ εὐθύνονται.
- JGR V 5.39Περὶ ἐπιτροπευούσης μητρὸς ἢ διοικούσης τὰ τῆς θυγατρὸς πράγματα.
- JGR V 5.40Περὶ ἐποπτῶν ἤτοι ἐξισωτῶν κηνσευόντων.
- JGR V 5.41Περὶ ἐργολάβων. ἔστι δὲ ὁ ἐργολάβος ὁ χρήματα διδους ἐπὶ τῷ ἐκχωρηθῆναι ἀγωγήν.
- JGR V 5.42Περὶ ἐρημοδικίων τουτέστι τῶν ἐκ μονομεροῦς εἰσηγήσεως τὴν καταδίκην ἐχόντων.
- JGR V 5.43Περὶ εὐνούχων καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαι ῥωμαῖον.
Στοιχεῖον Ζ
- JGR V 6.1Περὶ ζημιούντων ἀνθρώπων τε καὶ ἀλόγων ζώων, οἷον ἵππου λακτίζοντος ἢ βοὸς κερατίζοντος ἢ κυνὸς δάκνοντος καὶ λοιπῶν.
- JGR V 6.2Περὶ ζητήσεων ἤτοι ἐξετάσεων, καὶ πότε καὶ τίνας δεῖ ἐμβασάνως ἐξετάζεσθαι.
- JGR V 6.3Περὶ ζυγοστατῶν τὰς εἰσκομιδὰς ὑποδεχομένων.
Στοιχεῖον Η
Στοιχεῖον Θ
Στοιχεῖον Ι
- JGR V 9.1Περὶ ἱερῶν.
- JGR V 9.2Περὶ ἱεροσυλίας.
- JGR V 9.3Περὶ ἱκανοδοσίας διδομένης ἐπὶ ἐκπληρώσει τῶν κριθέντων ἢ κριθησομένων, καὶ τίνες ταύτην διδόασιν ἢ λαμβάνουσιν, καὶ περὶ τῶν παρ᾽ αὐτῶν διδομένων ἐγγυητῶν τε καὶ ἐντολέων, καὶ πότε καὶ ἐν τίσιν εὐθύνονται.
- JGR V 9.4Περὶ ἰουδαίων.
Στοιχεῖον Κ
- JGR V 10.1Περὶ κακοτρόπων ἤτοι περιέργων καὶ δολίων τῶν τὸ ἑτέρῳ ὑποκείμενον ἢ πραθὲν ὡς ἴδιον καὶ ἀνεύθυνον πρὸς ἕτερον μεταφερόντων, οἵτινες καὶ τῷ στελλιονάτους ὑπόκεινται ἐγκλήματι ὡς ἀντιβαδιασταί.
- JGR V 10.2Περὶ κανόνων διαφόρων νομίμων.
- JGR V 10.3Περὶ καρπῶν καὶ τῶν κακῇ πίστει καρπωσαμένων.
- JGR V 10.4Περὶ καταμηνυόντων ἤτοι προσαγγελλόντων θησαυρούς τε καὶ λοιπὰ τῷ δημοσίῳ ἀνήκοντα, καὶ τίνες κωλύονται καταμηνύειν.
- JGR V 10.5Περὶ καταδικασθέντων καὶ περὶ κεκριμένου πράγματος.
- JGR V 10.6Περὶ καταδίκων δημευομένων ἢ συγχωρουμένων.
- JGR V 10.7Περὶ καταλυόντων οἴκους.
- JGR V 10.8Περὶ κατηγορούντων τε καὶ κατηγορουμένων ἐγκληματικῶς, καὶ τίνες δύνανται κατηγορεῖν ἐγκληματικῶς καὶ τίνες οὐ δύνανται, καὶ ὅτι εἴσω διετίας ὀφείλει πληροῦν ὁ κατήγορος τὴν ἰδίαν κατηγορίαν, καὶ ὅτι ὁ κατήγορος χωρὶς συγχωρήσεως ἀποστὰς, ὑποπίπτει τῷ περὶ συκοφαντίας ἐγκλήματι, καὶ περὶ τῶν προδιδόντων τὴν ἰδίαν ὑπόθεσιν κατηγόρων, καὶ περὶ τῶν κατηγορούντων ἐπισκόπων χειροτονουμένων, καὶ πότε δεῖ τοὺς κατηγορουμένους φυλακῇ ἐμβάλλεσθαι ἢ στρατιώταις παραδίδοσθαι ἢ ἐγγυηταῖς ἢ ἑαυτοῖς καταπιστεύεσθαι.
- JGR V 10.9Περὶ καινοτομιῶν ἤτοι καινοῦ ἔργου γινομένου ἐν οἱῳδήποτε τόπῳ εἴτε δημοσίῳ εἴτε ἰδιωτικῷ ἐπὶ καινοτομίᾳ τινὸς, καὶ πότε καὶ πῶς ὁ καινοτομῶν παραγγέλλεται.
- JGR V 10.10Περὶ κεκωλυμένων εἰδῶν.
- JGR V 10.11Περὶ κηπουρῶν .
- JGR V 10.12Περὶ κιχρώντων καὶ κιχρωμένων, καὶ τίνες οὐκ ἐνέχονται τῇ ἀγωγῇ τῶν ἐν χρήσει διδομένων, καὶ ἐν τίσιν οἱ εὐθυνόμενοι ἐνέχονται.
- JGR V 10.13Περὶ κλεπτοτελωνήματος.
- JGR V 10.14Περὶ κληρονομίας, καὶ ἐνστάσεως ἀνιόντων ἢ κατιόντων καὶ κυοφορουμένων, καὶ περὶ ἀποκλήρων ἢ ἀμνημονεύτων ἐαθέντων εἴτε ὡς ἀχαρίστων εἶἴτε ἄλλως πως, καὶ περὶ τῶν τῆς ἀχαριστίας αἰτιῶν, καὶ περὶ συνεισφορᾶς.
- JGR V 10.15Περὶ κληρονομίας παίδων γνησίων τε καὶ νόθων, καὶ ἐκ νόθων γνησίων γινομένων. καὶ [ἐκ] παλλακῶν τῶν καὶ γνησίων γινομένων τῇ τῶν προικῴων συμβολαίων ποιήσει.
- JGR V 10.16Περὶ κληρονομίας ἀνιόντων καὶ κατιόντων καὶ λοιπῶν συγγενῶν τῶν ἐξ ἀδιαθέτου κληρονομεῖν δυναμένων, καὶ τίνες καλοῦνται πρῶτοι καὶ τίνες δεύτεροι [καὶ καθεξῆς], καὶ τίνες ἐκπίπτουσι τῆς κληρονομίας καὶ πότε, καὶ περὶ τῆς παρ᾿ αὐτῶν αἰτουμένης διακατοχῆς, καὶ περὶ τῶν ἀξιωθέντων ἀποκαταστῆσαί τινι κληρονομίαν ἢ μέρος αὐτῆς ἢ φιδεϊκόμισσον, καὶ περὶ γυναικὸς καὶ ἀνδρὸς ἀλλήλους κληρονομούντων.
- JGR V 10.17Περὶ κληρονόμων ἐνεχομένων ἐκ τῶν πλημμελημάτων τῶν τελευτησάντων καὶ ἐναγόντων καὶ ἐναγομένων ὑπὲρ τῶν κληρονομιαίων πραγμάτων, καὶ περὶ τῆς τούτων ἐκδικήσεως καὶ ἀπαιτήσεως καὶ ἀποκαταστάσεως ἀπὸ τῶν ταῦτα νεμομένων, εἴτε καλῇ πίστει εἴτε κακῇ.
- JGR V 10.18Περὶ κληρικῶν ἱερέων τε καὶ λοιπῶν τῶν ἐκκλησιαστικῷ βαθμῷ καταλεγομένων.
- JGR V 10.19Περὶ κλοπῆς γενομένης ὑπὸ ἐλευθέρων τε καὶ δούλων, καὶ περὶ τῶν κλοπιμαίων, καὶ περὶ τῆς παρὰ φαμιλίας γενομένης κλοπῆς, καὶ περὶ τῆς ἐν πανδοχείῳ ἢ καπηλείῳ γενομένης, καὶ περὶ τῆς τῶν κληρονομιαίων κλοπῆς, καὶ τῆς γινομένης εἰς σάκκους ἢ ἐσθῆτας τουτέστι τῶν ἐκδυόντων ἀνθρώπους κλεπτῶν.
- JGR V 10.20Περὶ κογχυλευτῶν.
- JGR V 10.21Περὶ κοινωνίας καὶ λύσεως αὐτῆς, καὶ περὶ κοινοπραξίας, καὶ περὶ δαπανημάτων γινομένων παρὰ [τῶν] κοινωνῶν.
- JGR V 10.22Περὶ κοινῶν πραγμάτων καὶ διαιρέσεως αὐτῶν καὶ διαπράσεως, καὶ παρὰ τίνι ὀφείλει εἶναι τὸ κοινὸν δικαίωμα.
- JGR V 10.23Περὶ κολάκων.
- JGR V 10.24Περὶ κομμερκίου.
- JGR V 10.25Περὶ κοττιστῶν ἤτοι κυβιστῶν.
- JGR V 10.26Περὶ κουρατόρων καὶ προκουρατόρων, καὶ τίνες κωλύονται κουρατορεύειν.
- JGR V 10.27Περὶ κτηνοβατῶν.
- JGR V 10.28Περὶ κωδικέλλου.
Στοιχεῖον Λ
- JGR V 11.1Περὶ λεγάτων.
- JGR V 11.2Περὶ λειτουργιῶν, καὶ τίνες μὲν λειτουργεῖν ἀναγκάζονται καὶ πότε, τίνες δὲ οὐκ ἀναγκάζονται, ἀλλ᾽ ἔχουσιν ἀλειτουργησίαν.
- JGR V 11.3Περὶ λειψάνων ἁγίων καὶ περὶ λειψάνων τῶν τιμωρηθέντων καταδίκων.
- JGR V 11.4Περὶ λῃστῶν.
Στοιχεῖον Μ
- JGR V 12.1Περὶ μαθηματικῶν.
- JGR V 12.2Περὶ μανδατόρων.
- JGR V 12.3Περὶ μανιχαίων.
- JGR V 12.4Περὶ μάντεων.
- JGR V 12.5Περὶ μαινομένων.
- JGR V 12.6Περὶ μαρτύρων εὐυπολήπτων καὶ ἀτίμων καὶ μαρτυριῶν '.
- JGR V 12.7Περὶ μεσεγγυητῶν.
- JGR V 12.8Περὶ μεταθέσεως ἐνοχῆς.
- JGR V 12.9Περὶ μετοίκων.
- JGR V 12.10Περὶ μετρητῶν ψευσαμένων περὶ τὸ μέτρον.
- JGR V 12.11Περὶ μεταλλιζομένων.
- JGR V 12.12Περὶ μιτάτων ἤτοι ἀπλήκτων, καὶ τίνες οὐχ ὑπόκεινται αὐτοῖς.
- JGR V 12.13Περὶ μισθώσεως καὶ ἐκμισθώσεως καὶ μισθούντων καὶ μισθουμένων, καὶ ὅτι ἐπὶ τῶν πολιτικῶν οἰκήσεων σιωπηρῶς ὑπόκεινται τᾷ μισθωτῇ τὰ εἰσαχθέντα.
- JGR V 12.14Περὶ μισθοῦ παιδευτῶν ἤτοι διδασκάλων, φιλοσόφων τε καὶ ἰατρῶν καὶ λοιπῶν.
- JGR V 12.15Περὶ μνηστείας καὶ συστάσεως καὶ λύσεως αὐτῆς, καὶ περὶ τῶν ὀνόματι αὐτῆς γινομένων ἀῤῥαβώνων καὶ δωρεῶν.
- JGR V 12.16Περὶ μοιχείας καὶ πάσης τῆς κατ᾿ αὐτὴν ἐνοχῆς καὶ ἀγωγῆς.
- JGR V 12.17Περὶ μοναστηρίων οἰκοδομῆς, καὶ περὶ μοναζόντων καὶ τῆς διαγωγῆς αὐτῶν καὶ προνομίων.
- JGR V 12.18Περὶ μονιταρίων [ἤτοι χαρακτῶν].
Στοιχεῖον Ν
- JGR V 13.1Περὶ ναυτικῶν ἐνοχῶν καὶ παντοίων ἀγωγῶν τῶν κινουμένων περὶ πλοίων καὶ πάντων τῶν ἐν αὐτοῖς ἐμπλεόντων, ναυκλήρων, πιστικῶν, ναυτῶν, ἐμπόρων τε καὶ λοιπῶν ἐπιβατῶν, καὶ περὶ ναυαγίου.
- JGR V 13.2Περὶ τῶν νεμομένων τὸ ἀλλότριον εἴτε καλῇ πίστει εἴτε κακῇ.
- JGR V 13.3Περὶ νηπίων ἐκτιθεμένων ἤτοι ῥιπτομένων, ἐλευθέρων τε καὶ δούλων.
- JGR V 13.4Περὶ τῶν εἰς νομὴν ἤτοι διακατοχὴν πεμπομένων, καὶ ἐκ ποίων αἰτιῶν πέμπονται, καὶ πότε τὰ εἰς νομὴν δοθέντα πιπράσκονται, καὶ περὶ παραγραφῆς τῶν εἰς νομὴν μὲν πεμφθέντων, βίᾳ δὲ ἢ δόλῳ ἐκβληθέντων ἢ κωλυθέντων.
- JGR V 13.5Περὶ νομῶν ἤτοι βοσκῶν.
- JGR V 13.6Περὶ νόμου καὶ μακρᾶς συνηθείας.
- JGR V 13.7Περὶ νομισμάτων παλαιῶν.
Στοιχεῖον Ξ
Στοιχεῖον Ο
- JGR V 15.1Περὶ ὁδοῦ δημοσίας καὶ ἀγροικικῆς καὶ ἰδιωτικῆς καὶ πλατείας.
- JGR V 15.2Περὶ ὅρκου ἐπακτοῦ καὶ ἀντεπαγομένου καὶ δικαστικοῦ καὶ τοῦ περὶ συκοφαντίας, καὶ τίνες οὐ δύνανται ὅρκον ἐπάξαι ἢ ἀντεπάξαι, καὶ πότε οὐκ ἔχει παραγραφὴν ὁ ὀμνὺς, καὶ ὅτι οἱ ἔνδοξοι καὶ οἱ ἀσθενεῖς οἴκοι ὀμνύουσιν.
- JGR V 15.3Περὶ ὅρκου ἐνδίκους, καὶ τίνες οὐκ ἀναγκάζονται ὑπέχειν αὐτὸν, καὶ πότε καὶ δοθέντος αὐτοῦ κουφίζεται ὁ ἐναγόμενος.
- JGR V 15.4Περὶ ὅρκου δοθέντος παρὰ τοῦ τελευτῶντος ἕνεκεν τοῦ μέτρου τῆς αὐτοῦ οὐσίας.
- JGR V 15.5Περὶ ὅρκου τοῦ διδομένου παρὰ τῶν χειροτονουμένων ἐπισκόπων.
- JGR V 15.6Περὶ ὁμολογησάντων, καὶ πότε εὐθύνονται καὶ πότε οὐκ εὐθύνονται.
- JGR V 15.7Περὶ ὅπλων καὶ ὁπλοποιῶν, καὶ τοῦ μηδένα τῶν ἰδιωτῶν ἐργάζεσθαι ἢ ἀγοράζειν ἢ ἐπιφέρεσθαι ἢ ἔχειν ὅπλας.
- JGR V 15.8Περὶ ὅρων ἀποκινηθέντων καὶ περὶ ζητήσεως αὐτῶν.
- JGR V 15.9Περὶ ὀρφανοτρόφων.
Στοιχεῖον Π
- JGR V 16.1Περὶ παίδων φυσικῶν ἤτοι νόθων, καὶ τῶν ἐκ νόθων γνησίων γινομένων, καὶ περὶ παλλακῶν τῶν καὶ γνησίων γινομένων τῇ τῶν προικῴων συμβολαίων ποιήσεις.
- JGR V 16.2Περὶ παιδεύσεως συγγενῶν.
- JGR V 16.3Περὶ παραγραφῶν καὶ ἀντιπαραγραφῶν.
- JGR V 16.4Περὶ παραγγελιῶν.
- JGR V 16.5Περὶ παρακαταθήκης.
- JGR V 16.6Περὶ παραστάσεως ἤτοι ἐπιδείξεως πραγμάτων καὶ ἀποκαταστάσεως αὐτῶν καὶ ἀγωγῆς.
- JGR V 16.7Περὶ παροίκων.
- JGR V 16.8Περὶ παραχαρακτῶν καὶ παραψαλιστῶν.
- JGR V 16.9Περὶ τῶν παρακλήσει συγχωρουμένων ποιεῖν τι ἢ νέμεσθαι.
- JGR V 16.10Περὶ πατριάρχου.
- JGR V 16.11Περὶ πατρώνων καὶ ἀπελευθέρων.
- JGR V 16.12Περὶ πεκουλίου.
- JGR V 16.13Περὶ πενθίμου, καὶ τίνες οὐ πενθοῦνται.
- JGR V 16.14Περὶ [τῶν] περιοριζομένων.
- JGR V 16.15Περὶ τῶν περισσοπρακτούντων, τουτέστι τῶν περιττὸν ἀπαιτούντων.
- JGR V 16.16Περὶ πλάνης, ὡς ὅτε [δ] διατιθέμενος εἴπῃ περὶ οἰκογενοῖς δούλου· τόνδε τὸν ἀγοραστόν.
- JGR V 16.17Περὶ πλαστῶν καὶ τῶν εὐθυνομένων τῷ τοιούτῳ ἐγκλήματι.
- JGR V 16.18Περὶ ποινῶν.
- JGR V 16.19Περὶ πόλεων καὶ προνομίων αὐτῶν, καὶ τῶν ἀπό τινος πολιτικῆς διοικήσεως ἢ φάκτου εὐθυνομένων αὐτοῖς.
- JGR V 16.20Περὶ πολιτῶν καὶ προνομίων αὐτῶν καὶ λειτουργιῶν.
- JGR V 16.21Περὶ πορνευόντων εἰς ἰδίας δούλας ἢ ἀλλοτρίας καὶ ἐλευθέρας, εἴτε γυναῖκας ἐχόντων αὐτῶν εἴτε μὴ, καὶ περὶ τῶν πειρωμένων β΄ γυναῖκας ἔχειν.
- JGR V 16.22Περὶ πορνοβοσκῶν.
- JGR V 16.23Περὶ ποταμοῦ καὶ τῆς ὄχθης αὐτοῦ, καὶ περὶ τῆς ἐν αὐτῷ φυομένης νήσου.
- JGR V 16.24Περὶ πραγματευτῶν τῶν ἐν τῇ εὐθηνίᾳ ἐπιβουλευόντων ἐκ τοῦ ἀγοράζειν καὶ ἀποτίθεσθαι φορτία ἢ σταθμοῖς νόθοις χρᾶσθαι, καὶ περὶ τοῦ μὴ ἐξεῖναι αὐτοῖς συμφωνεῖν πρὸς ἀλλήλους περὶ τῶν εἰδῶν, ἐφ᾽ ᾧ μὴ ἐλάττονος οὗ πρὸς ἀλλήλους διέταξαν πραθῶσι, καὶ τοῦ μὴ ἔχειν μονοπώλιον.
- JGR V 16.25Περὶ πραγμάτων ποιότητος καὶ τῆς διαιρέσεως αὐτῶν.
- JGR V 16.26Περὶ προδιδόντων ἀλλότρια δικαιώματα.
- JGR V 16.27Περὶ προδότου καὶ αὐτομόλου.
- JGR V 16.28Περὶ προθεσμιῶν τῶν διδομένων τοῖς δικαζομένοις παρὰ τῶν δικαστῶν.
- JGR V 16.29Περὶ προικὸς καὶ προνομίου αὐτῆς καὶ δικαίου, καὶ τῶν περὶ αὐτὴν πάκτων ἤτοι συμφώνων, καὶ ποῖα αὐτῶν ἔῤῥωται καὶ ποῖα οὐκ ἔῤῥωται, καὶ περὶ ἀπαιτήσεως καὶ ἐκδικήσεως αὐτῆς, καὶ περὶ τῶν εἰς αὐτὴν γενομένων δαπανημάτων, καὶ ποῖα τῶν δαπανημάτων μειοῦσιν αὐτὴν καὶ ποῖα οὐ μειοῦσι, καὶ περὶ ἀπαιτήσεως πρώτης καὶ δευτέρας προικὸς, καὶ περὶ τῆς ὑποσχεθείσης καὶ μὴ ἐπιδοθείσης· ἔνθα καὶ περὶ τῆς πρὸ γάμου δωρεᾶς φησι, καὶ ὅτι ὁ ἀνὴρ οὔτε ἐγγυητὴν οὔτε μανδάτορα ἐπὶ τῷ φυλάξαι τὴν προῖκα δίδωσι.
- JGR V 16.30Περὶ προικὸς καὶ πρὸ γάμου δωρεᾶς, ὅτι οὐχ ὑπόκεινται κληρονομιαίαις ἀποκαταστάσεσιν, καὶ ὅτι μετὰ τὸν γάμον δύνανται ἐπαυξεῖσθαι, καὶ περὶ του μὴ ἐκποιεῖσθαι τὰ ἀκίνητα αὐτῶν, καὶ περὶ προνομίου προικὸς, καὶ ὅτι οὐ συλλογίζεται εἰς τὴν τοῦ ἀνδρὸς ὑπόστασιν ἡ προὶξ ἐπιφερομένης αὐτῷ λειτουργίας .
- JGR V 16.31Περὶ προξενητῶν καὶ προξενητικῶν.
- JGR V 16.32Περὶ προστίμων ἤτοι ποινῶν τῶν ἐξ ἐπερωτήσεως καὶ τῶν ἀπὸ καταδίκης ἀρχόντων.
- JGR V 16.33Περὶ τῶν προσφευγόντων τῇ ἁγίᾳ ἐκκλησίᾳ δούλων τε καὶ ἐλευθέρων, καὶ τίνες μὲν αὐτῶν ἐκδικοῦνται, τίνες δὲ αὐτῶν οὐκ ἔχουσιν ἀθώωσιν.
- JGR V 16.34Περὶ τῶν προσφευγόντων εἰς προστασίαν τινῶν δυνατῶν.
- JGR V 16.35Περὶ προτιμήσεως τῶν πιπρασκομένων παρὰ μητροκωμητῶν.
- JGR V 16.36Περὶ τῶν προσποριζομένων ἡμῖν.
- JGR V 16.37Περὶ προχρονισμοῦ.
Στοιχεῖον Ρ
Στοιχεῖον Σ
- JGR V 18.1Περὶ σταυροῦ τιμίου.
- JGR V 18.2Περὶ στασιωτῶν ἤτοι τῶν στάσεις καὶ θορύβους καὶ ὀχλαγώγια ποιούντων, καὶ τῶν διεγειρόντων αὐτὰ ἢ ὑποδεχομένων.
- JGR V 18.3Περὶ στρατηγῶν.
- JGR V 18.4Περὶ στρατιωτῶν, καὶ προνομίων αὐτῶν καὶ πεκουλίων καὶ ῥογῶν καὶ ἀννόνων, καὶ ἐπιδημιῶν καὶ παρόδων, καὶ περὶ τῶν παρ᾿ αὐτῶν ἁμαρτανομένων, καὶ περὶ τιμωρίας ἑκάστου αὐτῶν ἁμαρτήματος, καὶ περὶ ἀποκαταστάσεως αὐτῶν, καὶ τίνες κωλύονται στρατεύεσθαι.
- JGR V 18.5Περὶ συγχαριαρίων.
- JGR V 18.6Περὶ συκοφαντῶν.
- JGR V 18.7Περὶ συμβολαιογράφων καὶ συμβολαίων.
- JGR V 18.8Περὶ συμφώνων καὶ συναινέσεως καὶ συναλλαγμάτων.
- JGR V 18.9Περὶ συνηθειῶν τῶν διδομένων παρὰ τῶν ἐπαρχεωτῶν τοῖς διακομίζουσι καὶ ἐμφανίζουσι τὰς ἐκ βασιλέως ἀποστελλομένας σάκρας ἤτοι ἐπαναγνωστικά, καὶ περὶ τῶν διδομένων συνηθειῶν τοῖς διακομίζουσι τὰ διατάγματα τῶν μελλόντων ἄρχειν πολιτικῆς ἢ στρατιωτικῆς ἀρχῆς.
- JGR V 18.10Περὶ συνηγόρων, καὶ τίνες κωλύονται συνηγορεῖν.
- JGR V 18.11Περὶ συνωνῆς τῆς τε ἐν ὡρείοις ἀποκειμένης καὶ τῆς κατὰ θείαν κέλευσιν χορηγουμένης παρὰ τῶν κτητόρων.
- JGR V 18.12Περὶ συστημάτων καὶ σωματείων θεμιτῶν, ἤτοι χαρακτῶν, χαλκέων, μαγκίπων, κήπων, χοιρεμπόρων καὶ λοιπῶν, καὶ περὶ συστημάτων ἀθεμίτων.
Στοιχεῖον Τ
- JGR V 19.1Περὶ ταβουλλαρίων.
- JGR V 19.2Περὶ ταβλιζόντων ἐκκλησιαστικῶν προσώπων.
- JGR V 19.3Περὶ τακίτου ἤτοι τοῦ μὴ γινωσκομένου λεγάτου ἀπὸ ἀναγνώσεως τῆς διαθήκης.
- JGR V 19.4Περὶ ταξεωτῶν.
- JGR V 19.5Περὶ τάφων, καὶ τί διαφέρουσιν οἱ τάφοι τῶν μνημάτων, καὶ περὶ τῆς γενομένης δαπάνης εἰς ταφὴν καὶ κηδείαν τῶν τεθνεώτων.
- JGR V 19.6Περὶ τειχῶν.
- JGR V 19.7Περὶ τέλους δημοσίου, καὶ τελεστῶν καὶ τελωνῶν.
- JGR V 19.8Περὶ τεχνιτῶν καὶ ἐργολάβων, τοῦ μὴ ἐξεῖναι αὐτοῖς σύμφωνα ποιεῖν, ἵνα μήτις ὅπερ ἄλλῳ ἐπετράπη ἔργον πληρώσῃ.
- JGR V 19.9Περὶ τῶν τικτομένων ἀπὸ ἐλευθέρου καὶ δούλης ἢ τουναντίον, καὶ ἀπὸ ἐναπογράφων καὶ ἐλευθέρων.
- JGR V 19.10Περὶ τιμῶν πολιτικῶν.
- JGR V 19.11Περὶ τόκων ἀπαιτουμένων καὶ μὴ ἀπαιτουμένων, καὶ ἀργυροπρατικῶν, καὶ τῶν μετὰ ὑπέρθεσιν ἀπαιτουμένων .
- JGR V 19.12Περὶ τυμβωρύχων.
- JGR V 19.13Περὶ τοιχωρύχων.
Στοιχεῖον Υ
- JGR V 20.1Περὶ ὕβρεων.
- JGR V 20.2Περὶ ὕδατος ἀντλήσεως.
- JGR V 20.3Περὶ υἱοθετούντων καὶ υἱοθετουμένων, καὶ τίνες δύνανται υἱοθετεῖν ἢ υἱοθετεῖσθαι, καὶ τίνες οὐ δύνανται.
- JGR V 20.4Περὶ ὑπεξουσίων δούλων τε καὶ υἱῶν καὶ τῶν καλῇ πίστει δουλευόντων ἡμῖν, καὶ πότε καὶ πῶς ὑπὲρ αὐτῶν ἐνάγονται καὶ εὐθύνονται οἱ ἔχοντες αὐτοὺς ὑπεξουσίους ἀπό τε συναλλαγμάτων αὐτῶν καὶ ἁμαρτημάτων καὶ χρέους, εἴτε ὡς προστήσαντες αὐτοὺς πραγματείας τινὸς ἢ καὶ ὡς παραχωρήσαντες αὐτοῖς τὴν τοῦ πεκουλίου διοίκησιν ἢ καὶ ὡς δαπανησάντων αὐτῶν εἰς τὰ τοῦ δεσπότου ἢ τοῦ πατρὸς πράγματα.
- JGR V 20.5Περὶ ὑπεξουσίων καὶ λύσεως ὑπεξουσιότητος, καὶ ὅτι ἐὰν ἀχάριστοι φανῶσιν οἱ λυθέντες τῆς ὑπεξουσιότητος, γίνονται αὖθις ὑπεξούσιοι.
- JGR V 20.6Περὶ ὑπερθέσεων.
- JGR V 20.7Περὶ ὑπερθεματισμοῦ.
- JGR V 20.8Περὶ ὑπευθύνων εἰς φυλακὴν βαλλομένων ἢ ἐγγυητὰς διδόντων.
- JGR V 20.9Περὶ ὑπηρεσιῶν ἤτοι καρπῶν δούλων ἀπαιτουμένων.
- JGR V 20.10Περὶ ὑποδεκτῶν.
- JGR V 20.11Περὶ ὑποδεκτῶν τῶν ὑποδεχομένων ληστὰς ἢ ἑτέρους ὑπευθύνους, καὶ μὴ προσαγόντων αὐτοὺς τῷ δικαστῇ.
- JGR V 20.12Περὶ ὑποβολιμαίου τοκετοῦ.
- JGR V 20.13Περὶ ὑπονομιαίων ἤτοι καναλῶν.
- JGR V 20.14Περὶ ὑποφθορᾶς καὶ ὑπονοθεύσεως δούλων τε καὶ σεμνῶν γυναικῶν, καὶ περὶ τῶν ὑποδεχομένων φυγάδα δοῦλον.
- JGR V 20.15Περὶ ὑποφθορᾶς ἀντιδίκων, καὶ τίνες δύνανται αὐτοὺς ὑποφθείρειν καὶ τίνες οὐ δύνανται.
Στοιχεῖον Φ
- JGR V 21.1Περὶ φαλκιδίου.
- JGR V 21.2Περὶ φαρμακῶν καὶ τῶν διδόντων ἢ πωλούντων φάρμακον.
- JGR V 21.3Περὶ φθορέων παρθένων καὶ περὶ συντέκνων.
- JGR V 21.4Περὶ φλυαριῶν χαρτῶν, τουτέστι τῶν ῥιπτομένων πιττακίων καὶ ἐχόντων κατηγορίας κατά τινων.
- JGR V 21.5Περὶ φόβου, ὅτι τὸ κατὰ φόβον γινόμενον οὐκ ἔῤῥωται.
- JGR V 21.6Περὶ φόνων τῶν ἐξ οἱασοῦν προφάσεως γενομένων ἑκουσίων τε καὶ ἀκουσίων, καὶ περὶ τῶν βασανιζομένων ἐν τῇ περὶ τούτων ἐξετάσει, καὶ τίνες τῶν φονέων τιμωροῦνται καὶ τίνες συγγινώσκονται.
- JGR V 21.7Περὶ φροντιστῶν δημοσίων τῶν ἐν ταῖς πόλεσι τῶν δημοσίων πραγμάτων φροντιζόντων.
- JGR V 21.8Περὶ φυγάδων δούλων.
- JGR V 21.9Περὶ φυλακητῶν καὶ φυλάκων καὶ φυλακῆς, καὶ τίσιν ὑποβάλλονται τιμωρίαις οἱ ἀποδιδράσκοντες τῆς φυλακῆς καὶ οἱ φύλακες αὐτῶν, καὶ περὶ τοῦ μὴ εἶναι φυλακὴν ἰδιωτικήν.
Στοιχεῖον Χ
- JGR V 22.1Περὶ χηρῶν.
- JGR V 22.2Περὶ χρέους ἀπαιτήσεως, καὶ περὶ τῶν χρεωστούντων καὶ χρεωστουμένων, καὶ περὶ ἐκστάσεως καὶ χωρισμοῦ καὶ πράσεως τῶν ὑπαρχόντων τῷ χρεώστῃ, καὶ τίνες προτιμῶνται εἰς τὴν ἐξώνησιν αὐτῶν, καὶ περὶ τῶν ἐκποιουμένων παρὰ χρεώστου εἰς περιγραφὴν δανειστοῦ, καὶ περὶ διαφορᾶς χρέους καὶ δανείου, καὶ περὶ τῶν ἀρνουμένων τὰ ἴδια χειρόγραφα, καὶ τοῦ μὴ ἐνέχεσθαι γαμετὴν ὑπὲρ ἀνδρὸς εἰ καὶ συνῄνεσεν ἐν τῷ δανειακῷ γραμματείῳ, μήτε μητέρα ὑπὲρ τῶν τοῦ παιδὸς χρεῶν͵ εἰ καὶ μερικὴν ἐποιήσατο καταβολὴν, μήτε πατέρα ὑπὲρ παίδων, μήτε παῖδας ὑπὲρ πατρός· καὶ περὶ τοῦ μὴ κατέχεσθαι τὰ τῶν χρεωστῶν τέκνα παρὰ τῶν δανειστῶν εἰς ἐνέχυρον ἢ δουλικὴν ὑπηρεσίαν, μηδὲ ἐνυβρίζεσθαι τὰ λείψανα τῶν χρεωστῶν· καὶ περὶ ἀντελλόγου χρέους.
- JGR V 22.3Περὶ χρέους δημοσίου καὶ προικιμαίου καὶ ἰδιωτικοῦ, καὶ περὶ προτιμήσεως αὐτῶν.
- JGR V 22.4Περὶ χρήσεως καρπῶν καὶ χρήσεως ψιλῆς, καὶ οἷς κέχρηνται προνομίοις οἱ ταύτην ἔχοντες, καὶ περὶ τῶν ἀπὸ λεγάτου χρήσεων, καὶ ποίοις δαπανήμασι καὶ βάρεσιν ὑπόκεινται, καὶ ὅτι δύνανται κατὰ μίμησιν τοῦ ἀγοραστοῦ ἐξεοῦν τὸν μισθωτόν.
Στοιχεῖον Ψ
- JGR V 23.1Περὶ ψευδομαρτύρων.
- JGR V 23.2Περὶ ψιλῆς ἐπαγγελίας, καὶ περὶ ψιλοῦ συμφώνου.
- JGR V 23.3Περὶ ψήφων δικαστικῶν ἤτοι ἀποφάσεων, καὶ ποῖαί εἰσιν ἀπειλητικαὶ ἀποφάσεις.