IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.22

Περὶ πορνοβοσκῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. λη΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ότι ἐαν πατὴρ θυγατέρα ἢ δεσπότης δούλην πορνοβοσκῇ, ἀπολλύτωσαν τὴν ἐπ᾿ αὐταῖς ἐξουσίαν. λοιπὸν δὲ αὗται βουλόμεναι ἐλευθερωθῆναι τοῦ πάθους τούτου προσίτωσαν τῷ ἐπισκόπῳ καὶ τῷ ἄρχοντι καὶ τῷ ἐκδίκῳ, βοηθείας τευξόμεναι. εἰ δὲ πρὸς τοῦτο ἀντιστῇ ὁ πατὴρ ἢ ὁ δεσπότης, πρὸς τῇ ὑπεξουσιότητι καὶ δήμευσιν καὶ ἐξορίαν εἰς μέταλλον ὑπομένουσι.

2

pr.Μηδεὶς πορνοβοσκείτω τοῦ λοιποῦ, μηδὲ πόρος ἐντεῦθεν ταῖς λαργιτιόσιν εἰσαγέσθω. μήτε οὖν δούλην ἢ ἐλευθέραν προϊστάτω τὶς, ἐπεὶ εὐτελὴς μὲν ὢν ὁ τοῦτο ποιῶν πρὸς τῷ τιμωρηθῆναι καὶ μεταλλίζεται ἢ ὑπερορίως ἐξορίζεται· στρατείαν δὲ ἔχων ἢ ἐπιτήδευμα σεμνὸν ἀπόλλυσι καὶ αὐτὴν σὺν τῇ οὐσίᾳ. ὡσαύτως καὶ οἱ θυμελικοὶ τούτων ἀπεχέσθωσαν. εἰ δὲ δούλης εἴη τὸ προσταθὲν, παρὰ παντὸς ἐκδικείσθω. προῖκα δὲ εἴτε ἀνὴρ εἴτε γυνὴ εἴτε κληρικὸς εἴτε μοναχὸς τοῦτο ἐκδικεῖ.

3

pr.Ἀνάγν. καὶ βι. κδ ' τί. β΄ κεφ. ια καὶ βι. κη΄ τί. δ΄ κεφ. ια΄, ἐν ᾧ Ἡ πορνοβοσκία οὐκ ἐστιν ἥττων τῆς ἐν φανερῷ ἐπὶ φησιν· πόρῳ πορνείας. πορνοβοσκὸς δὲ ἐστιν ἡ προϊστῶσα γυναῖκας ἐπὶ μισθῷ τοῖς παρατυχοῦσι συμφθειρομένοις· κἂν ἑτέρῳ προσχήματι, τυχὸν δι᾽ ὑπηρεσίαν ἐν καπηλείῳ.