JGR V 16.23
Περὶ ποταμοῦ καὶ τῆς ὄχθης αὐτοῦ, καὶ περὶ τῆς ἐν αὐτῷ φυομένης νήσου.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νη ' τί. ις΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Ποταμὸν ἀπὸ ὀχετοῦ τὸ μέγεθος διακρίνει, ἢ ἡ ὑπόνοια τῶν πέριξ γεωργῶν. Ἡ ὄχθη τῷ φυσικῷ δρόμῳ τοῦ ποταμοῦ ὁρίζεται, οὐχ ὅτε ὄμβροις ἢ ἐκ θαλάσσης ἢ ἄλλως αὐξηνθῇ. οὔτε γὰρ ὁ νεῖλος ἐν τῷ θέρει σκέπων τὴν αἴγυπτον ἐναλλάσσει τὰς ὄχθας, ἐπειδὴ ὑποστρέφει. Εἰ ἐν δημοσίῳ ποταμῷ νῆσος φυῇ, καὶ γένηταί τι ἐν αὐτῇ, οὐχ ἁρμόζει τὸ παράγγελμα τοῦτο. αὕτη γὰρ ἡ νῆσος ἢ τοῦ προκαταλαμβάνοντός ἐστιν, ὅτε δημόσιοί εἰσιν ἀγροὶ, ἢ τοῦ ἐγγὺς τῆς ὄχθης κεκτημένου. εἰ δὲ ἐν τῷ μέσῳ φυῇ, τῶν ἑκατέρωθεν κεκτημένων ἐστί.