IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.24

Περὶ πραγματευτῶν τῶν ἐν τῇ εὐθηνίᾳ ἐπιβουλευόντων ἐκ τοῦ ἀγοράζειν καὶ ἀποτίθεσθαι φορτία ἢ σταθμοῖς νόθοις χρᾶσθαι, καὶ περὶ τοῦ μὴ ἐξεῖναι αὐτοῖς συμφωνεῖν πρὸς ἀλλήλους περὶ τῶν εἰδῶν, ἐφ᾽ ᾧ μὴ ἐλάττονος οὗ πρὸς ἀλλήλους διέταξαν πραθῶσι, καὶ τοῦ μὴ ἔχειν μονοπώλιον.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ τί. ιη΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Κελεύομεν, ἵνα μήτις οἱασδήποτε ἐσθῆτος ἢ ἰχθύος ἢ κτενίου ἢ ἐχίνου, ἢ [οἱουδήποτε ἄλλου εἰς ἀποτροφὴν ἢ εἰς οἱανδήποτε κτῆσιν] ἀνήκοντος εἴδους ἢ οἱασδήποτε ὕλης, ἐξ οἰκείας αὐθεντίας ἢ θείου ἤδη ἐκφωνηθέντος ἢ τοῦ λοιποῦ ἐκφωνουμένου διατάγματος ἢ πραγμα] τικοῦ ' τύπου ἢ θείας ὑποσημειώσεως μονοπώλιον ἔχειν τολμάτω. μήτε τὶς ἀθεμίτων γενομένων συμφώνων συνομνυέτω ἢ συμφωνείτω, ἵνα τὰ εἴδη διαφόρων σω-· ματείων τῆς πραγματείας μὴ ἐλάττονός τις εἴπῃ οὗ πρὸς ἀλλήλους διέταξαν πραθῆναι.

2

pr.᾿ Ανάγν. καὶ βι. νς ' τί. α΄ κεφ. ιθ ' καὶ κ ' καὶ κά, ἐν ᾧ φησι· Τοὺς ἐπισήμους τῇ γεννήσει καὶ τῷ τῶν τιμῶν φωτὶ προλάμποντας καὶ ἐν οὐσίᾳ πλουσιωτέρους τῆς ὀλεθρίας τῶν ἐν ταῖς πόλεσιν ἐμπορίας κωλύομεν, ἵνα μεταξὺ τοῦ ἰδιώτου καὶ τοῦ πραγματευτοῦ εὐχερὲς εἴη τὸ τοῦ πιπράσκειν καὶ ἀγοράζειν συνάλλαγμα.

3

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. κβ΄ κεφ. ς΄, ἐν ᾧ φησιν· Οἱ τῇ εὐθηνίᾳ ἐπιβουλεύοντες διὰ τοῦ ἀγοράζειν τὰ φορτία ἢ προαποτίθεσθαι καὶ καιρὸν ἀφορίας ἐκδέχεσθαι, πραγματευταὶ μὲν ὄντες εἴργονται τῆς πραγματείας ἢ ἐξορίζονται· οἱ δὲ εὐτελεῖς εἰς τὸ δημόσιον ἔργον καταδικάζονται. Καὶ οἱ σταθμοῖς νόθοις χρώμενοι τῇ τοῦ πλαστοῦ τιμωρίᾳ ὑπόκεινται. καὶ ὁ πλαστὰ μέτρα ἔχων ἐξορίζεται.

4

pr.Ἀνάγν. καὶ τί. μδ ', οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Καὶ δοῦλος κατηγορεῖ δεσπότου τὴν δημοσίαν εὐθηνίαν ἀδικήσαντος.

5

pr.Ἀνάγν. καὶ τί. να κεφ. λγ ', ἐν ᾧ φησιν· Οἱ κατὰ τῆς εὐθηνίας πλαστοῖς μέτροις χρώμενοι αὐστηροτέρως πρὸς τὸ ἁμάρτημα τιμωροῦνται.