IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.25

Περὶ πραγμάτων ποιότητος καὶ τῆς διαιρέσεως αὐτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. μς ' τί. γ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τῶν πραγμάτων τὰ μὲν ἐστι θείου δικαίου, τὰ δὲ ἀνθρωπείου. θείου μὲν, ὡς τὰ ἱερὰ καὶ μνημεῖα καὶ τείχη καὶ πόρται· καὶ ὑπ᾽ οὐδενὸς δεσπόζονται· εἰσὶ γάρ τινα μὴ δεσποζόμενα, ὡς ἡ ἀκληρονόμητος κληρονομία. τὰ δὲ ἀνθρώπεια ἢ δημόσιά εἰσιν ἢ ἰδιωτικά. τὰ δημόσια οὐδενός εἰσιν, ἀλλὰ τῆς κοινότητος. τὰ δὲ ἰδιωτικὰ τῶν καθ᾽ ἕκαστόν εἰσι. καί τινα μὲν αὐτῶν εἰσι σωματικὰ, ὡς τὰ ὑποπίπτοντα ἁφῇ, τὰ δὲ ἀσώματα, ὡς τὰ ἐν δίκαις καὶ ἀγωγαῖς καὶ δουλείαις· κἂν εἰ τὰ μάλιστα ὡς ἐπὶ τὸ πολὺ σωματικὰ διὰ τῶν δικαίων καὶ τῶν ἀγωγῶν ἡμῖν περιποιεῖται.

2

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὁ τόπος ἐν ᾧ τὰ ἱερὰ ἀποτίθεται οὔκ ἐστιν ἱερὸς, ἀλλὰ χρήσιμος τοῖς ἱεροῖς, καὶ μεταφερομένων τῶν ἱερῶν ἐλευθεροῦται.