JGR V 16.21
Περὶ πορνευόντων εἰς ἰδίας δούλας ἢ ἀλλοτρίας καὶ ἐλευθέρας, εἴτε γυναῖκας ἐχόντων αὐτῶν εἴτε μὴ, καὶ περὶ τῶν πειρωμένων β΄ γυναῖκας ἔχειν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ ' τί. λζ ' κεφ. ος ' καὶ οζ΄, ἐν οἷς φησιν· Ὁ ἔχων γυναῖκα καὶ πορνεύων διὰ ιβ΄ ἀλλακτῶν σωφρονιζέσθω· καὶ ὁ μὴ ἔχων δὲ καὶ τῇ αὐτῇ περιπίπτων ἁμαρτίᾳ διὰ ἓξ ἀλλακτῶν σωφρονιζέσθω. ὁ μέντοι γυναῖκα ἔχων καὶ τῇ ἰδίᾳ δούλῃ μιγνύμενος, διαγινωσκομένης τῆς πράξεως, οὗτος μὲν τυπτόμενος σωφρονιζέσθω, ὁ δὲ κατὰ τὸν τόπον ἄρχων ἀναλαμβάνων τὴν δούλην ὑπὲρ ἐπαρχίαν αὐτὴν πιπρασκέτω, τῆς τιμῆς αὐτῆς τῷ μέρει τοῦ δημοσίου εἰσκομιζομένης. ὁ δὲ εἰς ἀλλοτρίαν δούλην πορνεύων, τῶν μὲν εὐπόρων, ὑπάρχων, παρεχέτω ὑπὲρ τοῦ πταίσματος τῷ δεσπότῃ τῆς δούλης νομίσματα λς΄. εἰ δὲ εὐτελὴς εἴη, τυπτέσθω, καὶ καθ᾽ ὅσον εὐπορεῖ, κατ ' ἀναλογίαν τῶν λς΄ νομισμάτων διδότω.
2
pr.Ὁ δύο γυναῖκας ἔχειν πειραθεὶς, οὐ νόμῳ, ἀλλὰ φάκτῳ καὶ προαιρέσει, καλῶς ὑποστήσεται ' τῷ τῆς μοιχείας ἐγκλήματι. ἡ δὲ ὕστερον αὐτῷ γαμηθεῖσα, εἰ ἠγνόει αὐτὸν ἔχειν νόμιμον γαμετὴν, συγγινώσκεται.