JGR V 20.7
Περὶ ὑπερθεματισμοῦ.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιε τί. α΄ κεφ. λά. καὶ βι. ιθ΄ τί. β΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ἔξεστι τῷ πράτῃ γινομένης τῆς αἱρέσεως αὐτῷ κρείττονος προσκυροῦν τῷ δευτέρῳ, εἰ μὴ πλέον ὁ πρῶτος ὑπερθεματίζει.
2
pr.Ἐν δὲ τῷ η΄ κεφ. Δυνατὸν καὶ ἐπὶ τῷ ὑπερθεματίζοντι συμφωνεῖν τὴν τῆς ἡμέρας ὡρισμένην ἔκβασιν, ὥστε ἀφαιρεθῆναι αὐτοῦ τὸ πραθὲν ἄλλου ὑπερθεματίζοντος· καὶ τοῦτο ἐπὶ τρίτου ἀγοραστοῦ.
3
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν ἐκ καινῆς πρᾶγμα προστεθῇ τῷ ὑπερθεματίζοντι ἄξιον ὂν τῆς παρ᾽ αὐτοῦ γενομένης προσθήκης, ἡ πρώτη πρᾶσις οὐ λύεται, ὥσπερ οὔτε [εἰ] ὑπερθέσεως ἐπὶ τῇ καταβολῇ δοθείσης τοσοῦτος ἠδύνατο ληφθῆναι τόκος, ὅσον ἐστὶν ἡ γενομένη προσθήκη.
4
pr.Ἀνάγν. καὶ τί. ι ' κεφ. νή, ἐν ᾧ φησιν· Ἐάν τις τὸ ἴδιον πρᾶγμα ἐλαχίστου τιμήματος πωλήσῃ, δύναται τὸ τίμημα ἀναδιδοὺς λαμβάνειν τὸ ἴδιον πρᾶγμα. ἐλάχιστον δὲ τίμημά ἐστι τὸ μηδὲ εἰς ἡμίσειαν διατίμησιν ἀναφερόμενον. ἐὰν δὲ ὁ ἀγοραστὴς ἐπιλέξηται τὸ λεῖπον τῷ δικαίῳ τιμήματι δοῦναι, ἔχειν αὐτὸν τὸ πεπραμένον πρᾶγμα. τὸ αὐτὸ δὲ δίκαιον καὶ ἐπὶ τοῖς παισὶ τοῦ πράτου προβαινέτω.
5
pr.Καὶ κεφ. ξβ΄ καὶ ξδ΄, ἐν ᾧ φησιν· Ὅτι οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν δόλου τὸ λέγειν, πλείονος ἄξιον εἶναι τὸ πρᾶγμα. ἔξεστι γὰρ ἐν τῇ πράσει καὶ τῇ ἀγορασίᾳ περιγράφειν, εἰ μὴ ἄρα ἔλαττον τοῦ ἡμίσεος μέρους τοῦ δικαίου τιμήματος δέδωκεν ὁ πράτης, τῆς ἐπιλογῆς τῆς ἤδη παρασχεθείσης τῷ ἀγοραστῇ φυλαττομένης.