IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Υ

JGR V 20.6

Περὶ ὑπερθέσεων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ζ΄ τί. ιζ΄ κεφ. ζ΄, ἐν ᾧ φησιν· Ἐπὶ ζητήσει δικαιωμάτων καὶ πολλάκις δίδοται ὑπέρθεσις, μάλιστα ἐὰν ἀπρόοπτόν τι ἀναφανῇ.

2

pr.Ἀνάγν. καὶ βιβλίον θ ' τί. γ΄ κεφ. πδ΄, ἐν ᾧ φησιν· Ἐὰν ἐπὶ τῇ καταδίκῃ ὑπερτίθηται ὁ ἐναγόμενος καὶ συμβῇ τὰ σώματα τὰ ἐν τῇ καταδίκῃ κείμενα τελευτῆσαι, τὴν διατίμησιν αὐτῶν ἀναγκάζεται παρασχεῖν.

3

pr.Ἀνάγν. καὶ βι. ις ' τί. α΄ κεφ. λς΄, ἐν ᾧ φησιν· Ἐὰν ὑπέρθεσιν ποιήσαντος τοῦ κληρονόμου ἀποθάνῃ ὁ εἰς χρῆσιν δοθεὶς δοῦλος, εἰς τὸ διαφέρον καταδικάζεται ἀπὸ τῆς ὑπερθέσεως ἕως τῆς [τοῦ δούλου] τελευτῆς.

4

pr.Καὶ κεφ. λζ΄ καὶ μζ΄. ἀνάγν. καὶ βι. ιθ΄ τί. ς ' κεφ. θ '. ἀνάγν. καὶ βι. κγ ' τί. γ΄, ἐν ᾧ φησι περὶ τῶν εὐθυνομένων ἀπὸ ὑπερθέσεως εἰς καρποὺς ἢ εἰς τόκους, οὗτινος ἐν τῷ ιθ΄ κεφ. φησίν· Ὁ εὐλόγως ὑπερτιθέμενος οὐ ποιεῖ ὑπέρθεσιν. τί γάρ; ὅτι πρὸς εὐλύτωσιν τοῦ χρέους ζητεῖ φίλους ἢ ἐγγυητὰς, ἢ προβάλλεται παραγραφήν;

5

pr.Εἰ μὴ διὰ περιγραφὴν προσποιεῖται.

6

pr.Ἐν δὲ τῷ κα κεφ. Τοῦ ἐναγομένου ὑπέρθεσιν ποιοῦντος καὶ ἐγγυητὴς αὐτοῦ ἐνέχεται.

7

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ἐπὶ τῶν καλῇ πίστει ἀγωγῶν ἀπὸ ὑπερθέσεως χρεωστεῖται τόκος.

8

pr.Ἀνάγν. καὶ βι. κς ' τί. ε΄ κεφ. ξη΄ θέμ. ζ΄ καὶ τί. ζ΄ κεφ. κα΄ καὶ κγ΄, ἐν ᾧ φησιν· Ὅτι τὸν μετὰ ὑπέρθεσιν ἀποθανόντα δοῦλον, ὃν ὡμολόγησα διδόναι, ἐὰν ἀντιφωνήσω παρασχεῖν, ἐπὶ τῷ τιμήματι ἐνέχομαι.