IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Υ

JGR V 20.5

Περὶ ὑπεξουσίων καὶ λύσεως ὑπεξουσιότητος, καὶ ὅτι ἐὰν ἀχάριστοι φανῶσιν οἱ λυθέντες τῆς ὑπεξουσιότητος, γίνονται αὖθις ὑπεξούσιοι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. γ΄ τί. α΄ κεφ. ί θέμ. β΄, ἐν ᾧ φησιν· Ὅτι εἰ συμβῇ τὸν χειροτονούμενον ἐπίσκοπον ὑπὸ τὴν τοῦ ἰδίου γονέως ἐξουσίαν εἶναι, ἐξ αὐτῆς τῆς χειροτονίας αὐτεξούσιος ἔστω.

2

pr.Ἀνάγν. βι. λα τί. α΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησί· [Καὶ] οἱ ἐξ ἀῤῥένων ἔκγονοι ἡμῶν καὶ οἱ ἐφεξῆς ὑπεξούσιοι ἡμῶν εἰσιν.

3

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Ἐὰν ὁ υἱός μου τὴν πολιτείαν ἀπώλεσεν ἢ ὑπεύθυνος γίνεται ποινῆς, ὁ ἐξ αὐτοῦ ἔκγονος εἰς τὸν τόπον αὐτοῦ [ὑπ] εισέρχεται.

4

pr.Ὁ μαινόμενος ἔχει τοὺς παῖδας ὑπεξουσίους, καὶ τοὺς πρὸ τῆς μανίας καὶ τοὺς μετὰ ταύτην τεχθέντας ἢ συλληφθέντας. τὸ αὐτό, κἂν ἡ γυνὴ μανῇ ἢ καὶ οἱ δύο.

5

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ ζ΄ κεφ. φησίν· Εἴ τις δήποτε τῶν παίδων ἀχάριστος ὀφθῇ περὶ τὸν εὐεργετήσαντα γονέα, καὶ εἴτε ὀχλαγώγιον αὐτῷ πεποιηκὼς εἴτε ἄλλως πως ὑβριστικῶς διαγενόμενος, ἐκπίπτει τῆς ἐλευθερίας, καὶ ὑπεξού- σιος πάλιν ἔστω.

6

pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Διαλύει τὴν τοῦ παιδὸς ὑπεξουσιότητα καὶ ὁ περιορισμὸς τοῦ πατρὸς, καὶ ὥσπερ τῇ αὐτοῦ τελευτῇ, οὕτω καὶ τῷ περιορισμῷ αὐτοῦ παύεται ὁ παῖς αὐτοῦ εἶναι ὑπεξούσιος. εἰ μέντοι ἐκ βασιλέως φιλανθρωπίας ἀνακληθεὶς ἀπολάβῃ τὴν πολιτείαν, ἅπαντα αὐτῷ εἰς τὴν ἀρχαίαν ἀποκαθίστανται τάξιν. Ἀλλὰ καὶ εἰ γένηται ὁ ὑπεξούσιος ἢ πατρίκιος ἢ ἔπαρχος ἢ στρατηγὸς ἢ ἐπίσκοπος, παρευθὺ τῆς τοῦ πατρὸς ὑπεξουσιότητος ἀπαλλάττεται. Καὶ εἰ συμβῇ δὲ τὸν πατέρα αἰχμαλωτισθῆναι, εἰ μὲν τῆς αἰχμαλωσίας ἀναῤῥυσθῇ, μένει ὁ υἱὸς αὐτοῦ ὑπεξούσιος, καὶ οὐ μόνον πρὸς τὸν μετέπειτα χρόνον, ἀλλὰ καὶ τὸν τῆς αἰχμαλωσίας καιρὸν νομίζεται ὑπεξούσιος· εἰ δὲ παρὰ τοῖς πολεμίοις τελευτήσει ὁ πατὴρ, ἐκ τοῦ καιροῦ τῆς ἁλώσεως δοκεῖ γίνεσθαι ὁ παῖς αὐτεξούσιος. ὅθεν εἰ καὶ συμβῇ τινα δύο παῖδας ἔχοντα καὶ δισχιλίων νομισμάτων περιουσίαν ληφθῆναι ὑπὸ τῶν πολεμίων, καὶ τὸν μὲν τῶν παίδων σπουδαῖον ὄντα λαβεῖν τὰ χίλια νομίσματα καὶ δι᾽ ἐμπορεύσεως κερδᾶναι ἕτερα χίλια, τὸν δὲ ἕτερον ῥᾴθυμον μηδὲν προσκτήσασθαι, καὶ τελευτήσει παρὰ τοῖς πολεμίοις ὁ πατήρ· τὰ μὲν ἀρχαῖα δισχίλια νομίσματα συμμερίζονται οἱ παῖδες ἐξ ἴσου, ὡς ὄντα πατρῷον κλῆρον, τὰ δὲ ἕτερα χίλια νομίσματα μόνος ὁ ἐμπορευσάμενος [καὶ] κερδάνας λαμβάνει υἱὸς, ὡς ἐξ ἐκείνου γενόμενος αὐτεξούσιος, ἐξ οὗ καὶ ὁ κοινὸς ἠχμαλωτίσθη πατήρ. Διαλύει τῆς ὑπεξουσιότητος καὶ τὸ προσελθεῖν τοὺς γονεῖς τῷ ἁρμοδίῳ δικαστῇ ἢ ἄρχοντι καὶ τοὺς οἰκείους υἱοὺς ἢ θυγατέρας ἢ ἐκγόνους ἢ ἐκγόνας καὶ τοὺς ἐφεξῆς τῆς οἰκείας ἐλευθεροῦν ὑπεξουσιότητος, λέγοντας ὅτι τόνδε ἢ τούσδε ποιῶ αὐτεξουσίους καὶ τῆς ἐμῆς ἀφίημι χειρός. Δύνανται δὲ οἱ γονεῖς τὸν υἱὸν ποιεῖν αὐτεξούσιον, τοὺς δὲ ἐκγόνους κρατεῖν ὑπεξουσίους, καὶ τὸ ἀνάπαλιν.

7

pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θεσπίζομεν τούς τε ἐμβάθμους ὑπάτους, εἴπερ ἐν ὑπεξουσίοις τελοῖεν, ἅμα τῷ ῥήματι τῷ ταύτην αὐτοῖς χαριζομένῳ τὴν τάξιν εἰς αὐτεξουσιότητα φέρεσθαι· καὶ πρόσγε τοῖς τιμωμένοις παρὰ τῆς βασιλείας ὑπατικοῖς συμβόλοις, εἴπερ ὑπὸ τὴν τῶν πατέρων τελοῖεν χεῖρα, γίνεσθαι τὸ σύμβολον αὐτεξουσιότητος πρόφασιν.

8

pr.Ἀνάγν. καὶ βι. νζ΄ [τί. β΄] ἐν ᾳ φησι καὶ περὶ πεκουλίου, οὗτινος ἐν τῷ κγ ' κεφ. φησίν· Ὁ ὑπεξούσιος οὐ δύναται κινεῖν ἢ πωλεῖν παρὰ γνώμην πατρὸς, εἰ μὴ μόνον τὸ στρατιωτικὸν πεκούλιον.