IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Υ

JGR V 20.4

Περὶ ὑπεξουσίων δούλων τε καὶ υἱῶν καὶ τῶν καλῇ πίστει δουλευόντων ἡμῖν, καὶ πότε καὶ πῶς ὑπὲρ αὐτῶν ἐνάγονται καὶ εὐθύνονται οἱ ἔχοντες αὐτοὺς ὑπεξουσίους ἀπό τε συναλλαγμάτων αὐτῶν καὶ ἁμαρτημάτων καὶ χρέους, εἴτε ὡς προστήσαντες αὐτοὺς πραγματείας τινὸς ἢ καὶ ὡς παραχωρήσαντες αὐτοῖς τὴν τοῦ πεκουλίου διοίκησιν ἢ καὶ ὡς δαπανησάντων αὐτῶν εἰς τὰ τοῦ δεσπότου ἢ τοῦ πατρὸς πράγματα.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιή΄, οὗτινος ἐν τῷ α΄ τί. κεφ. α΄ φησίν· Ὁ προβαλλόμενος προεστῶτα ἐργαστηρίου ἐνάγεται μὲν παρὰ τῶν συναλλαξάν των αὐτῷ, οὐκ ἐνάγει δὲ αὐτοῖς, εἰ μὴ δοῦλος αὐτοῦ ἐστιν ὁ προεστὼς τοῦ ἐργαστηρίου. εἰ δὲ δοῦλος ἀλλότριός ἐστιν ἢ ἐλεύθερος, ἔχει κατ᾿ αὐτοῦ ἢ τοῦ δεσπότου τὴν περὶ ἐντολῆς ἀγωγὴν ἢ τὴν κατὰ πραγματευτῶν κινουμένην. ἔχει δὲ καὶ κατὰ τῶν συναλλαξάντων τῷ προεστῶτι τοῦ ἐργαστηρίου ', ἔνθα τὸ ἴδιον ἄλλως οὐ δύναται σῶσαι.

2

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἀπὸ μόνων τῶν προσφόρων τῇ προστασίᾳ κατέχεται ὁ προβαλλόμενος. Ὁ δανείζων τῷ προεστῶτι ἀγορασίας ἐπὶ τὸ δοῦναι τὸ ἐνοίκιον τοῦ ἐργαστηρίου ἔχει καὶ κατὰ τοῦ προστήσαντος ἀγωγὴν, εἰ μὴ ἐκωλύθη δανείζεσθαι. Καὶ ὁ δανείζων ἔλαιον τῷ ἐπιτραπέντι ἀγοράζειν καὶ πιπράσκειν ἔλαιον· καὶ ὁ διδοὺς αὐτῷ ἀῤῥαβῶνα, εἰ καὶ᾽ ἐπετέτραπτο παραχρῆμα τὸ τίμημα λαμβάνειν. Καὶ ὁ δεδωκὼς ἐνέχυρον ἐπὶ τιμήματι, καὶ ὁ τὸν προεστῶτα ἐγγυησάμενος ἔχει κατὰ τοῦ προστήσαντος ἀγωγήν.

3

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Γίνονται προεστῶτες καὶ ἄῤῥενες καὶ θήλειαι, ἐλεύθεροι καὶ δοῦλοι, ἴδιοι καὶ ἀλλότριοι. καὶ προϊστῶσι πάντες. καὶ γυνὴ γὰρ ἐὰν προστήσῃ ἢ προσταθῇ, ἐνέχει ται, ὡς ἐπὶ τῆς ἀγωγῆς τῆς κινουμένης κατὰ τοῦ προστήσαντος τὸν ἴδιον δοῦλον μαγίστωρα τοῦ ἰδίου πλοίου. κἂν ὑπεξουσία ἢ δούλη ἢ ἄνηβος προστῇ, χώρα τῇ κατὰ τῶν προεστώτων ἀγωγῇ. οἱ πολλοὶ γὰρ παῖδας καὶ παιδίσκας προϊστῶσιν ἐργαστηρίων.

4

pr.Αὐτὸς μέντοι ὁ ἄνηβος προϊστῶν σὺν αὐθεντίᾳ τοῦ ἐπιτρόπου ἐνέχεται·

5

pr.Εἰ δὲ χωρὶς αὐθεντίας αὐτοῦ προέστησεν, οὐκ ἐνέχεται.

6

pr.Ἐνάγεται μέντοι εἰς ὅσον ἐκ τούτου γέγονεν εὐπορώτερος. Εἰ δὲ καὶ κληρονόμος ὁ ἄνηβος ἐγένετο τοῦ προβαλλομένου, ἐνέχεται ἕως οὗ ἀποκινήσωσιν αὐτὸν οἱ ἐπίτροποι. ὁἱ δὲ νέος προστήσας ἀποκαθίσταται, ἀλλ᾽ οὐ χωρὶς αἰτίας εὐλόγου.

7

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ὁ προστήσας ἐνέχεται, εἰ μὴ κωλύσει διὰ προγράμματος συναλλάξαι τῷ προεστῶτι. δεῖ δὲ τὸ πρόγραμμα εἶναι ἔνθα ἡ πραγματεία γίνεται, δυνάμενον ἐξ ἐπιπέδου ἀναγινώσκεσθαι, γράμμασι τοῖς ἐν τῷ τόπῳ συχνάζουσι. Δεῖ δὲ τὸ πρόγραμμα κεῖσθαι διὰ παντὸς εὐανάγνωστον· ἐπείτοιγε ἐὰν ὑπὸ παλαιότητος ἢ βροχῆς ἢ τινὸς ἑτέρου ἢ αὐτοῦ τοῦ προεστῶτος περιαιρεθέντος ἀμαυρωθέντος αὐτοῦ συναλλάξῃ τὶς μὴ μετασχὼν τοῦ δόλου, ἔχει τὴν κατὰ ' τῶν προστησαμένων ἀγωγήν. ὀφείλει δὲ ὁ ὅρος ἐφ᾽ ᾧ τις προβάλλεται φυλάττεσθαι. εἰ δὲ ποτε μὲν ἐπιτρέπει, ποτὲ δὲ κωλύει συναλλάξαι αὐτῷ, διὰ τὴν συνεχῆ μεταβολὴνὰ πᾶσιν ἐνέχεται. εἰ μέντοι τελείως ἀπαγορεύσει αὐτῷ συναλλάξαι, οὔκ ἐστι προέστὼς, ἀλλὰ φύλαξ· καὶ οὐδὲν ἐκποιῆσαι δύναται.

8

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐκ τῶν συναλλαγμάτων τοῦ διοικητοῦ τοῦ χωρίου μου ἡ κατὰ τοῦ προστήσαντος ἀγωγὴ οὐχ ἁρμόζει. ὑποδοχεὺς γάρ ἐστι τῶν καρπῶν, εἰ μὴ ἄρα ἐπετράπη τὶς πιπράσκειν.

9

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Προεστώς ἐστιν ὁ προβληθεὶς ἐπὶ τῷ πωλεῖν ἢ ἀγοράζειν ἐν τόπῳ ἢ ἐκτὸς τόπου.

10

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. [Ὁ προβληθείς μου δοῦλος ἐὰν ἐλευθερωθεὶς ἐπιμείνῃ τῇ πραγματείᾳ, μένω ἐνεχόμενος.]

11

pr.[Ἐν δὲ τῷ ιγ΄ κεφ.] Ὁ δεσπότης προστησάμενος τὸν οἰκέτην πραγματείας τινὸς τότε κατέχεται δανειζομένου αὐτοῦ, ὅτε ἐπέτρεψεν αὐτῷ καὶ δανείζεσθαι. εἰ [δὲ] μὴ δείκνυται ἐπιτρέψας, τότε ζητοῦμεν τὴν περὶ πεκουλίου ἀγωγὴν καὶ τὴν περὶ τῶν ἀναλωθέντων ἐν τοῖς πράγμασι τοῦ δεσπότου.

12

pr.Εἰ καὶ παρὰ γυναικὸς προβληθῇ προνοητὴς τῶν πραγμάτων αὐτῆς, ἐκ τῶν πρὸς αὐτὸν συναλλαγμάτων κατέχεται ἡ γυνὴ τῇ κατὰ τοῦ προεστῶτος ἀγωγῇ. κἂν γὰρ προεστῶτα προβάληται ἡ γυνὴ, τῇ κατὰ τοῦ προεστῶτος ἀγωγῇ κατέχεται.

13

pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. α΄ φησί· Τῆς περὶ τοῦ πεκουλίου ἀγωγῆς κινουμένης ὑπεξαιρεῖ ὁ δεσπότης τὸ κεχρεωστημένον, ἐὰν ἠγνόει ὁ δεσπότης· εἰ δὲ γινώσκει τὸν δοῦλον ἐν τῷ πεκουλιαρίῳ φορτίῳ πραγματεύεσθαι, ὡς ἐξωτικὸς εἰς τὴν ἀγωγὴν ἔρχεται ' τὴν διαιροῦσαν μεταξὺ τοῦ δεσπότου καὶ τῶν πρὸς αὐτὸν συναλλαξάντων ἀναλόγως τὸ κέρδος, οἱαδήποτε ἂν εἴη πραγματεία. χώραν δὲ ἡ τοιαύτη ἀγωγὴ ἔχει, κἂν μηδέν ἐστιν ἐν τῷ πεκουλίῳ. Εἴδησιν ἐπὶ τῆς τοιαύτης ἀγωγῆς τὸ ἀνέχεσθαι λέγομεν. εἰδὼς γὰρ ὁ δεσπότης καὶ μὴ διαμαρτυρόμενος καὶ ἀντειπὼν ἐνέχεται τῇ τοιαύτῃ ἀγωγῇ. Ἁρμόζει δὲ ἐπὶ παντὸς ὑπεξουσίου καὶ τοῦ καλῇ πίστει δουλεύοντος, ἐλευθέρου τε καὶ δούλου ἀλλοτρίου καὶ τοῦ ἐν χρήσει δουλεύοντος δούλου ἀλλοτρίου·

14

pr.Ἐάν μέντοι τὸ πεκουλιάριον φορτίον εἰς ὃ πραγματεύεται ἀνήκῃ τῷ ἐναγομένῳ.

15

pr.Ἐν δὲ τῷ β΄ κεφ. Οὐ πᾶν συνάλλαγμα, ἀλλὰ τὸ ἐπὶ τοῖς φορτίοις εἰσάγει τὴν διαιροῦσαν τὸ κέρδος ἀγωγήν· καὶ με ρίζεται ὅπερ ἐκ τῶν φορτίων ἔχει καὶ κατὰ πρόφασιν αὐτῶν ἔσχε. Μερίζεται ὁ ἔχων ὑπεξούσιον τὸν συναλλάξαντα μετὰ τῶν δανειστῶν, εἴτε ἐπὶ τῷ φορτίῳ κεχρεώστηται εἴτε ὅθενδήποτε, [καὶ] εἴτε πρὸ τοῦ πραγματεύσασθαι τὸν ὑπεξούσιον ἐχρεωστήθη ἢ ἄλλοι αὐτοῦ ὑπεξούσιοι εἴτε μετὰ ταῦτα. εἰ δὲ τὰ φορτία τοῖς δανεισταῖς ὑπετέθη, προτιμῶνται τοῦ δεσπότου. εἰ δὲ πολλοί εἰσιν οἱ δεσπόται, πᾶσι πρὸς ἀναλογίαν τοῦ χρέους μερίζεται. Οὐ πᾶν τὸ πεκούλιον, ἀλλ᾽ ἡ πραγματεία μερίζεται, καὶ τὸ ἐξ αὐτῆς λειφθέν ' τε καὶ ὀφειλόμενον, καὶ τὸ ἐξ αὐτῆς ἀγορασθὲν πεκούλιον, καὶ τὰ ὄντα ἐν τῷ ἐργαστηρίῳ δικαιώματα. ταῦτα γὰρ ἀεὶ τῆς δεσποτείας εἶναι πιστεύεται. Ἐὰν δύο μέτεισι πραγματείας, ἢ ἐν διαφόροις τόποις ἐργαστήρια ἔχῃ διαφόρους ἔχοντα λογοσυνάκτας καὶ κεχωρισμένως ἐπ᾿ αὐτοῖς δανείζεται, οἱ τῆσδε τῆς πραγματείας ἢ τοῦδε τοῦ ἐργαστηρίου δανεισταὶ οὐ καλοῦνται εἰς τὰ φαρτία τῆς ἄλλης. εἰ δὲ εἰς ἓν ἐργαστήριον ἐφέρετο πάντα, καλοῦνται πάντες· κἂν φαίνωνται ἐκ τῶν πραγμάτων τοῦ ἑνὸς ἀγορασθέντα, εἰ μὴ ὑπετέθησαν αὐτῷ. Εἰ δὲ ἐπὶ προφάσει φορτίων αὐτὰ δέδωκα καὶ φαίνωνται, εἰ μὲν τὴν δεσποτείαν μετέθηκα, πάντες καλοῦνται· εἰ δὲ μὴ, οὐ μερίζεται, ἀλλ᾽ ἐκδικῶ αὐτά. οὐ παύεται γὰρ εἶναι τὸ πρᾶγμα τοῦ πιπράσκοντος, εἰ μὴ λάβῃ τὸ τίμημα ἢ τὸ ἱκανὸν ἢ ἐγγυητάς.

16

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐπιλογὴν ὁ δανειστὴς ἔχει, ἢ τὴν περὶ πεκουλίου ἀγωγὴν ἢ τὴν διαιροῦσαν τὸ κέρδος κινῆσαι. ὑποστρέφειν δὲ πρὸς τὴν ἑτέραν οὐ δύναται. ἐκ διαφόρων δὲ αἰτιῶν ἑκατέραν δύναται κινεῖν.

17

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ποτὲ μὲν συμφέρει τῷ ἐνάγοντι κινῆσαι τὴν περὶ τοῦ πεκουλίου ἀγωγὴν, ποτὲ δὲ τὴν διαιροῦσαν τὸ κέρδος. εἰς μὲν γὰρ τὴν διαιροῦσαν τὸ κέρδος τὰ τῆς πραγματείας φορτία φέρεται καὶ τὸ λειφθὲν ἐξ αὐτῶν· εἰς δὲ τὴν περὶ τοῦ πεκουλίου ἀγωγὴν ἅπαν τὸ πεκούλιον συγκειμένων καὶ τῶν φορτίων. συμβαίνει δὲ καὶ τὸ μηδὲν τὸν πατέρα ἢ τὸν δεσπότην ἐποφείλεσθαι.

18

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ δανείζων οἰκέτῃ ἀλλοτρίῳ ζῶντος μὲν τοῦ οἰκέτου διηνεκῶς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἐντὸς ἐνιαυτοῦ ἔχει τὴν περὶ τοῦ πεκουλίου ἀγωγήν. εἰ δὲ δαπάνημα εἰς τὰ τοῦ δεσπότου πράγματα ἐγένετο, διηνεκῶς τὴν περὶ τῶν ἀναλωθέντων ἐν τοῖς πράγμασι τοῦ δεσπότου ἀγωγὴν ἔχει. εἰ δὲ ἐλευθέρῳ τινὶ διοικοῦντι πράγματά τινος συναλλάξας τῇ περὶ αὐτὸν τὸν φροντιστὴν διαθέσει ἐδάνεισας, οὐδεμίαν ἀγωγὴν ἔχεις κατὰ τοῦ κυρίου τῶν πραγμάτων, εἰ μὴ ἄρα εἰς τὴν οὐσίαν αὐτοῦ τὰ νομίσματα προεχώρησαν ἢ ἔφθασεν ἐκεῖνος τὸ πραχθὲν δεκτὸν ἡγήσασθαι.

19

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ ὑπεξούσιος θεμιτῶς δανεισάμενος, [ἢ] ἐὰν τὸν πατέρα ἐνεγγυήσατο, καὶ ὑπεξούσιος ὢν κατέχεται εἰς ὁλόκληρον, καὶ μετὰ θάνατον δὲ τοῦ πατρὸς, εἰ μὲν κληρονόμος ἐγράφη ', πάλιν εἰς ὁλόκληρον· εἰ δὲ οὐκ ἐγράφη κληρονόμος, εἰς ὅσον εὐπορεῖ· εἰ δὲ καὶ αὐτεξούσιος ἐγένετο, πάλιν ὁμοίως εἰς ὅσον εὐπορεῖ κατέχεται.

20

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ὁ δεσπότης ἰδίῳ ὀνόματι ἔνοχος οὐ γίνεται τοῦ οἰκέτου συναλλάξαντος, κατέχεται δὲ τῇ περὶ τοῦ πεκουλίου ἀγωγῇ [ὑπεξαιρῶν τὸ φυσικὸν τοῦ χρέους] καὶ τῇ περὶ τῶν ἀναλωθέντων εἰς τὰ πράγματα αὐτοῦ.

21

pr.Τότε κατέχεται ὁ δεσπότης τῇ ἐπὶ τῷ συναλλάγματι τοῦ οἰκέτου ἀγωγῇ, ὅτε ἰδικῶς ὁρίσει τὴν ποσότητα τὴν ὀφείλουσαν δανεισθῆναι ἢ τῷ δούλῳ ἢ τῷ μισθωτῷ ἤ [τοι] τῷ γεωργῷ ἢ τῷ διοικητῇ τοῦ ἀγροῦ. ἐπείτοιγε οὔκ ἐστι κατ᾿ αὐτοῦ ἀγωγὴ, ἐὰν παρέθετο δι᾽ ἐπιστολῆς τῷ δανείσαντι τὸν οἰκέτην αὐτοῦ ἢ τοὺς μισθωτοὺς ἢ τὸν τοῦ ἀγροῦ διοικητήν.

22

pr.Ἐν δὲ τῷ γ ' τί. κεφ. α΄· Ἐὰν κελεύσει μου ὁ ὑπεξούσιός μου συναλλάξῃ, εἰς ὁλόκληρον ἐνάγομαι· ἢ ἐὰν μὴ ἐκέλευσα, πρὸς τὸ γεγονὸς δαπάνημα εἰς τὰ πράγματά μου ἢ μηδενὸς τούτων ὄντος (ἢ τῆς κατὰ τοῦ προστήσαντος ἀγωγῆς, δι᾿ ἧς ὁ δεσπότης εἰς ὁλόκληρον ἐνάγεται τοῖς τῷ ὑπεξουσίῳ συναλλάξασιν, ἢ τῆς διαιρούσης μεταξὺ τοῦ δεσπότου καὶ τῶν συναλλαξάντων τὸ κέρδος ἀναλόγως) χώρα τῇ περὶ πεκουλίου ἀγωγῇ.

23

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὁ δυνάμενος κινῆσαι τὴν κινουμένην ἀγωγὴν κατὰ τοῦ δεσπότου, ἡνίκα κελεύσει αὐτοῦ συναλλάξει μοι δοῦλος αὐτοῦ, ἐὰν κινήσῃ τὴν περὶ τοῦ πεκουλίου, οὐ δύναται μετὰ ταῦτα κινεῖν τὴν προειρημένην ἀγωγὴν, εἰ μὴ ἀπαιτηθεὶς· ἐκίνησε τὴν περὶ πεκουλίου ἀγωγήν.

24

pr.Ἐν δὲ τῷ ς ' κεφ. Προέστησα τὸν δοῦλόν μου ἐπὶ τῷ δανείζειν καὶ λαμβάνειν ἐνέχυρα. ὁ δὲ λαβὼν χρυσίον παρά τινος ἀγοράζοντος κριθὴν καὶ παραδοθεὶς᾽ ἀντ᾿ αὐτοῦ εἰς τὸ πληρῶσαι τῷ πράτῃ ἔφυγεν. εἰ καὶ μὴ ἐπὶ τούτῳ προέστη, ὅμως ἐὰν ἐν πᾶσι τὸν τόπον μου ἐπεῖχεν, ἐνέχομαι τῷ προσλαβόντι αὐτὸν εἰς τὸ ἀποπληρωθῆναι· εἰ καὶ τὰ μάλιστα ἐγγύη δοκεῖ τὸ ὑπὲρ ἄλλου καταβαλεῖν, οὐ μὴν τὸ παρ᾽ ἑτέρου δέξασθαι, καὶ οὐκ εἴωθεν ὁ δεσπότης ἐκ τῆς τοιαύτης αἰτίας ἐνέχεσθαι, οὔτε δοκεῖ τοῦτο ἐντέλλεσθαι.

25

pr.Ἐν δὲ τῷ δ᾽ τί. κεφ. α΄· Ὁ δανείζων ὑπεξουσίῳ χρήματα οὔτε μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ ἔχει ἀπαίτησιν. Οἱοσδήποτε ἀξιωματικὸς ὑπεξούσιος κεκώλυται δανείζεσθαι, πλὴν τοῦ ἔχοντος ἰδιόκτητον πεκούλιον. δανείζεται γὰρ μέχρι τοῦ ποσοῦ τοῦ ἰδιοκτήτου πεκουλίου.

26

pr.Ὁ γὰρ ὑπεξούσιος ἐν τῷ ἰδιοκτήτῳ πεκουλίῳ τάξιν ἔχει αὐτεξουσίου.

27

pr.Ἐν δὲ τῷ γ΄ κεφ. θέμ. ζ· Ἐὰν ὑπεξούσιος προεστὼς δανείσηται, ὁ μὲν προστήσας αὐτὸν ἐνάγεται τῇ κατὰ τοῦ προστήσαντος κινουμένῃ ἀγωγῇ, αὐτὸς δὲ τὴν τοῦ δόγματος ἔχει παραγραφὴν, εἰ μὴ ὁ πατὴρ αὐτὸν τῆς ἰδίας προεστήσατο πραγματείας ἢ ἠνέσχετο ἐν τῷ πεκουλίῳ αὐτὸν πραγματεύεσθαι. γινώσκων γὰρ αὐτὸν πραγματεύσασθαι δοκεῖ καὶ τοῦτο ἐπιτρέπειν, εἰ μὴ ῥητῶς κωλύσει. Ἐὰν δὲ τὸ δανεισθὲν στρέψῃ εἰς τὴν οἰσίαν τοῦ πατρὸς, κἂν μὴ τοιαύτῃ γνώμῃ ἐδανείσατο, ἀργεῖ τὸ δόγμα. εἰ μέντοι ἀγνοοῦντι τῷ πατρὶ ὑπὲρ χρέους κατέβαλεν, οὐκ ἐστι δαπάνημα ὑπὲρ πατρὸς, καὶ χώρα τῷ δόγματι.

28

pr.Ἐὰν λαβὼν δωρεὰν ὑπεξούσιος καταβάλῃ τῷ δανείσαντι, παντὶ τρόπῳ ἀπαιτεῖ αὐτὰ ὁ πατήρ. οὔτε γὰρ εἶχεν αὐτῶν ὁ υἱὸς τὴν ἐκποίησιν, εἰ μὴ ὁ δωρησάμενος ἐπὶ τῷ καταβληθῆναι αὐτὰ τῷ δανειστῇ ἐδωρήσατο. Καὶ ἐπὶ ὑπεξουσίας χώρα τῷ δόγματι, κἂν ἐκ τῶν δανεισθέντων ἠγόρασε κόσμια. καὶ ἐπὶ υἱοῦ γὰρ, εἴτε δαπανηθῇ τὸ δανεισθὲν εἴτε φαίνεται ἐν τῷ πεκουλίῳ, χώρα τῷ δόγματι Ρ. Ὁ ὑπεξούσιος καὶ οἱ παρεμβάλλοντες· εἰ καὶ διηνεκῆ ἔχουσι παραγραφὴν, ὅμως καταβαλόντες οὐκ ἀναλαμβάνουσιν. ἡ γὰρ τοιαύτη παραγραφὴ οὐ δι᾽ εὔνοιαν αὐτῶν, ἀλλὰ διὰ μῖσος εἰσήχθη τοῦ ἐνάγοντος καὶ φυσικῶς ἐνέχονται.

29

pr.Ἐν δὲ τῷ ι κεφ. Ἐὰν ὁ υἱὸς δανεισάμενος ἐπιδῷ προῖκα ὑπὲρ τῆς ἀδελφῆς, ἐνάγεται δ΄ πατὴρ ὡσανεὶ τὰ δανεισθέντα εἰς αὐτὸν ἐδαπανήθησαν. αὐτὸς γὰρ ἔχει τὴν ἀνάληψιν τῆς προικὸς ἀποθνησκούσης αὐτῆς ἐν τῷ γάμὼς.

30

pr.Ἐν δὲ τῷ ις΄΄ κεφ. Ἐπὶ δανείου μόνον χώρα τῷ δόγματι. ἐὰν δὲ ἐξ ἀγορασίας χρεωστήσῃ ὁ ὑπεξούσιος, ἀργεῖ τὸ δόγμα΄.

31

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ἐὰν ὑπεξούσιος δανείσηται ἐλευθερίων σπουδασμάτων ἢ πρεσβείας ἕνεκεν ἀπολιμπανόμενος, ἀργεῖ τὸ δόγμα. κατέχεται οὖν καὶ αὐτὸς καὶ ὁ πατὴρ, οὐ μόνον περιόντος ' αὐτοῦ ἀλλὰ καὶ μετὰ θάνατον ἐντὸς ἐνιαυτοῦ. εἰ μέντοι κατὰ κέλευσιν τοῦ πατρὸς γέγονε τὸ δάνειον, τότε οὐδὲ εἰς τί δεδαπάνηται τὰ δανεισθέντα ζητοῦμεν, ἀλλὰ καὶ διηνεκῶς ἐστιν ἀγωγὴ κατὰ τοῦ πατρός.

32

pr.Ἐν δὲ τῷ ἑ τί. κεφ. α΄· Ὁ συναλλάσσων δούλῳ ἢ δούλῃ ἔχει τὴν περὶ τοῦ πεκουλίου ἀγωγήν. εἰ δὲ ἄνηβός ἐστιν ὁ συναλλάξας υἱὸς ἢ δοῦλος, τότε ἁρμόζει, ὅτε τὸ πεκούλιον γέγονεν εὐπορώτερον. Οὐ μόνον ὀνόματι τῶν ἰδίων καὶ τῶν κοινῶν δούλων ἐναγόμεθα, ἀλλὰ καὶ τῶν καλῇ πίστει δουλευόντων ἡμῖν ἐλευθέρων τε καὶ δούλων ἀλλοτρίων.

33

pr.Ἐν δὲ τῷ ις΄ κεφ. Ὁ δοῦλος τοῦ δούλου καὶ τὸ πεκούλιον αὐτοῦ πεκούλιόν εἰσι τοῦ πρώτου δούλου τὸ οὖν χρεωστούμενον τῷ δεσπότῃ παρὰ τοῦ πρώτου δούλου ὑπεξαιρεῖται [καὶ] ἐκ τοῦ πεκουλίου τοῦ δούλου τοῦ δούλου· ὅπερ δὲ χρεωστεῖται παρὰ τοῦ δούλου τοῦ δούλου, οὐχ ὑπεξαιρεῖται ἐκ τοῦ πεκουλίου τοῦ πρώτου δούλου, ἀλλὰ ἀπὸ μόνου τοῦ αὐτοῦ, εἴτε τῷ δεσπότῃ εἴτε τῷ πρώτῳ δούλῳ χρεωστεῖ. ὅπερ δὲ ὁ πρῶτος δοῦλος χρεωστεῖ τῷ δούλῳ αὐτοῦ, οὐχ ὑπεξαιρεῖται μὲν, αὔξει δὲ τὸ πεκούλιον τοῦ δούλου τοῦ δούλου, ὥσπερ ὅτε χρεωστεῖ τῷ δούλῳ ὁ δεσπότης.

34

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Τοῦ πεκουλίου ἐστὶν ἡ ἐσθὴς, ἣν ὁ δεσπότης παράσχῃ τῷ δούλῳ ἐπὶ τῷ αὐτὸν μόνον αὐτῇ διηνεκῶς κεχρῆσθαι καὶ ἐπὶ τούτῳ φυλάττεσθαι παρ᾽ αὐτῷ. εἰ δὲ πρὸς δήλην χρῆσιν ἢ καιρὸν ἔδωκεν ὡρισμένον, ἵνα τυχὸν ὅτε ἀκολουθῇ ἢ ὑπηρετῇ κέχρηται αὐτῇ, οὐκ ἐστι πεκούλιον.

35

pr.Ἐν δὲ τῷ λβ ' κεφ. Κατὰ νόμον οὔτε χρεωστεῖ δοῦλος οὔτε χρεωστεῖται. τά τε γὰρ αὐτῷ χρεωστούμενα ὁ δεσπότης ἀπαιτεῖ, περὶ δὲ τῶν παρ᾽ αὐτοῦ χρεωστουμένων ἐνάγεται τῇ περὶ τοῦ πεκουλίου ἀγωγῇ ἢ τῇ περὶ δαπανημάτων τῶν γενομένων εἰς τὰ τοῦ δεσπότου πράγματα.

36

pr.Ἐν δὲ τῷ λγ ' κεφ. Ἐὰν μετὰ προκάταρξιν τῆς περὶ τοῦ πεκουλίου ἀγωγῆς πραθῇ ὁ δοῦλος, ἐνέχεται ὁ πράτης καὶ ὑπὲρ τοῦ κτηθέντος παρὰ τῷ ἀγοραστῇ πεκουλίου.

37

pr.[Ἐν δὲ τῷ λε΄ κεφ.] Ὁ συναλλάξας υἱῷ ὑπεξουσίῳ αὐτὸν μὲν εἰς ὁλόκληρον ἔνοχον ἔχει, τὸν δὲ πατέρα τῇ περὶ τοῦ πεκουλίου ἀγωγῇ.

38

pr.Καὶ ἀφαιρουμένου γὰρ τοῦ πεκουλίου ἐνάγεται ὁ υἱός.

39

pr.Ἐν δὲ τῷ λς ' κεφ. Ὁ συγχωρῶν τῷ ὑπεξουσίῳ διοικεῖν τὸ πεκούλιον ἐκεῖνα δοκεῖ γενικῶς ἐπιτρέπειν, ἅπερ ἰδικῶς ἐπιτρέπειν ἤμελλεν.

40

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ἀπὸ τῆς ἐγγύης τοῦ δούλου οὐκ ἐνάγεται ὁ δεσπότης, εἰ μὴ εἰς τὸ πρᾶγμα τοῦ δεσπότου ἢ τοῦ πεκουλίου ἐνεγγυήσατο.

41

pr.Ἐν δὲ τῷ ς ' τί. κεφ. α΄· Ἐφ᾽ ὅσον ἐστὶν ὑπεξούσιος ὁ υἱὸς ἢ δοῦλος, διηνεκῶς ἁρμόζει ἡ περὶ τοῦ πεκουλίου ἀγωγή· μετὰ δὲ τὸν θάνατον ἢ ἐκποίησιν ἢ αὐτεξουσιότητα ἢ ἐλευθερίαν ἐνιαυσιαία ἐστίν. ὁ δὲ ἐνιαυτὸς συναπτός ἐστιν, ἀρχόμενος ἀφ᾽ οὗ τις εὐχέρειαν σχοίη τοῦ κινῆσαι. ὅθεν ἐπὶ τοῦ αἱρετικοῦ χρέους οὐκ ἀπὸ τῆς αὐτεξουσιότητος, ἀλλ᾽ ἀπὸ τῆς ἐκβάσεως τῆς αἱρέσεως ἀριθμεῖται. κινεῖται δὲ εἰς τὸ πεκούλιον καὶ εἰς ὃ γέγονεν ἧττον τὸ πεκούλιον κατὰ δόλον τοῦ τὸν ὑπεξούσιον ἔχοντος.

42

pr.᾿Εν δὲ τῷ β΄ κεφ. Ἐὰν ἀπὸ τῆς περὶ χρεῶν ἀγωγῆς κινῇται μετὰ θάνατον τοῦ ὑπεξουσίου [εἰ μὲν κινεῖται ἡ περὶ πεκουλίου, ἐστὶν ἐνιαυσιαία· εἰ δὲ περὶ τοῦ πραθέντος ὑπαιτίου ἀντιστροφῆς], εἴσω ἓξ μηνῶν μετὰ τὴν τελευτὴν τοῦ υἱοῦ κινεῖται. τὸ αὐτὸ καὶ ἐπὶ πασῶν τῶν προσκαίρων ἀγωγῶν.

43

pr.Εἰ καὶ τῷ θανάτῳ καὶ τῇ ἐλευθερίᾳ τοῦ δούλου παύεται εἶναι πεκούλιον, ὅμως καὶ μετὰ θάνατον αὐτοῦ τῆς ἐνιαυσιαίας ἀγωγῆς κινουμένης σκοπεῖται ἡ αὔξησις αὐτοῦ καὶ ἡ μείωσις.

44

pr.Ἐν δὲ τῷ ζ ' τί. κεφ. α΄ φησίν· Ἡνίκα τὸ λειφθὲν ὁ δοῦλος εἰς τὰ τοῦ δεσπότου δαπανήσει, ἀναγκαία ἐστὶ τῷ δανείσαντι ἡ περὶ τῆς δαπάνης ἀγωγή. τὶ γάρ; ὅτι οὐκ ἐστι πεκούλιον ἢ ἧττόν ἐστι τὸ πεκούλιον τοῦ χρέους, ἢ χωρὶς δόλου ἀφηρέθη, ἢ ἀπέθανεν ὁ ὑπεξούσιος καὶ παρῆλθεν ὁ ἐνιαυτὸς ὡς μὴ ἔχειν χώραν τὴν περὶ τοῦ πεκουλίου ἀγωγήν; ἡ γὰρ περὶ τῆς δαπάνης ἀγωγὴ καὶ διηνεκής ἐστι καὶ κινεῖται μὴ ὄντος πεκουλίου.

45

pr.Ἐν δὲ τῷ β'ι κεφ. Κανονικῶς τότε χώρα τῇ περὶ δα- πάνης ἀγωγῇ, ὅτε εἴπερ ἦν ἐλεύθερος ὁ δαπανήσας, ἤμελλεν ἔχειν τὴν περὶ ἐντολῆς ἀγωγὴν ἢ τὴν κατὰ τοῦ διοικοῦντος ἀλλότρια ἀγωγὴν, καὶ ὁσάκις ὁ δοῦλος δαπανήσας κρείττονα ἢ οὐ χείρονα ποιήσει τὰ τοῦ δεσπότου. Καὶ ἔνθα δανεισάμενος ἑαυτὸν ἀποθρέψει ἢ ἐνδύσει πρὸς τὴν συνήθειαν τοῦ δεσπότου. τὸ αὐτὸ καὶ περὶ υἱοῦ. Εἰ δὲ τὰ εἰς τέρψιν ἔργα ποιήσει, ἅπερ οὐκ ἂν ὁ δεσπότης ἐποίει, οὔκ ἐστι δαπάνημα, ἀλλ᾽ ἄδειαν ὁ δεσπότης ἔχει συγχωρῆσαι τοῖς δανεισταῖς περιελεῖν αὐτὰ χωρὶς τοῦ βλάψαι τὸν οἶκον, ἵνα μὴ ἀναγκασθῇ διὰ τὴν ἀπόδοσιν πωλῆσαι τὸν οἶκον. οὔτε γὰρ φροντιστὴς τοιαῦτα δαπανῶν παρὰ γνώμην ἢ ἐντολὴν τοῦ δεσπότου ἔχει ἀπαίτησιν.

46

pr.Ἐπὶ μὲν τῶν ἀναγκαίως ἀγοραζομένων ὅλον τὸ διδόμενον δαπάνημα ἐστι, κἂν μὴ δεκτὸν ὁ δεσπότης ἡγήσηται. ἐπὶ δὲ τῶν οὐκ ἀναγκαίων μὲν, ὡς ἀναγκαίων δὲ ἀγοραζομένων, δαπάνημά ἐστι τὸ ἀληθὲς τίμημα.

47

pr.Ἐν δὲ τῷ γ΄ κεφ. θέμ. β '· Ἐὰν ὡς πράττων τῷ πατρί μου δανείσωμαι καὶ προικίσω τὴν θυγατέρα μου, δαπάνημά ἐστι.

48

pr.Τὸ αὐτὸ κἂν ἀδελφὴν ἢ ἐξ ἄλλου ἀδελφοῦ ἐκγόνην τοῦ πατρός μου προικίσω, κἂν δοῦλος δανεισάμενος προικίσῃ τὴν θυγατέρα τοῦ δεσπότου.

49

pr.Ἐν δὲ τῷ ἐ κεφ. Ἐὰν ἐγγυησάμενος ὁ παῖς τὸν πατέρα καταβάλῃ, δαπάνημά ἐστιν· ἐλευθεροῖ γὰρ αὐτόν. ὥσπερ καὶ ὅτε διεκδικήσας αὐτὸν καταδικασθῇ· ὑποδεχόμενος γὰρ τὴν ἀγωγὴν αὐτοῦ ἐλευθεροῖ αὐτόν.

50

pr.Ἐν δὲ τῷ ' κεφ. Ἐὰν υἱὸς ἢ δοῦλος τῷ πατρὶ ἢ τῷ δεσπότῃ ἀγοράσῃ ἀγρὸν, δαπάνημά ἐστι. [καὶ] εἰ μὲν ἥττονος ἄξιός ἐστι, τὸ ἀληθὲς τίμημα λογίζεται· εἰ δὲ πλείονος, μόνον τὸ δοθέν.

51

pr.᾿Εν δὲ τῷ η΄ κεφ. Ἐὰν υἱὸς ὑπὲρ πατρὸς ἀντιφωνήσῃ, τότε δαπάνημα ποιεῖ, ὅτε καταβάλῃ.

52

pr.Ἐν δὲ τῷ η΄ τί. κεφ. α· Εἴτε ἐπὶ μαρτύρων ἐπιτρέψει μοί τις συναλλάξαι τῷ δούλεῳ αὐτοῦ εἴτε δι᾽ ἐπιστολῆς εἴτε ψιλοῖς ῥήμασιν εἴτε δι᾽ ἀγγέλου, εἴτε ἐφ᾽ ἑνὶ πράγματι εἴτε γενικῶς, εἴτε οὕτως· ὅπερ θέλεις συνάλλαξον τῷδε τῷ δούλῳ μου, εἰς ὁλόκληρον ὡς [καὶ] αὐτὸς συναλλάξας ἐνέχεται, εἰ μὴ νόμος ἰδικός τι κωλύει. ἔξεστι δὲ αὐτῷ πρὶν ἢ συναλλάξω τὴν ἰδίαν ἀνακαλεῖσθαι κέλευσιν καὶ δῆλόν μοι ποιεῖν. οὕτω γάρ ἐστι καὶ ἐπὶ ἐντολῆς. εἰ δὲ καὶ ἐντελεῖται ὁ πατὴρ ἢ ὁ δεσπότης ἢ ὑπογράψει τὸ χειρόγραφον τοῦ δούλου, ἐνέχεται τῇ κατ᾿ αὐτοῦ ἀγωγῇ ὡς ἐπιτρέψας, οὐ μὴν ἐὰν ἐγγυήσηται τὸν δοῦλον. καὶ ἐὰν δεκτὸν ἡγήσηται τὸ πραχθὲν παρὰ τοῦ υἱοῦ ἢ τοῦ δούλου, χώρα τῇ κατὰ τοῦ δεσπότου ἀγωγῇ ὡς ἐπιτρέψαντος.

53

pr.Ἐν δὲ τῷ ἑ κεφ. Ἐὰν πατὴρ ἢ δεσπότης μέλλων δανείζεσθαι κελεύσῃ ἀπαριθμηθῆναι τῷ υἱῷ ἢ τῷ δούλῳ, οὐχ ὡς ἐπιτρέψας πραγματεύσασθαι ἀλλὰ τῷ δανειακῷ ἐνάγεται.

54

pr.Ἀνάγν. καὶ βι. ζ ' τί. ε κεφ. νζ΄, ἐν ᾧ φησιν· Ὁ ὑπεξούσιος καὶ ἀπὸ συναλλαγμάτων καὶ ἀπὸ ἁμαρτημάτων ἐνάγεται. καὶ τελευτῶντος αὐτοῦ μετὰ προκάταρξιν, μεταβαίνει ἡ δίκη πρὸς τὸν πατέρα μέχρι τοῦ πεκουλίου καὶ τοῦ δαπανηθέντος περὶ τὰ τοῦ πατρὸς πράγματα. γματα καὶ μετὰ τὴν ἐλευθερίαν ἐπιμείνας τῇ διοικήσει οὔτε τῇ περὶ ἐντολῆς ἀγωγῇ οὔτε τῇ περὶ διοικήσεως ἐνέχεται εἰς ἅπερ ἐν καιρῷ δουλείας διώκησεν, εἰ μὴ ἄρα οὕτως ἑκατέρα διοίκησις ἥνωται᾿ ὡς μὴ δύνασθαι τοὺς λογισμοὺς αὐτῶν χωρίζεσθαι σε.

56

pr.Ἀνάγν. καὶ βι. ιθ΄ τί. ί κεφ. να θέμ. δ, ἐν ᾧ φησιν· Οὐ τὸ διάστημα οὐχ ὁ χρόνος τῆς δουλείας διακρίνει τὸν νεώνητον καὶ μὴ ἐντριβέντα τῶν τῆς πολιτείας ἐθῶν ἐκ τοῦ προβληθέντος δούλου ποιεῖν ἃ ποιοῦσιν ἐλεύθεροι, ἀλλὰ τὸ γένος καὶ ἡ αἰτία. καὶ νεώνητον γὰρ ἐὰν ἀγοράσω παρὰ σωματεμπόρου καὶ προστήσω αὐτὸν ὑπηρεσίας, ἔμπειρος εὑρίσκεται. καὶ οὐ διαφερόμεθα, εἰ οἶδε ῥωμαϊστὶ ἢ μὴ οἶδεν. ὁ δὲ παιδευθεὶς ἐλευθέρια σπουδάσματα κατ᾿ αὐτὸ τοῦτο ἔμπειρός ἐστιν.

57

pr.Ἀνάγν. βι. κγ ' τί. α΄ κεφ. κθ ' βι. κς ' τι. ζ ' κεφ. μά, ἐν ᾧ φησιν· Ἡ ἀποκαταστατικὴ ἀγωγὴ τα καὶ ἡ κατὰ τοῦ προστήσαντος ἀγωγὴ διηνεκεῖς εἰσιν, ἁρμόζουσαι κληρονόμοις καὶ κατὰ κληρονόμων.

58

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. ε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αἱ νοξαλίαι κατὰ τῶν δεσποτῶν ἁρμόζουσιν ἀπὸ τῶν ἁμαρτημάτων τῶν δούλων· καὶ ἔξεστιν αὐτοῖς τῇ νόξῃ καταδικασθεῖσιν ἐκδοῦναι τοὺς ἡμαρτηκότας, καὶ φυγεῖν τὴν ἀποτίμησιν τῆς δίκης.

59

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐὰν εἰδότος τοῦ δεσπότου καὶ δυναμένου κωλύσαι φονεύσῃ δοῦλος, ὁ δεσπότης ὡς φονεῦσαι δοκῶν ἐνάγεται· εἰ δὲ ἀγνοοῦντος, νοξαλία ἁρμόζει. Ὁ γὰρ μὴ κωλύσας δεσπότης ἐνέχεται, κἂν ἐκποιηθῇ ἢ ἐλευθερωθῇ ὁ δοῦλος. καὶ αὐτὸς δὲ ὁ πλημμελήσας ἐνέχεται κατὰ τὸν κανόνα τὸν λέγοντα· τὸ ἁμάρτημα τῇ κεφαλῇ ἀκολουθεῖ. εἰ δὲ ὁ δεσπότης ἐκέλευσε τῷ δούλῳ πλημμελῆ σαι, αὐτὸς μόνος ἰδίῳ ὀνόματι, οὐ μὴν ὁ πλημμελήσας ἐνέχεται. εἰ δὲ δοῦλος εἰδότος τοῦ δεσπότου κλέψει ἢ ἄλλο τὶ πλημμελήσει, νοξαλίως καὶ οὐκ ἰδίῳ ὀνόματι ὁ δεσπότης κατὰ τὸν δυοδεκάδελτον ἐνάγεται· ὡς ἐπ᾿ ἐκείνου μὲν τοῦ νόμου διδόντος ἄδειαν τοῖς δούλοις μὴ πειθαρχεῖν τοῖς δεσπόταις, ἐπὶ δὲ τοῦ ἀκουϊλίου συγγινώσκοντος αὐτοῖς πειθαρχοῦσιν. ἀλλ᾽ ἐπειδὴ [καὶ] ἐκ τῶν προγενεστέρων νόμων οἱ μεταγενέστεροι κανονίζονται, καὶ ἐπὶ τοῦ ἀκουϊλίου καὶ νοξαλίως ὁ δεσπότης ὀνόματι τοῦ δούλου ἐνάγεται.

60

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐν πάσαις ταῖς νοξαλίαις εἴδησιν τοῦ δεσπότου λέγομεν, ὅτε δυνάμενος οὐκ ἐκώλυσεν.

61

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ὅτε γινώσκει ὁ δεσπότης, καὶ ἰδίῳ ὀνόματι καὶ νοξαλίως ἐνάγεται. μιᾶς δὲ ποινῆς ἀπαιτηθείσης, ἣν ἂν ὁ ἐνάγων ἐπιλέξηται, ἀναιρεῖται ἡ ἄλλη. Εἴτε δὲ τὴν νοξαλίαν εἴτε τὴν ἰδίῳ ὀνόματι κινήσει, δύναται πρὸ ψήφου μέντοι καταλιμπάνειν αὐτὴν καὶ τὴν ἑτέραν κινεῖν· μετὰ δὲ ψῆφον ἐπὶ τῷ παντὶ πράγματι ἀντίκειται ἡ περὶ τοῦ πράγματος κρίσις, ἥτις ἐκβάλλει τὸν ἐνάγοντα.

62

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ὁ γινώσκων καὶ εἰς ὁλόκληρον ἐνάγεται, καὶ μετὰ τὸ ἐκποιηθῆναι ἢ ἐλευθερωθῆναι ἢ ἀποθανεῖν τὸν δοῦλον ἐνέχεται. οὐ μὴν ὁ κληρονόμος αὐτοῦ.

63

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐὰν παρὰ πλειόνων ἐνάγωμαι νοξαλίως προφάσει τοῦ αὐτοῦ δούλου, ὁ πρῶτος νικήσας λαμβάνει αὐτὸν, καὶ οὐχ ὑπόκειμαι τοῖς μετὰ ταῦτα νικῶσι, κἂν πρῶτοι ἐνήγαγον. Εἰ δὲ ὑπὸ αἵρεσιν ἐλευθερωθησόμενος ἦν, καὶ πρὸ ψήφου τῆς αἱρέσεως ἐξελθούσης ἐλευθερώσω αὐτὸν ἢ παράσχω τῷ λεγαταρίῳ, ἐλευθεροῦμαι, ὥσπερ εἰ καὶ πρὸ ψήφου ἀποκαταστατικὴν ἐλευθερίαν αὐτῷ ἐπιθήσω. Ὁ ἐκδιδοὺς ὀφείλει περὶ ἐκνικήσεως ἀσφαλίζεσθαι ἐξ οἰκείου ἔργου συμβαινούσης.

64

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Μὴ θέλων ὁ δεσπότης ἐναχθῆναι τῇ νοξαλίᾳ ἐκδιδότω τὸν δοῦλον· τοῦτο γὰρ [μή] ποιῶν ἐνάγεται. οὐ καταδικάζεται δὲ, εἰ μὴ νέμεται ἢ δόλῳ ἐπαύσατο.

65

pr.Ἐν δὲ τῷ κα κεφ. Ὁ δεσπότης ὁμολογῶν ἔχειν τὸν δοῦλον ἢ προαγαγέτω αὐτὸν ἢ ἀπόντα διεκδικείτω· ἐπεὶ εἰς τὸ διαφέρον καταδικάζεται, ὡσανεὶ παρόντα μὴ ἐκδιδοὺς αὐτόν. Αρνουμένου τοῦ δεσπότου ἔχειν τὸν δοῦλον ἐπιτέτραπται τῷ ἐνάγοντι, ἢ ὅρκον ἐπιφέρειν ἢ ἐνάγειν εἰς τὸ διαφέρον· καὶ ἐὰν ἀποδείξῃ αὐτὸν ἔχειν ἢ δόλῳ παυσάμενον, νικᾷ· εἰ δὲ μὴ, ἐκπίπτει τῆς ὑποθέσεως.

66

pr.Ἐν δὲ τῷ κέ κεφ. Οὐ μόνον ὁ μὴ ἔχων τὸν δοῦλον οὐκ ἀναγκάζεται ἐναχθῆναι, ἀλλὰ καὶ ὁ ἔχων μὲν, παραχωρῶν δὲ τῷ ἐνάγοντι τὸ ἴδιον δίκαιον, ὡσανεὶ καταδικασθῇ.

67

pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἐὰν ἡ φαμιλία μου κλέψῃ, καὶ μὴ θέλω ἐκδοῦναι αὐτοὺς, τοσοῦτον δίδωμι, ὅσον εἷς ἐλεύθερος κλέψας· τουτέστι τὸ διπλοῦν καὶ τὴν τοῦ πράγματος διατίμησιν.

68

pr.Ἐν δὲ τῷ λη ' κεφ. Αἱ νοξαλίαι διηνεκεῖς εἰσιν, καὶ χώραν ἔχουσιν ἐφ᾽ ὅσον ὁ ἐναγόμενος ἐκδοῦναι δύναται. καὶ ἁρμόζουσι κληρονόμοις καὶ κατὰ κληρονόμων, οὐχ ὡς κληρονόμων, ἀλλ᾽ ὡς δεσποτῶν. ὅθεν μετὰ ἐκποίησιν καὶ ὁ νέος δεσπότης ἐνάγεται.

69

pr.Ἔνθα οἱ δοῦλοι ἥμαρτον, ὀφείλουσι παρίστασθαι καὶ διεκδικεῖσθαι. καὶ μὴ διεκδικῶν ὁ δεσπότης πάντων στερεῖται.

70

pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Ἡ διάταξις ὁμοία τῇ β΄ καὶ τῇ γ ' καὶ λέγει, ὅτι ὁ δεσπότης ἀγνοῶν τὸ πταῖσμα τοῦ οἰκέτου νοξαλίως μόνον κατέχεται· εἰδὼς δὲ ἰδίῳ ὀνόματι. ὅλον δὲ τὸ τῆς διατάξεως νόμιμον τοιοῦτόν ἐστι, ὅτι ἐὰν οἰκέτης ἀλλότριος ἁρπάσῃ, εἴσω μὲν ἐνιαυτοῦ τὸ τετραπλοῦν ζητεῖ ἡ περὶ ἁρπαγῆς πραγμάτων ἀγωγή, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν, ἤτοι ἐφ᾽ ᾧ δοῦναι τὸν οἰκέτην εἰς νόξαν, ἢ κατέχεσθαι τὸν δεσπότην αὐτοῦ καὶ εἰς τὸ περιελθὸν εἰς αὐτόν. εἰ δὲ συνειδότος τοῦ δεσπότου ἥρπασεν, εἰς τὸ διαφέρον ἐνέχεται ὁ δεσπότης πάντως· τουτέστιν ἢ εἰς τὸ τετραπλοῦν ἢ εἰς τὸ ἁπλοῦν. εἰ δὲ τὴν σὴν γαμετὴν ἥρπασε, κατ᾿ αὐτοῦ τοῦ οἰκέτου κίνησον τὸ δημόσιον ἔγκλημα.

71

pr.Ἀνάγν. καὶ τί. ς ' κεφ. λε΄ καὶ τί. ιβ΄ κεφ. ζ ' καὶ κεφ. νγ΄, θέμ. δ΄, ἐν ᾧ φησιν· Ἐὰν δύο δοῦλοί σου ἄργυρον καὶ ἐσθῆτά μου κλέψωσι, καὶ κινήσω κατά σου περὶ τοῦ ἑνὸς ἐπὶ τῇ ἐσθῆτι, καλῶς περὶ τοῦ ἄλλου κινῶ ἐπὶ τῷ ἀργύρῳ. καὶ κεφ. νς ' καὶ τί. να κεφ. λε΄.