JGR V 20.3
Περὶ υἱοθετούντων καὶ υἱοθετουμένων, καὶ τίνες δύνανται υἱοθετεῖν ἢ υἱοθετεῖσθαι, καὶ τίνες οὐ δύνανται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λγ ' τί. α΄ οὗτινος, ἐν τῷ ιζ ' κεφ. φησίν· Οὐδεὶς υἱοθετεῖσθαι τὸν ἄνηβονα δύναται, εἰ μὴ συγγενὴς αὐτοῦ ἢ χρηστὴν ἔχων πρὸς αὐτὸν διάθεσιν· ἵνα μὴ ἔχωσιν ἄδειαν οἱ ἐπίτροποι λύειν τὰς ἐπιτροπὰς καὶ τὰς παρὰ τῶν γονέων γενομένας ὑποκαταστάσεις υἱοθετοῦντες τοὺς ὑπ᾿ αὐτῶν ἐπιτροπευομένους. Ζητεῖται δὲ καὶ τὰ περὶ τῆς οὐσίας τοῦ ἀνήβου καὶ τοῦ θέλοντος αὐτὸν υἱοθετήσασθαι, μήποτε οὐ συμφέρει, καὶ τὰ περὶ τῶν τρόπων τοῦ υἱοθετουμένου καὶ τῆς ἡλικίας, μήποτε ὀφείλει μᾶλλον παιδοποιῆσαι, καὶ εἰ ἔχει παῖδας, ἵνα μὴ μειωθῇ ἡ ἐλπὶς αὐτῶν τῆς διαδοχῆς, ἢ ὁ ἄνηβος εὑρεθῇ λαμβάνων ἧττον ἤπερ ἐστὶν ἄξιον.
2
pr.[Ἐν δὲ τῷ μς΄ κεφ. Ἡ γυνὴ οὐ δύναται υἱοποιεῖσθαι, ἥτις οὐδὲ ὑπεξουσίους ἔχει τοὺς παῖδας. ἀλλ᾽ ἐπειδὴ εἰς παραμυθίαν τῶν ἀπολομένων παίδων βούλεται λαβεῖν, δίδομεν αὐτῇ τοῦτο ποιεῖν ὡσανεὶ ἐξ αὐτῆς τεχθέντα αὐτόν.]
3
pr.Ἐν δὲ τῷ μζ΄ κεφ. Ἡ υἱοθεσία τῶν αὐτεξουσίων οὐκ ἄλλως γίνεται, ἢ ἐνταῦθα ἢ ἐν ἐπαρχίᾳ, εἰ μὴ κατὰ βασιλικὴν ἀντιγραφὴν γένηται ἡ θέσις.
4
pr.Ἐν δὲ τῷ να κεφ. Δεῖ τὸν λαμβάνοντα εἰς υἱοθεσίαν εἶναι μείζονα τοῦ λαμβανομένου, ἐπειδὴ πρὸς μίμησιν τῆς φύσεως ἐπινενόηται, ἡ δὲ φύσις πρεσβύτερον εἶναι· τοῦ υἱοῦ τὸν πατέρα. νομίζεται γὰρ τέρας εἶναι καὶ τῆς φύσεως ἀλλότριον τὸ λέγειν μείζονα εἶναι τὸν παῖδα τοῦ πατρός. ταῦτα δὲ καὶ ὑπεξουσίων καὶ αὐτεξουσίων συμβαίνει. δεῖ δὲ καὶ προηγεῖσθαι τὸν πατέρα ὀκτωκαίδεκα ἐνιαυτούς. ἡ γὰρ τοιαύτη ἡλικία ἐφηβότης λέγεται τελεία, ὅτε καὶ οἱ βραδέως ἡβῶντες ἡβῶσι τοῦ σχήματος πάντως συντρέχοντος.
5
pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Ὅτι ὁ μὲν καστράτος καὶ ὁ θλιβίας οὐ λαμβάνουσιν εἰς θέσιν, οὔτε αὐτεξούσιον παρὰ βασιλέως οὔτε ὑπεξούσιον παρὰ ἄρχοντος· οἷς γὰρ ἡ φύσις ἠρνήσατο τὸ παιδοποιεῖν, τούτοις καὶ ὁ νόμος κατὰ πόδα βαδίζων τῆς φύσεως. ἀνέλπιστα γὰρ αὐτοῖς τὰ τῆς παιδοποιΐας. ὁ δὲ σπάδων, ἐπειδὴ τοῦτον ἐλπὶς εἰκὸς τοῦ πάθους ἀπαλλαγέντα δύνασθαι παιδοποιεῖν, εἰς θέσιν λήψεται καὶ ὑπεξούσιον καὶ αὐτεξούσιον. ἀλλ᾽ ὁ σπάδων λαμβάνων ὑπεξούσιον εἰς θέσιν οὐχ ἕξει τοῦτον ὑπεξούσιονς.
6
pr.Ἐν δὲ τῷ νγ ' κεφ. Ἐστὶ καὶ ἑτέρα κοινωνία υἱοθεσίας, ἣν ἀποτελεῖ ἡ γυνή. γυνὴ γὰρ οὐδὲ κατὰ βασιλικὴν αἴτησιν οὐδὲ κατὰ ἀρχοντικὴν δύναται λαβεῖν εἰς θέσιν τινά. ἡ γὰρ θέσις δίδωσιν ἡμῖν τὴν κατὰ τοῦ παιδὸς ὑπεξουσιότητα, αὕτη δὲ τοὺς φυσικοὺς παῖδας ὑπεξουσίους οὐκ ἔχει· ὁ δὲ νόμος ἀκολουθεῖ τῇ φύσει. εἰκότως οὐ λήψεται εἰς θέσιν τινὰ, εἰ μὴ ἄρα ἐκ φιλοτιμίας βασιλέως πρὸς παραμυθίαν τῶν τελευτησάντων αὐτῆς παίδων βουληθῇ λαβεῖν. ὥστε οὖν ἡ ἔχουσα παῖδας γυνὴ οὐδὲ διὰ βασιλέως ἀντιγραφῆς εἰς θέσιν λήψεταί τινα. πρὸς ταῖς εἰρημέναις διαφοραῖς ἐστὶ καὶ αὕτη.
7
pr.Ἀνάγν. καὶ βι. ι ' τί. δ ' κεφ. δ΄ θέμ. δ΄. φησὶ γάρ· Ὁ ἀφήλιξ καὶ κατὰ υἱοθεσίαν ἀποκαθίσταται. τυχὸν γὰρ αὐτὸς μὲν ἐστι πλούσιος, ὁ δὲ λαβὼν αὐτὸν πένης.