JGR V 20.8
Περὶ ὑπευθύνων εἰς φυλακὴν βαλλομένων ἢ ἐγγυητὰς διδόντων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. λε΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἄρχων διασκοπείτω, πότερον ὁ κατηγορούμενος ὀφείλει φυλακῇ ἐμβάλλεσθαι, ἢ στρατιώταις παραδίδοσθαι, ἢ ἐγγυηταῖς ἢ ἑαυτῷ καταπιστεύεσθαι. τοῦτο δὲ γίνεται ἐκ τῆς ποιότητος τοῦ ἐγκλήματος, ἢ διὰ τὴν τιμὴν ἢ τὴν εὐπορίαν τοῦ ἐναγομένου ἢ τὴν ἀξίαν αὐτοῦ, ἢ διὰ τὸ μηδὲν αὐτὸν ἡμαρτηκέναι.
2
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ὁ ἔχων ἐγγύας οὐ δεσμεῖται, εἰ μὴ βαρύ ἐστι τὸ παρ᾽ αὐτοῦ ἁμαρτηθὲν, ὡς μήτε ἐγγυηταῖς μήτε στρατιώταις αὐτὸν ὀφείλειν παραδοθῆναι.
3
pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ ἐγγυησάμενος τὸν κατηγορηθέντα χρηματικὴν δίδωσι ποινὴν μὴ παριστῶν αὐτόν. εἰ δὲ κατὰ δόλον οὐ παρίστησι, καὶ ἐξτραορδινὲμ καταδικάζεται.