IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Υ

JGR V 20.9

Περὶ ὑπηρεσιῶν ἤτοι καρπῶν δούλων ἀπαιτουμένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιε΄ τί. α΄ κεφ. λὰ καὶ λβ ', ἐν ᾧ φησιν· Οὐ μόνον τῶν ἐφήβων οἰκετῶν ἀπαιτοῦνται καρποὶ, ἀλλὰ γὰρ καὶ τοῦ ἀνήβου ὑπηρεσίαι. ἀναισχύντως δὲ καρποὺς ὁ κύριος ἐπιζητεῖ τέχνης, ἣν ὁ νομεὺς οἰκείοις ἐδίδαξε δαπανήμασι. μετὰ δὲ τὸν κε΄ ἐνιαυτὸν ἀντιλογίζονται ταῖς δαπάναις αἱ ὑπηρεσίαι τοῦ τεχνίτου. καὶ κεφ. οθ ' καὶ πα΄.

2

pr.Ἀνάγν. καὶ βι. ις΄ τί. ζ΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησίν· Ὁ καρπὸς τοῦ δούλου αἱ ἱπηρεσίαι εἰσί. καὶ διὰ τοῦτο ὡς ἐν τοῖς ἄλλοις καρποῖς ὑπεξαιροῦνται αἱ ἀναγκαῖαι δαπάναι.

3

pr.Ἐν δὲ τῷ δ ' κεφ. Αἱ ὑπηρεσίαι τῶν τεχνιτῶν καὶ τῶν ἀτέχνων πρὸς τὴν ποιότητα καὶ τὴν ὑπηρεσίαν ἀπαιτοῦνται.