IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ν

JGR V 13.1

Περὶ ναυτικῶν ἐνοχῶν καὶ παντοίων ἀγωγῶν τῶν κινουμένων περὶ πλοίων καὶ πάντων τῶν ἐν αὐτοῖς ἐμπλεόντων, ναυκλήρων, πιστικῶν, ναυτῶν, ἐμπόρων τε καὶ λοιπῶν ἐπιβατῶν, καὶ περὶ ναυαγίου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νγ΄, οὗτινος ἐν τῷ α΄ τί. διαλαμβάνεται ἐν οἷς ἐνέχονται οἵ τε ναύκληροι καὶ οἱ πιστικοὶ καὶ οἱ προστήσαντες αὐτοὺς ἀπωλείας ἢ ναυαγίου γινομένου.

2

pr.Ἐν δὲ τῷ ς ' κεφ. τοῦ αὐτοῦ α΄ τί. φησίν· Ὅπερ ἂν λάβωσιν ἐπὶ τῷ φυλάξαι οἱ ναύκληροι καὶ οἱ πανδοχεῖς, εἰ μὴ ἀποκαθιστῶσιν, ἐνέχονται. ἐν αὐτοῖς δὲ ἐστι μηδένα ὑποδέξασθαι.

3

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐνέχονται δὲ καὶ διὰ τῶν προβεβλημένων εἰς παραφυλακὴν, οἷον ναυφυλάκων καὶ διαιταρίων, εἰς ὅπερ καὶ ὑποδέξονται, κἂν αὐτὸς ποιήσῃ τὸ χειρέμβολον.

4

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Απὸ τῶν συναλλαγμάτων τῶν ναυτῶν ὁ ναύκληρος οὐκ ἐνάγεται· ἀπὸ δὲ τῶν ἁμαρτημάτων αὐτῶν ἐνάγεται. προνοεῖν γὰρ ὀφείλει τοῦ χηρεύειν αὐτοὺς δόλου καὶ ῥᾳθυμίας ἤτοι κακίας.

5

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ προστησάμενος τὸν πιστικὸν τοῦ πλοίου ἐνάγεται ὥσπερ ὁ προστήσας πρωτεύοντα ἐργαστηρίου ἢ πραγματείας. Ἀπὸ μόνων τῶν προσφόρων συναλλαγμάτων τῇ προστασίᾳ τοῦ πιστικοῦ ἐνέχεται ὁ ναύκληρος. εἰ δὲ δανεισάμενος εἰς ἀνανέωσιν τοῦ πλοίου ἢ δαπάνην τῶν ναυτῶν στρέψει τὰ χρήματα εἰς ἰδίας χρείας, ἐνέχεται ὁ ναύκληρος· οὐ μὴν εἰ ἐξ ἀρχῆς ἀπατηλὴν ἔσχε γνώμην, καὶ οὐκ ἐξεφώνησε προφάσει τοῦ πλοίου λαμβάνειν. εἰ δὲ καὶ εἰς τὰ τιμήματα τῶν ἀγορασθέντων πράγματων ἀπατήσει, ζημιοῖ τὸν ναύκληρον.

6

pr.Ἐν δὲ τῷ λα΄ κεφ. Ἐὰν κλαπῇ τι ἐν πλοίῳ ἢ καπηλείῳ ἢ πανδοχείῳ παρὰ τῶν ὄντων ἐν αὐτοῖς, εἴτε συμβουλῇ καὶ συνεργείᾳ τοῦ ναυκλήρου εἴτε τῶν ναυτῶν, ἐξουσίαν ἔχει ὁ κλαπεὶς τὴν περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀπαιτοῦσαν ἀγω γὴν κινῆσαι κατὰ τοῦ κλέπτου ἢ τοῦ προεστῶτος τοῦ πλοίου ἢ τοῦ καπηλείου ἢ τοῦ πανδοχείου. εἰ μέντοι τὴν φυλακὴν τοῦ πράγματος ὁ ναύκληρος ἢ ὁ κάπηλος ἀνεδέξατο, αὐτὸς ἔχει τὴν ἀγωγὴν, καὶ οὐχ ὁ δεσπότης.

7

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Εἰ καὶ παρὰ γυναικὸς προβληθῇ ναύκληρος, ἐκ τῶν πρὸς αὐτὸν συναλλαγμάτων κατέχεται ἡ γυνὴ τῇ περὶ αὐτῶν ἀγωγῇ. κἂν γὰρ προεστῶτα ἐργαστηρίου προβάλληται ἡ γυνὴ, τῇ περὶ αὐτοῦ ἀγωγῇ κατέχεται. οὐδὲ γὰρ ἀλλότριά εἰσι ταῦτα τὰ συναλλάγματα, ἀλλ᾽ αὐτῆς τῆς γυναικός· ἐπειδὴ ἄλλον ἐγγυησαμένη γυνὴ οὐ κατέχεται. οὔτε γὰρ δεῖ τὰς γυναῖκας ὑπὲρ ἀλλοτρίων συναλλαγμάτων ἐνέχεσθαι.

8

pr.Ἐν δὲ τῷ β΄ τί. διαλαμβάνεται περὶ πλοίου ἐκδικουμένου, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Αμέλεια καὶ δόλος ἐστὶ τὸ πλοῖον ἐν ἀνεπιτηδείῳ καιρῷ πλωΐσαι.

9

pr.Ὁ πλοῖον τρυπήσας ὑπόκειται τῇ ἀγωγῇ τῇ ἀπαιτούσῃ ἐξ ὁμολογίας μὲν τὸ ἁπλοῦν, ἐξ ἀρνήσεως δὲ τὸ διπλάσιον.

10

pr.Ἐν δὲ τῷ ε΄ κεφ. Ἐὰν πλοῖόν σου ἐμπεσὸν εἰς ἐμὸν ζημιώσῃ με, εἰ μὲν ἠδύναντο οἱ ναύκληροι τοῦτο κωλύσαι γενέσθαι, ἐνάγονται τῇ προειρημένῃ ἀγωγῇ, ὥσπερ ἐν χειρὶ ἢ κοντῷ ζημιώσαντες. εἰ δὲ τοῦ σχοίνου ῥαγέντος ἢ μηδενὸς ἰθύνοντος ἐνέπεσεν, οὐχ ὑπόκειται ὁ δεσπότης. εἰ δὲ καὶ τῇ βίᾳ τῶν ἀνέμων ἐμπέσῃ τὸ πλοῖον εἰς ἀλλοτρίας ἀγκύρας, καὶ κόψουσιν αὐτὰς οἱ ναῦται, οὐκ ἐνέχονται· εἴγε ἄλλως ἑαυτοὺς εὐλυτῶσαι οὐκ ἠδύναντο. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐμπεσόντων εἰς δίκτυα. Εἰ δὲ ῥᾳθυμίᾳ καὶ ἀμελείᾳ τῶν ναυτῶν συνέβη, χώρα τῇ προειρημένῃ ἀγωγῇ διὰ τὴν ἀπώλειαν ' τῶν δικτύων, οὐ μὴν τῶν ἁλιευθέντων ἰχθύων. τὸ αὐτὸ καὶ ἐπὶ κυνηγῶν καὶ ἰξευτῶν. Ἐὰν ναῦς ναῦν βυθίσῃ, ὁ κυβερνήτης ἢ ὁ πρωρεὺς ἐνάγεται ἢ οἱ ναῦται ἐξ ἀμελείας· εἰ μὴ πολλὴ ἦν ἡ βία τῶν ἀνέμων. Ἐὰν πλοῖον καταποντίσῃ ἕτερον ἐρχόμενον κατ᾿ αὐτοῦ, ἐνάγεται ὁ πρωρεὺς ἢ ὁ κυβερνήτης. εἰ δὲ ἐξ ὑπερβολῆς χειμῶνος τοῦτο γέγονεν, οὐκ ἐνέχεται ὁ δεσπότης. εἰ δὲ δι ' ἀμέλειαν τῶν ναυτῶν συνέβη, ἀρκεῖ ὁ ἀκουΐλιος. Ἐὰν τὸν σχοῖνον, εἰς ὃν τὸ πλοῖον ἐδέδετο, κόψῃ τὶς καὶ ἀπόληται, εἰς τὸ διπλοῦν καταδικάζεται.

11

pr.Ἐν δὲ τῷ ια κεφ. Ἐὰν ἀγοράσω πλοῖον μετὰ τῆς ἐξαρτίας, τὴν σκάφηνε οὐ λαμβάνω. οὔτε γάρ ἐστιν αὐτοῦ ἐξαρτία. ἑκάτερον γὰρ τοῦ αὐτοῦ γένους ἐστὶ, τῷ δὲ μεγέθει διαλλάττουσιν· ἄλλου δὲ δεῖ γένους εἶναι τὴν ἐξαρτίαν καὶ ἄλλου τὸ πρωτότυπον.

12

pr.Ἐν δὲ τῷ γ ' τί. διαλαμβάνεται περὶ ναυαγίου καὶ ἁρπαγῆς καὶ ἀποβολῆς καὶ συνεισφορᾶς, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν διὰ τὸ κουφισθῆναι τὸ πλοῖον ἀποβληθῶσι φορτία, πάντων συνεισαγόντων ἀποθεραπεύεται τὸ ῥιφέν. Πάντα τὰ πράγματα, καὶ τὰ μὴ βαροῦντα τὸ πλοῖον καὶ αὐτό γε μὴν τὸ πλοῖον, πρὸς τὴν ἀποτίμησιν αὐτῶν ὑπόκεινται τῇ συνεισφορᾷ· ἐξῃρημένων τῶν ἐλευθέρων κεφαλῶν καὶ τῆς σιταρκίας. συνεισάγεται γὰρ αὕτη τοῖς ἐν τῷ πλοίῳ μὴ ἔχουσι δαπάνην. ἁρμόζει δὲ κατὰ τοῦ πιστικοῦ τοῖς δεσπόταις τῶν ἀποβληθέντων ἡ ἀγωγή.

13

pr.Ἐν δὲ τῷ γ ' κεφ. Ἐν τῇ συνεισφορᾷ τὰ μὲν ἀποβληθέντα πρὸς ὅπερ ἠγοράσθησαν ἀποτιμῶνται, οὐ μὴν πρὸς ὃ πραθῆναι ἠδύναντο. οὐ γὰρ κέρδους, ἀλλὰ ζημίας γίνεται λόγος. τὰ δὲ σωθέντα πρὸς ὃ δύνανται πραθῆναι ἀποτιμῶνται.

14

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Απολλυμένου τοῦ πλοίου οἱ σώσαντες ἐκ τοῦ ναυαγίου τὰ ἴδια οὐ συνεισάγουσι. τότε γὰρ γίνεται συνεισφορὰ, ὅτε διὰ τὸ σωθῆναι τὰ λοιπὰ σώου τοῦ πλοίου ὄντος ἀποβληθῶσι. Τοῦ ἱστοῦ τμηθέντος, διὰ τὴν σωτηρίαν τοῦ πλοίου καὶ τῶν φορτίων, ἡ συνεισφορὰ γίνεται.

15

pr.Τῆς ἐξαρτίας ὑπὸ τοῦ χειμῶνος ἀπολλυμένης ἑτέραν ὁ ναύκληρος ὠνήσατο, καὶ οὕτω πλεύσας ἔσωσε τὰ φορτία. οὐ χρεωστοῦσιν οἱ δεσπόται αὐτῷ συνεισάγειν.

16

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ναυαγήσαντος τοῦ πλοίου, ὅπερ ἂν τις ἐκ τῶν ἰδίων σώσῃ, ἑαυτῷ ἔχει, ὡσανεὶ ἐξ ἐμπρησμοῦ.

17

pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ὁ τὰ ἐκ τῆς ἀποβολῆς τῶν πλοίων ἐπαίρων διὰ κέρδος κλοπὴν ἁμαρτάνει.

18

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Τὸ ἀπὸ ναυαγίου ἢ ἀποβολῆς διὰ χρονίας χρήσεως οὐ δεσπόζεται. οὐδὲ γάρ ἐστιν ἀδέσποτον.

19

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Ὁ τὸ ἐκριφὲν ἀπὸ ναυαγίου λαμβάνων, εἰ μέν τινος παρεντεθέντος χρόνου, κλέπτης ἐστίν. εἰ δὲ κατὰ τὸν ναυαγίου καιρὸν, ἀδιάφορόν ἐστιν, εἴτε ἀπὸ θαλάσσης εἴτε ἀπὸ τοῦ αἰγιαλοῦ λάβῃ αὐτό.

20

pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Ἐάν τις ἀπὸ ναυαγίου ἀφέληταί τι ἢ μειώσῃ, ἐντὸς ἐνιαυτοῦ εἰς τὸ τετραπλάσιον κατέχεται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν.

21

pr.Ἐν δὲ τῷ η΄ τί. περιέχεται τὰ κεφάλαια τοῦ ῥοδίου νόμου, οὗτι· νος ἐν τῷ β΄ κεφ. φησίν· Ἐὰν βουλήσει τοῦ ναυκλήρου οἱ ναῦται σύλα ποιήσωσιν, ἀγκύρας πλοίου ἑτέρου ὁρμῶντος ἐν λιμένι ἢ ἐν ἀκτῇ ἀφελόμενοι, καὶ συμβῇ ἐντεῦθεν ἀπώλειαν γενέσθαι τοῦ πλοίου τοῦ τὰς ἀγκύρας συληθέντος, καὶ τούτων οὗτως ἐν ἀκριβείᾳ ἀποδεικνυμένων, πᾶσαν τὴν προσγενομένην ζημίαν ἐν τῷ πλοίῳ καὶ τὰ ἐν τῷ πλοίῳ σῶα ἀποδιδότω ὁ ναύκληρος ὁ τὰ σύλα ἐπιτρέψας γενέσθαι. ἐὰν δέ τις κλέψῃ σκεύη πλοίου ἤ τι τῶν ἐν τῷ πλοίῳ χρηματιζόντων, τουτέστι σχοίνων τε καὶ καναβίων καὶ ἀρμένων ἢ διφθερῶν καὶ καράβων καὶ λοιπῶν, διπλᾶ ἀποδιδότω ὁ τὰ σύλα ποιήσας.

22

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν ναύτης κελεύσει τοῦ ναυκλήρου κλοπὴν ποιήσῃ ἐμπόρου ἢ ἐπιβάτου, καὶ καταληφθεὶς κατασχεθῇ, ὁ ναύκληρος διπλᾶ ἀποδιδότω τοῖς τὰ σύλα παθοῦσιν. ὁ δὲ ναύτης λαμβανέτω ξυλαγώγια ρ΄. ἐὰν δὲ ναύτης αὐτοβούλως συλήσας κατασχεθῇ ἢ καὶ διὰ μαρτύρων ἐλεγχθῇ, σφοδρῶς βασανιζέσθω, καὶ μάλιστα ἐὰν τὰ σύλα χρυσίον ἦν· καὶ τὴν ἀποκατάστασιν τῷ συληθέντι ποιείτω.

23

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐάν τις τῶν ναυκλήρων ἢ ἐμπόρων ἢ ναυτῶν τρώσῃ τινὰ γρόνθῳ καὶ πηρώσῃ, ἢ λὰξ δῷ καὶ συμβῇ κήλην ποιῆσαι, δώσει ὁ κρούσας τὰ ἰατρεῖα, καὶ ὑπὲρ μὲν τοῦ ὀφθαλμοῦ χρυσίνους ιβ΄, ὑπὲρ δὲ τῆς κήλης χρυσίνους ι΄. εἰ δὲ ὁ λὰξ κρουσθεὶς ἀποθάνῃ, ἔνοχος ἔσται ὁ κρούσας τῆς δίκης τοῦ θανάτου.

24

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ἐὰν περὶ ἐκβολῆς βουλεύσηται ὁ ναύκληρος, ἐρωτάτω· τοὺς ἐπιβάτας οἷς χρήματά ἐστιν ἐν τῷ πλοίῳ. ὅτι δὲ ἐὰν γένηται τοῦτο, ψῆφον ποιείτωσαν. συμβαλλέσθωσαν δὲ εἰς συμβολὴν καὶ τὰ χρήματα. στρώματα δὲ καὶ ἱμάτια καὶ σκεύη πάντα ἐκτιμάσθω. καὶ ἐὰν γένηται ἐκβολὴ, τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις μὴ πλέον λίτρας μιᾶς, κυβερνήτῃ δὲ καὶ πρωρεῖ μὴ πλέον ἡμιλίτρου, ναύτῃ γράμματα τρία. παῖδες δὲ, καὶ εἴ τις ἄλλος συμπλέει μὴ ἐπὶ πράσει ἀγόμενος, κατὰ τιμὴν ὤν.

25

pr.Ἐν δὲ τῷ ι κεφ. Ἐὰν ναύκληρος ἅμα τοῖς ναύταις ἀμελήσῃ, καὶ συμβῇ ζημία ἢ ναυάγιον, ὁ ναύκληρος καὶ οἱ ναῦται ὑποκείσθωσαν τῷ ἐμπόρῳ εἰς τὴν ἀπόδοσιν τῆς ζημίας. εἰ δὲ ἀπὸ ἀμελείας τοῦ ἐμπόρου συμβῇ ἀπώλειαν τοῦ πλοίου καὶ τοῦ γόμου γενέσθαι, ὑποκείσθω ὁ ἔμπορος ἐν τῇ ζημίᾳ τοῦ ναυαγίου καὶ τῇ τοῦ πλοίου. εἰ δὲ τοῦ ναυκλήρου μὴ ἐμποδίσαντος, μηδὲ τῶν ναυτῶν μηδὲ τοῦ ἐμπόρου, συμβῇ ζημία ἢ ναυάγιον, τὰ σωζόμενα μέρη τοῦ πλοίου καὶ τῶν φορτίων εἰς συμβολὴν ἐρχέσθωσαν.

26

pr.Ἐν δὲ τῷ ια΄ κεφ. θέμ. ε΄· Ἐὰν εἰσέλθῃ ὁ ἐπιβάτης εἰς πλοῖον καὶ ἔχῃ χρυσίον ἢ ἕτερόν τι, παρατιθέσθω αὐτὸ τῷ ναυκλήρῳ. εἰ δὲ μὴ παραθέμενος εἴπῃ, ὅτι χρυσίον ἀπώλεσα ἢ ἀργύριον, ἄκυρα ἔστω τὰ παρ᾽ αὐτοῦ λεγόμενα. ὁ δὲ ναύκληρος καὶ οἱ ναῦται, ὁμοῦ οἱ ἐμπλέοντες ὅρκον παρεχέτωσαν.

27

pr.Ἐν δὲ τῷ κη ' κεφ. Ἐὰν πλοῖον ἐν τῇ ἐμβολῇ ἐμποδισθῇ ὑπὸ ἐμπόρου ἢ κοινωνοῦ πληρωθείσης τῆς προθεσμίας, καὶ συμβῇ ἀπὸ πειρατείας ἢ πυρκαϊᾶς ἢ ναυαγίου ἀπώλειαν γενέσθαι τοῦ πλοίου, ὁ τὸ ἐμπόδιον ποιήσας ἐμφερέτω τὰς ζημίας.

28

pr.Ἐν δὲ τῷ λα΄ κεφ. Ἐὰν ὁ ἔμπορος φορτώσῃ τὸ πλοῖον καί τι συμβῇ τῷ πλοίῳ, τὰ σωζόμενα πάντα εἰς συμβολὴν ἐρχέσθωσαν ἑκάτερα. τὸ δὲ ἀργύριον ἐὰν σώζηται, πέμπτας ἐπιδιδότω. ὁ δὲ ναύκληρος καὶ οἱ ναῦται βοηθείας παρεχέτωσαν εἰς τὸ σῶσαι.

29

pr.Ἐν δὲ τῷ λδ ' κεφ. Ἐὰν πλοῖον ὀθόνην ἢ βέστην κομίζῃ, ὁ ναύκληρος διφθέρας καλὰς παρεχέτω, ἵνα μὴ ὑπὸ χειμῶνος τῇ ἐπικλάσει τῶν κυμάτων τὰ φορτία ἀδικηθῇ. ἐὰν δὲ τὸ πλοῖον ὑπεραντλήσῃ ὁ ναύκληρος, εὐθὺς λεγέτω τοῖς τὰ φορτία ἔχουσιν ἐν τῷ πλοίῳ, ἵνα ἡ ἔκθεσις γένηται τῶν φορτίων. ἐὰν δὲ οἱ ναῦται φανερὸν ποιήσωσι τῷ ναυκλήρῳ, καὶ εἶθ οὕτως βλαβῇ τὰ φορτία, ὑπεύθυνον εἶναι τὸν ναύκληρον ἅμα τοῖς ναύταις. εἰ δὲ προδιαμαρτύρηται ὁ ναύκληρος ἅμα τοῖς ναύταις, ὅτι τὸ πλοῖον ὑπερήντλησε καὶ ἔκθεσθε, οἱ δὲ ἐμβαλλόμενοι τὰ φορτία ἀμελήσουσι τοῦ ἐκθέσθαι, ἀζήμιοι ἤτωσαν᾿ ὅ τε ναύκληρος καὶ οἱ ναῦται.

30

pr.Ἐν δὲ τῷ λε΄ κεφ. Ἐὰν πλοῖον ἐκβολὴν ποιήσηται τῆς καταρτίας αὐτομάτως ἀποβαλλομένης ἢ κοπτομένης, πάντες οἱ ναῦται καὶ οἱ ἔμποροι καὶ τὰ φορτία καὶ τὸ πλοῖον σωθέντα εἰς συμβολὴν ἐρχέσθωσαν.

31

pr.Ἐν δὲ τῷ λζ΄ κεφ. Ἐάν τι πάθῃ τὸ πλοῖον, καὶ σωθῇ τὰ τῶν ἐμπόρων ἢ ἐπιβατῶν, τὸ δὲ πλοῖον ἀπόληται, τὰ μὲν γραμματεῖα σωζόμενα πέντε καὶ δεκάτας παρεχέτωσαν, ὁ δὲ ἔμπορος καὶ οἱ ἐπιβάται μὴ δότωσαν τῷ ναυκλήρῳ τὸ πλοῖον.

32

pr.Ἐν δὲ τῷ μα κεφ. Ἐὰν πλέωσιν ἐν πλοίῳ ἐπιβάται, καὶ ἢ διαφθαρῇ ἢ ἀπόληται τὸ πλοῖον, τὰ δὲ τῶν ἐπιβατῶν σωθῇ, ἐπιφερέτωσαν οἱ ἐπιβάται τὴν ἀπώλειαν τοῦ πλοίου. ἐὰν δὲ ἐπιβάται δύο ἢ τρεῖς ἀπολέσωσι τὸ χρυσίον αὐτῶν ἢ τὰ εἴδη, ἀπὸ πάντων λαμβανέτωσαν κατὰ τὴν δύναμιν πρὸς τὴν ἀπώλειαν ἅμα τῇ συμβολῇ τοῦ πλοίου.

33

pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Ἐὰν πλοῖον ἔχῃ γόμον καὶ ἐν ζάλῃ ἐκβολὴ τῆς καταρτίας γένηται, ἢ τῶν αὐχένων κλάσις ἢ ἀπώλειά τινος τῶν ἐφολκίων, ἐὰν μὲν ἐκ τῆς ζάλης συμβῇ τὸν γόμον βραχῆναι, ἀνάγκη πᾶσα εἰς συμβολὴν ταῦτα ἔρχεσθαι. εἰ δὲ ὁ γόμος ἐκ τῆς ἀντλίας πλεῖον βλαβῇ καὶ οὐχὶ ἐκ τῆς ζάλης, τὰ ναῦλα λαμβανέτω ὁ ναύκληρος, καὶ τὰ εἴδη παραδιδότω ξηρὰ μέτρῳ καθὼς παρέλαβεν.

34

pr.Ἐν δὲ τῷ μζ ' κεφ. Ἐὰν χρυσίον ἢ ἀργύριον ἢ ἑτερόν τι ἐκ βυθοῦ ἐπαρθῇ ἀπὸ οὐργυιῶν ὀκτὼ, λαμβανέτω ὁ ἀποσώζων τὸ τρίτον μέρος· εἰ δὲ ἀπὸ οὐργυιῶν ιε΄, λαμβανέτω ὁ ἀποσώζων τὸ ἥμισυ διὰ τὸν κίνδυνον τοῦ βυθοῦ. τῶν δὲ ἐκριπτομένων ἀπὸ θαλάσσης εἰς γῆν καὶ εὑρισκομένων ἢ ἐπιφερομένων ἐπὶ πῆχυν ἕνα, λαμβανέτω ὁ ἀποσώζων δέκατον μέρος τῶν ἀποσωζομένων.