JGR V 13.2
Περὶ τῶν νεμομένων τὸ ἀλλότριον εἴτε καλῇ πίστει εἴτε κακῇ.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ς ' τί. α΄ κεφ. νδ ', ἐν ᾧ φησιν· Ὁ τὸν μὴ κεχρεωστημένον τόπον ὑπεισελθὼν ἱεροσυλίᾳ ὑποκείσθω, μὴ δυνάμενος ἄγνοιαν προβαλέσθαι '.
2
pr.Ἀνάγν. καὶ βι. θ ' τί. γ ' κεφ. ξ΄΄, ἐν ᾧ φησιν. Ὁ κακῇ πίστει νομεὺς οὐ μόνον τὸ πρᾶγμα ἀποδίδωσι καὶ τοὺς καρποὺς οὓς ἔλαβεν, ἀλλὰ καὶ οὓς ἠδύνατό τις λαβεῖν καρποὺς, καὶ δίδωσι τούτους μετὰ προκάταρξιν. ταῦτα δὲ νόησον μὴ ἐπὶ τῆς ἀπαι τήσεως τῆς κληρονομίας· ἐπὶ ἐκείνης γὰρ καὶ οἱ πρὸ τῆς προκατάρξεως καρποὶ καταφέρονται. εἰ δὲ καὶ τελευτήσει οὕτως ἐπὶ κληρονόμῳ, καὶ ὁ κληρονόμος αὐτοῦ εἰς τὸ ἐλάττωμα αὐτοῦ ὑπεισιὼν τὰ αὐτὰ ἀπαιτεῖται.
3
pr.Ἀνάγν. καὶ βι. ιε΄ τί. α΄ κεφ. ξα, ἐν ᾧ φησιν· Ὁ κακῇ πίστει νομεὺς τοὺς καρποὺς, οὓς ἠδύνατο λαβεῖν ὁ ἐνάγων, δίδωσι τοῦ πλοίου καὶ τοῦ ἐργαστηρίου καὶ τοῦ μεσαύλου, τῶν εἰωθότων μισθοῦσθαι· καίτοι τοῦ κληρονόμου μὴ διδόντος τόκους τῶν εὑρεθέντων χρημάτων, ἐὰν μὴ ἥψατο αὐτῶν. διότι τὸ πλοῖον οὐκ ἐκκινδυνεύεται τῷ νομεῖ, ὡς τὰ χρήματα τῷ δανείζοντι. καὶ κεφ. ξδ΄ καὶ ξὲ καὶ τί. δ΄ κεφ. δ΄ καὶ ἐ΄ θέμ. ς ' καὶ κεφ. ζ θέμ. γ΄ καὶ κεφ. ια θέμ. γ΄. Ἀνάγνωθι καὶ τὸ περὶ δεσποτείας καὶ τὸ περὶ ἐκδικουμένων πραγμάτων.
4
pr.Ἀνάγν. καὶ βι. κγ ' τί. γ ' κεφ. κγ ', ἐν ᾧ φησιν· Ὁ καλῇ πίστει νομεὺς τοὺς καρποὺς λαμβάνων δεσπόζει αὐτῶν, κἂν ἄλλος αὐτοὺς ἔσπειρεν. ἐοίκασι γὰρ τοῖς ἐκ τῶν ὑπηρεσιῶν τοῦ δούλου προσποριζομένοις, καὶ ἐν τῇ λήψει τῶν καρπῶν ' δίκαιον ἔχει δεσπότου τοῦ ἀγροῦ. ὁ δὲ δεσπότης λαμβάνει τοὺς καρποὺς, κἂν ἀλλότριον σῖτον σπείρῃ. μεῖζον δὲ δίκαιον ὁ καλῇ πίστει νομεὺς ἔχει παρὰ [τὸν] τὴν χρῆσιν ἔχοντα. εἰ γὰρ μὴ αὐτὸς ὁ τὴν χρῆσιν ἔχων λάβῃ τοὺς καρποὺς, οὐ δεσπόζει αὐτῶν. οἱ δὲ ὁπωσοῦν ληφθέντες τοῦ καλῇ πίστει εἰσὶν, ὡς καὶ τοῦ ἔχοντος ἐμφυτευτικὸν ἀγρόν.
5
pr.Ἀνάγν. καὶ βι. νή τί. ιζ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὁ ἐξ ἄλλου λαβὼν, κἂν βίᾳ ἢ λάθρα ἢ παρακλήσει, νικᾷ σε ἐνάγοντα, οὐ μὴν εἰ ἀπὸ σοῦ ἔλαβε. παρὰ σοῦ γὰρ νέμεται. πρὸς ἄλλους γὰρ, εἴτε δικαίως εἴτε ἀδίκως νέμομαι, πλέον ἔχω τοῦ μὴ νεμομένου. Ἐμοῦ καὶ σοῦ τὸ αὐτὸ εἰς ὁλόκληρον νεμομένων, εἰ σὺ ἐξ ἐμοῦ ἀδίκως νέμῃ, ἐγὼ καλλίων εἰμί. εἰ δὲ μὴ ἐξ ἐμοῦ, κἂν ἀδίκως νέμῃ, οὐδεὶς ἡμῶν ἡττᾶται τῷ ἄλλῳ.