IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ν

JGR V 13.3

Περὶ νηπίων ἐκτιθεμένων ἤτοι ῥιπτομένων, ἐλευθέρων τε καὶ δούλων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. λά τί. ς ' κεφ. δ΄, ἐν ᾧ φησι· Φονεύει τὸ τικτόμενον οὐ μόνον ὁ πνίγων, ἀλλὰ καὶ ὁ ῥίπτων καὶ ὁ μὴ τρέφων καὶ ὁ ἐν δημοσίοις τόποις ἐκτιθέμενος ἐπὶ ἐλεημοσύνῃ ἣν αὐτὸς οὐκ ἔχει.

2

pr.Ἀνάγν. βι. λγ ' τί. β΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Εἷς ἕκαστος τὴν ἰδίαν γονὴν τρεφέτω. εἰ δὲ ἔκθηται αὐτὴν, ἀξίως τιμωρηθήσεται. οὐκέτι δὲ ἢ δεσπότης ἢ πάτρων ἐκδικῆσαι δύναται, ὅπερ ἂν ἔκθηται.

3

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Θεσπίζομεν, ὅσοι ἐν ἐκκλησίαις ἢ ἐν ῥύμαις ἢ ἄλλοις τόποις ἀποῤῥιφέντες δειχθῶσι, τούτους πᾶσι τρόποις ἐλευθέρους εἶναι παρακελευόμεθα, εἰ καὶ ἀκριβής τις ἀπόδειξις ὑπάρχει τῷ ἐνάγοντι εἰς τὸ δεῖξαι τὸ τοιοῦτον πρόσωπον τῇ αὐτοῦ διαφέρειν δεσποτείᾳ. εἰ γὰρ τοῖς ἡμετέροις προτέτακται νόμοις, ὥστε τοὺς νοσοῦντας οἰκέτας παρὰ τῶν δεσποτῶν καταφρονηθέντας καὶ ὡς τῆς αὐτῶν ὑγείας ἀπελπισθείσης ἐκ τῶν κεκτημένων ἐπιμελείας μὴ ἀξιουμένους πάντως εἰς ἐλευθερίαν ἀναρπάζεσθαι, πῶς ἄρα γε τοὺς ἐν αὐτῇ τῇ τῆς ζωῆς ἀρχῇ τῇ τῶν ἄλλων ἀνθρώπων καταλειφθέντας εὐσεβείᾳ καὶ παρ᾿ αὐτῶν ἀνατραφέντας ἀνεξόμεθα εἰς ἄδικον δουλείαν καθέλκεσθαι; ἀλλὰ τούτους ἐλευθεροῦσθαι θεσπίζομεν, μήτε τὰς ἐκ τῶν ἡμετέρων νόμων τῶν ταῦτα πραττόντων διαφευγόντων ποινὰς, οἷα πάσης ἀπανθρωπίας καὶ ὠμότητος πεπληρωμένων, καὶ τοσοῦτον πάσης μιαιφονίας χείρονος, ὅσον ταύτην τοῖς ἀθλιωτέροις ἐπάγουσι '.