JGR V 13.4
Περὶ τῶν εἰς νομὴν ἤτοι διακατοχὴν πεμπομένων, καὶ ἐκ ποίων αἰτιῶν πέμπονται, καὶ πότε τὰ εἰς νομὴν δοθέντα πιπράσκονται, καὶ περὶ παραγραφῆς τῶν εἰς νομὴν μὲν πεμφθέντων, βίᾳ δὲ ἢ δόλῳ ἐκβληθέντων ἢ κωλυθέντων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. θ΄ τί. ς΄ [κεφ. α΄], ἐν ᾧ διαλαμβάνεται, ὅτι ἐκ τριῶν σχεδὸν αἰτιῶν πέμπεταί τις εἰς νομὴν, ἢ λεγατάριος ἐπὶ φυλακῇ τῶν πραγμάτων ἢ τῶν λεγάτων, ἢ γυνὴ γαστρὸς ὀνόματι, ἢ ἐπὶ μελλούσης διὰ συμπτώσεως ζημίας ἀγωγῇ.
2
pr.Καὶ ὁ χρεωστούμενος παρὰ ἀνήβου μὴ ἐκδικουμένου πέμπεται εἰς νομήν.
3
pr.Εἰ γὰρ ἐκδικεῖται ὑπὸ κηδεμόνος ἢ ἄλλου τινὸς, ἀργεῖ ἡ πομπή. ὁμοίως καὶ ἐπὶ μαινομένου.
4
pr.Πιπράσκονται δὲ τὰ πράγματα τοῦ ὑφισταμένου νομὴν, εἰ μὴ ἄνηβος ᾖ ἢ διὰ πρᾶγμα δημόσιον δίχα δόλου ἀπέστιν.
5
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. φησίν· Εἴ τις διὰ περιγραφὴν κρύπτεται καὶ μὴ ἐκδικεῖται, καὶ νομὴν καὶ διάπρασιν ἐπὶ τοῖς οἰκείοις ὑφίσταται.
6
pr.[Ἐν δὲ τῷ η΄ κεφ. Ὁ] ὑπὸ ἡμέραν ἢ αἵρεσιν χρεωστῶν κἂν λανθάνῃ, οὐ πάσχει διάπρασιν πρὸ τῆς ἡμέρας ἢ τῆς αἱρέσεως. οὐ γάρ ἐστι χρέος· ὥσπερ οὐδ᾽ ὁ ὑποκείμενος ἀγωγῇ, ἣν ἐκβάλλει παραγραφῇ.
7
pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ὁ κωλύων με ἐπιβῆναι τῆς νομῆς τῶν τοῦ χρεώστου μου ὑπόκειταί μοι εἰς τὸ διαφέρον. εἰ δὲ καὶ λεγατάριος ὢν πεμφθῶ καὶ κωλυθῶ, κἂν δύνηται ἀσθε νεῖν τὸ αἱρετικὸν λεγάτον, ὅμως διατιμᾶται ἡ ἀσφάλεια. δανειστὴς δὲ αἱρετικὸς οὐ πέμπεται, ὁ δυνάμενος καὶ πωλεῖν. ἀνάγν. καὶ τί. ζ.
8
pr.Καὶ βι. νς΄ τί. κά, ἐν ᾧ φησι, πῶς δεῖ γενέσθαι τὴν παράδοσιν πρὸς τὸν ἐπὶ νομῇ στελλόμενον.
9
pr.Ἀνάγν. καὶ βι. να τί. ει, οὗτινος ἐν τῷ α΄ κεφ. θέμ. β΄ φησίν Εἴτε δανειστὴς εἴτε λεγατάριος εἴτε γαστὴρ εἰς νομὴν πεμφθῶσι, κινοῦσι τὴν ἰμφακτοὺμα, εἴτε δόλῳ εἴτε ἄλλως κωλυθῶσιν. ἐνάγεται δὲ καὶ ὁ κωλύων καὶ ὁ ἐξωθῶν, κἂν μὴ βίαν ἐποίησε, πλὴν εἰ μὴ ἴδιον ἐνόμισε τὸ πρᾶγμα, ἢ ὑποκεῖσθαι αὐτῷ ἢ μὴ εἶναι τοῦ χρεώστου.
10
pr.Ἐνάγεται δὲ εἰς ὅσον διέφερε τῷ δανειστῇ κατασχεῖν τὸ πρᾶγμα. ὥστε εἰ ψευδὲς ἦν τὸ χρέος, δι᾽ ὃ ἐπέμφθη εἰς νομὴν, ἢ καὶ ὑπὸ παραγραφῆς σου ἐξεβάλλετο, οὐχ ἕξει τὴν ἀγωγήν.
11
pr.Ἀνάγν. καὶ βι. νή τί. ί κεφ. λβ ' καὶ μβ καὶ μγ ' καὶ μδ΄, ἐν οἷς φησι περὶ τῶν διὰ μέλλουσαν ζημίαν πεμπομένων εἰς νομήν. Οἷον ἐὰν ὁ γείτων τὸν σαθρωθέντα οἶκον αὐτοῦ καὶ ἀπειλοῦντα πτῶσιν μὴ ἀνανεοῖ, ἢ μὴ ἀσφαλίζεταί με τοῦ μήτινα καινοτομίαν παθεῖν ἐξ αὐτοῦ, πέμπομαι εἰς νομήν.