IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.33

Περὶ τῶν προσφευγόντων τῇ ἁγίᾳ ἐκκλησίᾳ δούλων τε καὶ ἐλευθέρων, καὶ τίνες μὲν αὐτῶν ἐκδικοῦνται, τίνες δὲ αὐτῶν οὐκ ἔχουσιν ἀθώωσιν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ε΄ τί. α΄ κεφ. ια΄, ἐν ᾧ φησι· Μέχρι τῶν πρὸ τῆς δημοσίας ἀγορᾶς τῆς ἐκκλησίας ὅρων τὸ ἀσφαλὲς ἐχέτωσαν οἱ προσφυγόντες τοῖς ἐνδοτέροις λουτροῖς ἢ κήποις ἢ οἰκήμασι χρώμενοι, καὶ κωλυέσθωσαν ἐντὸς τοῦ ναοῦ ἐσθίειν καὶ πίνειν ἢ ὑπνοῦν. ὅπλοις δὲ ἑαυτοὺς μὴ ἀσφαλιζέσθωσαν, ἀλλ᾽ ἀποτιθέσθωσαν ταῦτα παρὰ τῷ ἐπισκόπῳ, ἢ πειθόμε νοι πρῶτον, ἢ μετὰ ταῦτα ἐκβαλλόμενοι.

2

pr.Μεθ᾽ ὅπλων ὁ οἰκέτης προσφυγὼν εὐθὺς ἐκβαλλέσθω. ἀνθιστάμενος δὲ μείζονι βιαζέσθω δυνάμει κἂν μαχόμενος τελευτήσῃ, ἀνεύθυνος ἔσται ὁ ἐπελθὼν δεσπότης.

3

pr.Ἀνάγν. καὶ βι. ς ' τί. γ ' κεφ. ιζ΄ θέμ. δ΄, ἐν ᾧ φησιν· Οὔτε ἀνδροφόνοις οὔτε μοιχοῖς οὔτε παρθένων ἅρπαξιν ἁμαρτάνουσι τὴν ἐκ τῶν ὅρων φυλάξεις· ἀσφάλειαν, ἀλλὰ κἀκεῖθεν ἐξελ κύσεις καὶ τιμωρίαν αὐτοῖς ἐπάξεις. οὐ γὰρ τῶν τὰ τοιαῦτα ἁμαρτανόντων φείδεσθαι προσήκει, ἀλλὰ τῶν περιόντων, ἵνα μὴ τοιαῦτα ὑπὸ τῶν τολμηροτέρων πάσχοιεν. ἄλλως τε ἡ ἐκ τῶν ἱερῶν ἀσφάλεια οὐ τοῖς ἀδικοῦσιν, ἀλλὰ τοῖς ἀδικουμένοις δέδοται παρὰ τοῦ νόμου. καὶ οὐκ ἂν εἴη δυνατὸν ἑκάτερον ἰσχυρίζεσθαι τῇ παρὰ τῶν ἀσύλων τόπων ἀσφαλείᾳ, καὶ τὸν ἀδικοῦντα καὶ τὸν ἀδικούμενον.

4

pr.Ἀνάγν. καὶ βι. ιθ ' τί. ζ΄ κεφ. ι΄, ἐν ᾧ φησι· Τοὺς καταφεύγοντας οἰκέτας εἰς σεβασμίους οἴκους καὶ δίκαια αὐτοῦντας οὐ χρὴ περιορᾶν, ἀλλ᾽ εἴπερ διαγνώσεως· γενομένης εὑρέθησαν οἱ δεσπόται ἢ ἀμέτρως αὐτοὺς βασανίζοντες ἢ λιμοκτονοῦντες ἢ εἰς πρᾶξιν αἰσχρὰν ἕλκοντες, ἐκ τούτων διαπιπράσκειν αὐτοὺς ἀναγκάζεσθαι πρὸς τὸ μηκέτι ὑποστρέφειν εἰς τὴν ἑαυτῶν δεσποτείαν. ἀλλὰ καὶ τὴν πρᾶσιν καλῇ αἱρέσει ποιεῖν, ὥστε μὴ διά τινων σεσοφισμένων αἱρέσεων καὶ μετὰ τὴν ἐκποίησιν αὐτοὺς κακοποιεῖν, ἢ ἐν δεσμοῖς εἶναι συμφωνοῦντας ἢ ἐπὶ τῷ οἰκεῖν ἐν χώρᾳ βαρυτάτους ἐχούσῃ τοὺς ἀέρας.

5

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. με κεφ. ιζ ', ἐν ᾧ φησιν· Ὁ τὸν προσφεύγοντα εἰς τὴν ἁγίαν ἐκκλησίαν ἰδίᾳ αὐθεντίᾳ ἀποσπάσας τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.