JGR V 16.34
Περὶ τῶν προσφευγόντων εἰς προστασίαν τινῶν δυνατῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ ' τί. θ΄, οὗτινος ἐν τῷ α κεφ. φησίν· Ἡ διάταξις λέγει, τὸν μὲν προσφεύγοντα προσώποις δυνατοῖς εἰς προστασίαν δίκης ἕνεκεν ἐκπίπτειν τῆς δίκης· τὸν δὲ δεχόμενον εἰς προστασίαν τινὰ, κἂν συγκλητικός ἐστιν, ἔξω τῶν διατεταγμένων τιμωρεῖσθαι· παρακελευομέν [η] τοῖς ἄρχουσι τῶν ἐπαρχιῶν, ταύτην τὴν νομοθεσίαν φυλάττειν ἀπαρεγχεί ρητον.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἐάν τις ἐν τῷ δανείζειν ἢ ἄλλως πως συναλλάγματα ποιεῖν παραιτεῖται μὲν τὸ εἰς οἰκεῖον ὄνομα λαβεῖν ἀσφάλειαν ἤτοι γραμματεῖον ἢ ἄλλο συμβόλαιον, εἰς ὄνομα δὲ δυνατοῦ προσώπου παρασκευάζει γίνεσθαι τὸ γραμματεῖον, κελεύει ἡ διάταξις ἐκπίπτειν τοῦ τοιούτου χρέους τὸν τοῦτο πεποιηκότα.
3
pr.Ἀνάγν. καὶ τί. ι΄, ἐν ᾧ φησι· Πολλάκις τινὲς περὶ δι καίων αἰτιῶν ἐναγόμενοι καὶ μηδαμόθεν ἐλπίζοντες τὸ νικᾷν καταπτοοῦσι τοὺς ἐνάγοντας δυνατῶν [τινων] προσώπων ὀνόματα προφέροντες, καὶ τίτλους ὀνόματι τούτων τῶν δυνατῶν ἐπιτιθέασι τοῖς πράγμασι περὶ ὧν ἐνάγονται, ἢ ἐπιφημίζουσιν ὅτι τῷδε τῷ δυνατῷ προσώπῳ διαφέρει τὸ πρᾶγμα. κελεύει ἡ διάταξις, εἰ μὲν εἰδότος τοῦ δυνατοῦ προσώπου ταῦτα γίνεται ὀνόματι αὐτοῦ καὶ ἐφησυχάζει, ἀτιμοῦσθαι αὐτόν. ἐὰν δὲ ἀγνοοῦντος τοῦ δυνατοῦ προσώπου ἐπιφημίζῃ ὁ ἐναγόμενος ὀνόματι αὐτοῦ τινα ἢ καὶ τοὺς τίτλους ἐπιτίθησι τοῖς πράγμασι, κελεύει αὐτὸν τὸν ἐναγόμενον τιμωρεῖσθαι ὡς καὶ αὐτὸ τὸ δυνατὸν πρόσωπον λοιδοροῦντα. τῆς δὲ τιμωρίας τὸ εἶδος, ἵνα μολίβδῳ πανταχόθεν περισφιγγόμενος τουτέστι κλοιοφορῶν ἢ πλουβατιζόμενος διηνεκῶς εἰς τὸ μέταλλον ἐκπέμπηται. Πρὸς τούτοις δὲ νομοθετεῖ ἡ διάταξις πάντα ἐναγόμενον περὶ ὧν νέμεται πραγμάτων, καὶ δεχόμενον τὸ περὶ ὧν νέμεται βιβλίον, ἐὰν ἐν τοῖς ἀντιῤῥήτοις λιβέλλοις ὄνομά τινος τῶν δυνατῶν ἐνθήσῃ, παραχρῆμα τῆς κτήσεως αὐτὸν καὶ τῆς διοικήσεως ἐκπίπτειν· καὶ μηδὲ δύνασθαι αὐτὸν ἐπαναλαμβάνειν τοῦτο τὸ πρᾶγμα, εἰ καὶ δικαίας ἔχει τινὰς ἐπὶ τῷ πράγματι τούτῳ δικαιολογίας. τὸ δὲ δυνατὸν πρόσωπον ἀνεχόμενον ταῖς ἀλλοτρίαις δίκαις τὴν οἰκείαν ἐκτίθεσθαι προσηγορίαν, μήτε τῆς τῶν πραγμάτων δεσποτείας μήτε τῆς νομῆς ἀνηκούσης αὐτῷ, ὡς ἐργολάβον τῆς συκοφαντίας καὶ ὡς τῆς οἰκείας ἐπιτιμίας μὴ φειδόμενον ἀτιμοῦσθαι νομοθετεῖ.
4
pr.Ἀνάγν. καὶ τί. ιά, ἐν ᾧ φησι περὶ τῶν τίτλους ἐπιτιθέναι κατατολμώντων ἢ σφραγίδας, καὶ τοῦ μηδὲ παρὰ τῶν τὰ δημόσια διοικούντων δίδοσθαί τινι προστασίαν προφάσει τοῦ κατάχρεων αὐτὸν εἶναι τῷ δημοσίῳ.
5
pr.Ἀνάγν. καὶ βι. ι ' τί. λζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐπίτηδες ἀνθ᾽ ἑαυτοῦ ἐπὶ βλάβῃ μου καταστήσας μοι ἄλλον ἀντίδικον, τυχὸν δυνάστην ἢ ἐξ ἑτέρας ἐπαρχίας, ἐνέχεταί μοι τῇ ἰμφακτοὺμ ' εἰς τὸ διαφέρον·
6
pr.Ἢ τὸν μέλλοντά με σκύλλειν.
7
pr.Καὶ γὰρ ἐνάγων τῷ ἐξ ἑτέρας ἐπαρχίας ἀναγκάζομαι ἐν τῇ ἐπαρχίᾳ αὐτοῦ ἐνάγειν.
8
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Οὐ μόνον εἰ δεσποτείαν, ἀλλ᾽ εἰ καὶ νομήν τις μετάγει, χώρα τῇ ἰμφακτοὺμε, ὡς ἐπὶ αὐτῷ τῷ πράγματι ἀγωγῆς. Οὐκ ἐνέχεται ὁ διὰ νόσον ἢ γῆρας μεταφέρων ἢ ἀσχολίαν ἀναγκαίαν· ἐπειδὴ κωλυθήσεταί τις καὶ διὰ τοῦ ὡς ἐν ἰδίῳ πράγματι ἐντολέως δικάζεσθαι.
9
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ἡ παροῦσα ἀγωγὴ οὐκ ἐστι ποιναλία, ἀλλὰ πράγματος ἀπαίτησιν ἔχει, καὶ δίδοται κληρονόμοις. κατὰ κληρονόμων δὲ ἢ τῶν ὁμοίων ἢ μετ᾿ ἐνιαυτὸν [οὐ] δίδοται.
10
pr.Ἀνάγν. καὶ βι. νς ' τί. ιγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐάν τις πρὸς περιγραφὴν τῶν δημοσίων καταφύγῃ εἰς προστασίαν τινὸς, προσχήματι δωρεᾶς ἢ πράσεως ἢ μισθώσεως, μὴ ἐῤῥώσθω τὸ γεγονὸς, καὶ τῶν συμβολαιογράφων τῶν ταῦτα [συν-] τελούντων δημεύσει ὑποκειμένων, καὶ τῆς κώμης τῆς τοῦτο ποιούσης δημευομένης. ὁ δὲ ὑποδεξάμενος, εἰ μὲν εὐπορεῖ, λίτρας ἑκατὸν παρεχέτω· εἰ δὲ ἀπορεῖ, δημενέσθω· τῇ αὐτῇ ποινῇ ὑποκειμένων καὶ τῶν συνεργησάντων τῷ πράγματι.
11
pr.[Ἐν δὲ τῷ β΄ κεφ.] Μηδεὶς κωμήταις προστασίαν ὑπισχνείσθω, μηδὲ δεχέσθω γεωργοὺς ἐπὶ τούτῳ ὑπόσχεσιν προσόδων ἢ ἕτερον κέρδος λαμβάνων. εἰ δέ τις παραβαίη ταῦτα, καὶ τοῖς προειρημένοις ἐπιτιμίοις ὑποπεσεῖται, καὶ ἑτέρᾳ μείζονι πειρασθήσεται κινήσει.