JGR V 16.32
Περὶ προστίμων ἤτοι ποινῶν τῶν ἐξ ἐπερωτήσεως καὶ τῶν ἀπὸ καταδίκης ἀρχόντων.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. μγ ' τί. α΄ κεφ. έ καὶ ς΄ θέμ. γ ' καὶ κεφ. ιθ΄ καὶ ξθ΄ καὶ κεφ. ρκά θέμ. ς΄. ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί· Μέχρι πεντήκοντα λιτρῶν ἐπὶ τῶν βαρυτάτων ἁμαρτημάτων οἱ ἔπαρχοι προστιμάτωσαν.
2
pr.Οἱ δὲ ἔμπρακτοι τῶν ἐπαρχιῶν ἄρχοντες μέχρι δύο οὐγκιῶν προστιμάτωσαν. οἱ δὲ ἀνθύπατοι καὶ ὁ κόμης τῆς ἀνατολῆς καὶ ὁ αὐγουστάλιος ἄχρις ἓξ οὐγκιῶν· οἱ δὲ λοιποὶ περίβλεπτοι ἄρχοντες καὶ οἱ ἐν τάξει τῶν ἐπάρχων ὄντες μέχρι τριῶν οὐγκιῶν προστιμάτωσαν. ταῦτα πάντα τὰ πρόστιμα τῷ ταμείῳ προσκυρούσθωσαν, εἰ μὴ ἔτυχον εἰς δημόσιον ἔργον ἢ εἰς τὸν δρόμον ἢ εἰς ἀναγκαίαν ἑτέραν ἀφορισθέντα χρείαν.
3
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Οὐ δύναταί τις πλέον τοῦ τρίτου προστιμῆσαι τῷ αὐτῷ κατὰ τὸν αὐτὸν ἐνιαυτόν· ἐπείτοιγε τὸ προστιμηθὲν μὲν τῷ δημοσίῳ, τὸ δὲ διπλάσιον ἀναδώσει τῷ προστεθέντι ', σωζομένης δηλονότι τῆς τετυπωμένης τιμωρίας κατὰ τῶν τὰ μείζονα πταιόντων, οἷον ἱεροσυλίαν, ἁρπαγὴν μετὰ βίας, διασεισμὸν, κλοπὴν καὶ εἴ τι τοιοῦτον.
4
pr.Ἀνάγν. καὶ βι. κγ ' τί. γ΄ κεφ. θ΄ καὶ νη ', ἐν ᾧ φησιν· Οὐ δύναταί τις πρόστιμον ἐπερωτᾷν ὑπὲρ τὴν τῶν νομίμων τόκων ποσότητα.