IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.31

Περὶ προξενητῶν καὶ προξενητικῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νδ΄ τί. ιε΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὁ προξενητὴς δανείσματος εἰ καὶ ἐπαινεῖ τὸ συνάλλαγμα, οὐκ ἐνέχεται, οὔτε λαμβάνων τὶ ὑπὲρ μεσιτείας ὑπόκειται. ἀλλ᾽ εἰ δόλον ἐποίησε τῷ δανειστῇ, κατέχεται τῇ περὶ δόλου ἀγωγῇ·

2

pr.Ἐν δὲ τῷ γ ' κεφ. Εἰ καὶ ῥυπαρόν ἐστι τὸ λαμβάνειν προξενητικά, ὅμως ἀπαιτεῖται μεμετρημένα, καὶ πρὸς τὸ ποσὸν καὶ τὸ πρᾶγμα καὶ τὴν ὑπουργίαν τοῦ προξενητοῦ.

3

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἡ διάταξις βούλεται, τὸν προξενοῦντα γάμον μάλιστα μὲν μηδὲν λαμβάνειν. εἰ δὲ ὅλως ἀνέχεται λαβεῖν, εἰ μὲν μηδὲν συνεφώνησε περὶ τούτου, μηδὲν ὅλως λαμβάνειν· εἰ δὲ καὶ συνεφώνησε, μὴ ὑπὲρ τὴν εἰκοστὴν μοῖραν τῆς προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς ἐπιζητεῖν, ἐὰν ἡ προὶξ ἄχρι διακοσίων λιτρῶν ἐστι χρυσίου. ἔλαττον δὲ εἰ βούλεται λαβεῖν ἐπιτρέπει αὐτῷ. εἰ δὲ καὶ ὁσησδήποτε ποσότητος ἡ προίξ ἐστι, περαιτέρω τῶν δέκα λιτρῶν τοῦ χρυσίου οὐκ ἐπιτρέπει τῷ προξενητῇ λαμβάνειν.