JGR V 16.30
Περὶ προικὸς καὶ πρὸ γάμου δωρεᾶς, ὅτι οὐχ ὑπόκεινται κληρονομιαίαις ἀποκαταστάσεσιν, καὶ ὅτι μετὰ τὸν γάμον δύνανται ἐπαυξεῖσθαι, καὶ περὶ του μὴ ἐκποιεῖσθαι τὰ ἀκίνητα αὐτῶν, καὶ περὶ προνομίου προικὸς, καὶ ὅτι οὐ συλλογίζεται εἰς τὴν τοῦ ἀνδρὸς ὑπόστασιν ἡ προὶξ ἐπιφερομένης αὐτῷ λειτουργίας .
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κη ' τί. ιέ κεφ. ια θέμ. ς'΄, ἐν ᾧ φησι· Τὰ μὲν ἄλλα πάντα τῆς πρῴην παρ᾽ ἡμῶν τεθειμένης διατάξεως κύρια μένειν βουλόμενοι, τουτὶ δὲ καινίζοντες μόνον, ἵνα εἴ τις τὸ λοιπὸν ἀποκατάστασιν ποιοῖτο τῶν ἑαυτοῦ πραγμάτων, πρῶτον μὲν φυλάττοι τῷ παιδὶ τὸ νόμιμον μέρος, οὐ τὸ τέταρτον (τοῦτο γὰρ ἐπηνωρθώσαμεν πενίαν αὐτοῦ πολλὴν καταγνόντες), ἀλλὰ τὸ τρίτον πάντως ἢ τὸ ἥμισυ κατὰ τὸν τῶν παίδων ἀριθμόν· ἔπειτα καὶ εἰς τὸ λειπόμενον τῆς οὐσίας μέρος, ἐν ᾧ μὴ ἀρκοίη τὸ νόμιμον μέρος πρὸς προικὸς ἢ προγαμιαίας δωρεᾶς ἐπίδοσιν, εὐσχημόνως καὶ πρὸς τὴν τῶν προσώπων ποιότητα συμμετρουμένης, ἐξῃρῆσθαι καὶ αὐτὸ τῆς ἀποκαταστάσεως, καθ᾽ ὅσον προστιθέμενον τῷ νομίμῳ μέρει τὴν προῖκα ἢ τὴν πρὸ γάμου ποιεῖ δωρεάν· θεσπίζομεν γὰρ κατὰ τοῦτον τὸν τρόπον ἐξῃρῆσθαι παντοίως τῆς ἀποκαταστάσεως τὰ γαμικὰ συμβόλαια καὶ τὰς ἐπὶ τούτοις ἐκποιήσεις ἢ ὑποθήκας. κἂν εἰ βεβαρημένον εἴη τὸ πρόσωπον ἢ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς ἀποκαταστάσει τοιαύτῃ, ἐξέστω καὶ οὕτω τὴν καλουμένην προγαμιαίαν δωρεὰν ἢ διὰ γάμον ἐπιδιδόναι, μηδὲν τό γε ἐπὶ τοῖς πράγμασιν ἐκείνοις τῆς ἀποκαταστάσεως δρώσης· εἴτε γυνὴ τῇ ἀποκαταστάσει βαρύνοιτο, μὴ ἐμπόδιον γίνεσθαι πρὸς τὴν τῆς προικὸς ἐπίδοσιν. τὰ γὰρ κοινῇ πᾶσι συμφέροντα τῶν ἰδίᾳ τισὶ λυσιτελούντων προτίθεμεν. καὶ ἔσται τοῦτο ταῖς γαμικαῖς ἐπιδόσεσι καὶ ταῖς ἐντεῦθεν ἀπαιτήσεσι προνόμιον. εἰ γὰρ καὶ οἱ πρὸ ἡμῶν ἐκ τῶν γενικῶν ὑποθηκῶν πολλὰ κατὰ πρόληψιν ἐξεῖλον, καίτοιγε οὐχ οὕτως ἡμῖν ἀναγκαῖα καθεστῶτα, πῶς οὐχ ἡμεῖς ἐκ μείζονός τε καὶ καλλίονος γνώμης τὴν τῶν γαμικῶν κερδῶν ἐξαίρεσιν ποιησόμεθα;
2
pr.Ἀνάγν. καὶ βι. κθ ' τί. β΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί δ· Πρῶτον μὲν οὖν ἐκεῖνο θεσπίζομεν διὰ τὸ μή τινα γενέσθαι περιγραφὴν, εἴπερ ἐπαυξῆσαι βουληθείη τὴν προῖκα ἢ τὴν διὰ τὸν γάμον δωρεάν, μὴ ἐξεῖναι τῷ μὲν τοῦτο ποιεῖν, τῷ δὲ ἐπὶ τῶν προτέρων μένειν, ἀλλ᾽ ἑκάτερον ποιεῖσθαι πάντως τὴν ἐπαύξησιν, καὶ μὴ ἐν αἱρέσει καθὰ πρότερον, ἀλλ᾽ ἐν ἀνάγκῃ τὸ πρᾶγμα καθεστάναι, πάντως μέντοι ποσότητος ἴσης, τοῦτο ὅπερ καὶ ἡ τοῦ ἡμετέρου λέγει πατρὸς διάταξις. καὶ ἵνα μὴ συμβαίη τὴν ἐπαύξησιν οὐκ᾿ αὐταῖς γίνεσθαι ταῖς ἀληθείαις, ἀλλ᾽ ἐσχηματισμένην (καὶ μάλιστα ἐπὶ τοῦ μέρους τῆς γυναικὸς, ἵνα τοὺς τοῦ ἀνδρὸς δανειστὰς περιγράψειε τῷ προνομίῳ χρωμένη), εἰ μὲν ἔχοιεν ἑκατέρωθεν πράγματα ἀκίνητα, κάλλιον ἐν τοῖς ἀκινήτοις γίνεσθαι τὴν ἐπίδοσιν, ὅπως ἂν εἴη δῆλόν τε καὶ ἀναμφισβήτητον, τί μὲν τὸ ἐξαρχῆς ἦν, τί δὲ ὕστερον προσγέγονεν· εἰ δὲ οὐχ ἑκατέρωθεν ἀκίνητα πράγματα εἴη, τὴν μὲν γυναῖκα πάντως δι ' ἀκινήτων πραγμάτων ποιεῖσθαι τὴν ἐπαύξησιν, ἵνα καὶ ἡ προὶξ καὶ ἡ ἐπαύξησις ὁμοίως ἔχῃ κατὰ τῶν πρεσβυτέρων δανειστῶν τὸ προνόμιον, πανταχόθεν ἀναμφισβητήτου τῆς προσθήκης οὔσης· ὁ δὲ ἀνὴρ καὶ ἐν κινητοῖς ποιείτω τὴν ἐπαύξησιν. οὐδὲ [γὰρ] ἐντεῦθεν ἀναφύεται βλάβη. εἰ δὲ γυνὴ ἀκίνητον οὐκ ἔχουσα περιουσίαν ἐν κινητοῖς γράψειε τὴν ἐπαύξησιν, ἴστω τὸ προνόμιον οὐχ ἕξουσα, εἰ μὴ ἐπὶ τῆς ἀρχαίας μόνης προικὸς, οὐ μὴν ἐπὶ τῆς ἐσχηματισμένης ἴσως ἐπανξήσεως. τὸ μὲν γὰρ ἐξ ἀρχῆς γενόμενον ὡς ἐπίπαν ἀνύποπτόν ἐστι, τὸ δὲ ὕστερον προσεπιτεχνώμενον τὴν κατὰ τῶν δανειστῶν αὐτόθεν εἰσάγει μελέτην. καὶ βλάπτεσθαι τοὺς ἀνθρώπους ἐκ τοῦ παρ᾽ ἡμῶν ταῖς προιξὶ διδομένου προνομίου κατ᾿ οὐδένα τρόπον βουλόμεθα. εἰ δὲ οὐκ εἴη κατὰ τοῦ ἀνδρὸς χρέος οὐδὲν οὐδὲ ὑποψία τῆς κατὰ τῶν δανειστῶν περιγραφῆς, τότε καὶ ἐν χρήμασι καὶ οἷς βούλονται τὰ τῶν ἐπαυξήσεων γινέσθω παρ᾽ αὐτῶν, ἑκατέρωθεν μέντοι τῆς ἐπαυξήσεως καὶ οὕτω γινομένης καὶ τὸ ἴσον ἐχούσης, ἵνα τὴν ἰσότητα φυλάξωμεν. ποία γὰρ ἂν εἴη περιγραφῆς ὑποψία, τοῦ ἀνδρὸς ὑπευθύνου μηδενὶ καθεστῶτος καὶ διὰ τοῦτο τῶν ἐπαυξήσεων ἀπραγμόνως γινομένων;
3
pr.Ἀνάγν. καὶ τί. ς΄, οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Οὔτε ὁ ἀνὴρ οὔτε ὁ μνηστὴρ δύναται τὸν ἀδιατίμητον ἀγρὸν ἐκποιεῖν ἢ ὑποτίθεσθαις.
4
pr.Ἀνάγν. καὶ τί. ζ΄, ἐν ᾧ φησιν, ὅτι εἰ καὶ συναινέσουσι γυναῖκες τῇ ἐκποιήσει, καὶ μετὰ δύο ἔτη δευτέραν συναίνεσιν ποιήσουσιν, οὐ προκρίνονται, ἐὰν μὴ ἐκ τῶν λοιπῶν πραγμάτων τοῦ ἀνδρὸς δύναται τὸ ἱκανὸν εὑρεῖν.
5
pr.Ἀνάγν. καὶ βι. νδ΄ τί. α΄ κεφ. ιε΄ θέμ. δ΄, ἐν ᾧ φησι· Συνισταμένου τοῦ γάμου ἡ προὶξ τοῦ ἀνδρός ἐστιν. ἐὰν δὲ πρὸς τὸ μέτρον τῆς οὐσίας ἐπιφέρηται λειτουργία, οὐ συλλογίζεται εἰς τὴν ὑπόστασιν᾿ αὐτοῦ.