IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.29

Περὶ προικὸς καὶ προνομίου αὐτῆς καὶ δικαίου, καὶ τῶν περὶ αὐτὴν πάκτων ἤτοι συμφώνων, καὶ ποῖα αὐτῶν ἔῤῥωται καὶ ποῖα οὐκ ἔῤῥωται, καὶ περὶ ἀπαιτήσεως καὶ ἐκδικήσεως αὐτῆς, καὶ περὶ τῶν εἰς αὐτὴν γενομένων δαπανημάτων, καὶ ποῖα τῶν δαπανημάτων μειοῦσιν αὐτὴν καὶ ποῖα οὐ μειοῦσι, καὶ περὶ ἀπαιτήσεως πρώτης καὶ δευτέρας προικὸς, καὶ περὶ τῆς ὑποσχεθείσης καὶ μὴ ἐπιδοθείσης· ἔνθα καὶ περὶ τῆς πρὸ γάμου δωρεᾶς φησι, καὶ ὅτι ὁ ἀνὴρ οὔτε ἐγγυητὴν οὔτε μανδάτορα ἐπὶ τῷ φυλάξαι τὴν προῖκα δίδωσι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κθ΄ τί. α΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί· Τελευτώσης τῆς θυγατρὸς ἀποδίδοται τῷ πατρὶ ἡ παρ᾽ αὐτοῦ δοθεῖσα προίξ. Καὶ οἱ μείζους τῶν κε΄ ἐτῶν, ἐὰν ἀλλήλους περιγράψωσιν ἐν τῇ δόσει τῆς προικὸς, βοηθοῦνται. οὐ συνάδει γὰρ τῷ ἀγαθῷ καὶ τῷ δικαίῳ τινὰ κερδαίνειν ἐκ τῆς ἑτέρου ζημίας ἢ ζημιοῦσθαι κερδαίνοντος ἑτέρου.

2

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ὁ ἀνὴρ τοὺς καρποὺς τῆς προικὸς λαμβάνει διὰ τὰ βάρη τοῦ γάμου. Οἱ μέντοι πρὸ γάμου ληφθέντες τῆς προικὸς γίνονται, εἰ μὴ τὸ ἐναντίον συνεφωνήθη. τότε γὰρ ὡς δωρεᾶς γινομένης οὐκ ἀποδίδονται. Καὶ ὅτι ἡ προὶξ ἐν συνεστῶτι γάμῳ τοῦ ἀνδρὸς γίνεται.

3

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἡ διατετιμημένη προὶξα τῷ ἀνδρὶ κινδυνεύεται. κἂν ἀποθάνωσι τὰ ζῶα, κἂν ἡ γυνὴ τὴν ἐσθῆτα κατατρίψῃ, τὴν ἀποτίμησιν ' δίδωσι. Τῆς ἀδιατιμήτου δὲ καὶ ἡ αὔξησις καὶ ἡ μείωσις τὴν γυναῖκα ὁρᾷ. Καὶ αὐτὴ λαμβάνει τὸν τοκετὸν τῶν δούλων. τοὺς δὲ καρποὺς καὶ τὴν γονὴν τῶν θρεμμάτων ὁ ἀνὴρ λαμβάνει, πρότερον μέντοι πληρῶν τὰ πρωτότυπα καὶ ὑποβάλλων ἀντὶ τῶν τελευτώντων ἐκ τῶν ἐπιγεννωμένων. Ἐὰν δὲ πρὸ τοῦ γάμου τελευτήσῃ τινὰ τῶν διατετιμημένων, ἡ γυνὴ ζημιοῦται. μετὰ γὰρ τὸν γάμον ἀληθής ἐστι πρᾶσις, πρὸ δὲ τοῦ γάμου ὑπὸ αἵρεσιν· καὶ ἠρτημένης τῆς αἱρέσεως ἐὰν συμβῇ τελευτῆσαι, σβέννυται ἡ πρᾶσις. Εἰ δὲ συμφωνηθῇ τὰ πράγματα ἢ τὴν διατίμησιν ἀποδοθῆναι, εἰ μὲν καὶ περὶ τοῦ ὀφείλοντος ἔχειν τὴν ἐπιλογὴν ἐκφωνηθῇ, αὐτὸς ἔχει· εἰ δὲ μὴ λεχθῇ, ὁ ἀνὴρ ὃ βούλεται δίδωσιν. ἐπὶ γὰρ τῆς ἑτερογενοῦς καὶ ὁ ἐναγόμενος ἔχει τὴν ἐπιλογὴν ὃ βούλεται διδόναι. εἰ δὲ μὴ φαίνονται τὰ πράγματα, δίδωσι πάντως τὴν διατίμησιν.

4

pr.Δύναται δὲ τὸ πρᾶγμα γενόμενον χεῖρον ἀποδοῦναι.

5

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐπὶ τοῖς προικιμαίοις πράγμασι χρεωστεῖ ὁ ἀνὴρ δόλον καὶ ῥᾳθυμίαν, καὶ ἐπιμέλειαν ἔχειν, οἵαν ἐν τοῖς ἰδίοις πράγμασιν.

6

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Τῶν γάμων μὴ γενομένων οὐ τὴν διατίμησιν τῶν διατετιμημένων, ἀλλὰ τὰ πράγματα ἡ γυνὴ ἀπολαμβάνει.

7

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Μετὰ τὸν γάμον οὐ δύναται χείρονα τὴν αἵρεσιν ὁ πατὴρ ποιῆσαι τῆς θυγατρός· ἐπειδὴ οὔτε και ταβάλλεται αὐτῷ ἡ προὶξ ἀκούσης τῆς θυγατρός.

8

pr.Ἐν δὲ τῷ μή κεφ. Τὰ ἐκ τῶν προικιμαίων χρημάτων ἀγορασθέντα προικιμαῖά ἐστιν.

9

pr.Ἐν δὲ τῷ να κεφ. Ὅπου τὰ βάρη τοῦ γάμου, ἐκεῖ καὶ ἡ προὶξ ὀφείλει εἶναι. παραχρῆμα δὲ τοῦ ἀποθανεῖν τὸν πατέρα τῷ υἱῷ ἕπονται, ὥσπερ καὶ οἱ παῖδες καὶ ἡ γυνή.

10

pr.Ἐν δὲ τῷ ξς κεφ. Ὁ τοκετὸς τῶν προικιμαίων δούλων τῆς γυναικός ἐστι. καὶ ἀνισχύρως συμφωνοῦσι μερισθῆναι αὐτοὺς μεταξὺ τοῦ ἀνδρὸς καὶ αὐτῆς.

11

pr.Ἐν τοῖς ἀμφιβόλοις ὑπὲρ τῆς προικὸς ἀποκρινόμεθα.

12

pr.Ἡ παρὰ ἐξωτικοῦ ὁμολογηθεῖσα προὶξ τῇ γυναικὶ ἐγκινδυνεύεται. εἰ δὲ τόκον ἀναλάβῃ ὁ ἀνὴρ, λοιπὸν αὐτῷ κινδυνεύει.

13

pr.Ἐν δὲ τῷ πγ΄ κεφ. Ἐάν τις ὑποδεξάμενος προῖκα περὶ πλειόνων ἔγραψεν ἐν τῷ προικώῳ συμβολαίῳ ὡς δοθέντων αὐτῷ, εἰ μὲν μὴ κατὰ βούλησιν τοῦ προικίζοντος, οὐδὲν αὐτῷ πρόκριμα ποιεῖ· ἐὰν δὲ βουλομένου αὐτοῦ, ἔδοξε σύμφωνον γίνεσθαι καὶ περὶ τῶν ἄλλων πραγμάτων, ὡς καὶ ταῦτα αὐτῷ δοθῆναι λόγῳ προικός· καὶ ἐπειδὴ ἀπὸ ψιλῆς ἐπαγγελίας ἀπαίτησιν αἱ προῖκες ἔχουσι, δύναται ταῦτα ἀπαιτεῖν.

14

pr.Ἐν δὲ τῷ πε΄ κεφ. Ἡ διάταξις κελεύει, ἀπὸ πάσης ὁμολογίας ἀπαίτησιν ἔχειν τὴν προῖκα, κἂν [μὴ] προηγοῖτο ἡ ἐπερώτησις.

15

pr.Εἰ μὲν [γὰρ] ἁπλούστερον εἶπεν ὁ πατὴρ, ὅτι δίδωσι προῖκα ἢ προγαμιαίαν δωρεάν, πάντως οἴκοθεν δίδωσι μὴ ἁπτόμενος παντελῶς τῶν τοῦ παιδὸς πραγμάτων. ἐὰν δὲ εἶπεν ἐκ τῶν ἰδίων καὶ τῶν τοῦ παιδὸς, εἰ μὲν ἄπορός ἐστιν αὐτὸς, παντελῶς τὸ ὅλον ἐκ τῶν τοῦ παιδὸς παρεχέτω· εἰ δὲ ἔχει οὐσίαν ἀρκοῦσαν, τὸ ὅλον ἐκ τῶν ἰδίων διδότω. ἔδει γὰρ αὐτὸν, εἰ μὲν ἐβούλετο ἐκ τῶν δύο οὐσιῶν γενέσθαι τὴν τῆς προικὸς ἐπίδοσιν ἢ τῆς προγαμιαίας δωρεᾶς, αὐτὸν μὲν ἅπερ ἐβούλετο οἴκοθεν ἐπιδιδόναι, συναινέσαι δὲ τῷ υἱῷ ἢ τῇ θυγατρὶ παρεχομένης τῆς προικὸς ἢ τῆς προγαμιαίας δωρεᾶς ἐκ τῶν διαφερόντων αὐτοῖς πραγμάτων, ἡνίκα βουληθῶσι μέρος ἢ τυχὸν πᾶσαν τὴν ἰδίαν περιουσίαν, ἣν ἔχουσι, τῇ πατρώᾳ φιλοτιμίᾳ ὑπὲρ προικὸς ἢ προγαμιαίας δωρεᾶς συνάψαι, ἵνα τῇ ἀληθείᾳ δειχθῇ, τί αὐτὸς βούλεται δοῦναι, καὶ τί ἐκ τῆς ὑποστάσεως τῶν παίδων ἐξέρχεται.

16

pr.Ἐν δὲ τῷ πθ΄ κεφ. Οὐ κεκώλυται ὁ ἀνὴρ τοὺς προικιμαίους δούλους ἐλευθεροῦν ἐν συνεστῶτι τῷ γάμῳ, καὶ ἅμα τῷ τελευτῆσαι, καὶ κατὰ ἀποκατάστασιν ἤγουν μετὰ χρόνους τινὰς, καὶ ἔτι ζῶν· ἀλλ᾽ ἔῤῥωται ἡ ἐλευθερία, κἂν τὰ μάλιστα ἁρμόσῃ τῷ πενθερῷ ἡ ἀπαίτησις τῆς προικός τελευτώσης ἐν τῷ γάμῳ τῆς θυγατρός.

17

pr.Ἐν δὲ τῷ φα΄ κεφ. Ὁ ἀνὴρ διατετιμημένην προῖκα λαβὼν τὴν διατίμησιν πιστεύεται ἔχειν ἐν προικὶ, καὶ οὐχὶ τὰ πράγματα. ὅθεν διαλυομένου τοῦ γάμου δύναται μὴ τὰ πράγματα αὐτὰ, ἀλλὰ τὴν διατίμησιν αὐτῶν ἀποδιδόναι.

18

pr.Ἐν δὲ τῷ φη΄ κεφ. Τὸ ἀπὸ προικιμαίων νομισμάτων ἀγοραζόμενον οὐκ ἐστι τῆς δεσποτείας τῆς γυναικὸς, ἀλλ᾽ ἐὰν μέρος μόνον τῆς προικὸς ἐπανέλαβεν ἡ γυνὴ μὴ ὡς ἐπὶ διαλύσει, δύναται περὶ τοῦ ὑπολοίπου μέρους τῆς προικὸς ἐνάγειν. τὴν γὰρ δεσποτείαν τούτων τῶν πραγμάτων οὐκ ὀφείλει διεκδικῆσαι.

19

pr.Ἐν δὲ τῷ ρα΄ κεφ. Καὶ ἀγράφως δυνατὸν ἐπιδοθῆναι προῖκα. καὶ ἐὰν ἐγγράφως ἐπεδόθη καὶ ἀπόλλωνται τὰ συμβόλαια, οὐδὲν ἧττον ἀπαιτεῖται ἡ προὶξ, ἐὰν ὅλως ἀποδείκνυται ὅτι παρεσχέθη.

20

pr.Ἐν δὲ τῷ ριδ΄ κεφ. Ἐχέτω δὲ ἡ γυνὴ μὴ μόνον τὴν περὶ τῆς δεσποτείας ἀγωγὴν, ἀλλὰ καὶ τὴν ὑποθηκαρίαν, προτιμοτέρα ὑπάρχουσα πάντων τῶν τοῦ ἀνδρὸς δανειστῶν τῶν μεταγενεστέρων καὶ τῶν προγενεστέρων.

21

pr.Ἀνάγν. καὶ βι. ιη ' ' τί. ζ΄ κεφ. ιβ ' θέμ. β΄ καὶ βι. κς ' τί. έ κεφ. λ ' [θέμ.. καὶ] κεφ. μ ' καὶ μα΄ καὶ ξδ΄ καὶ οθ ' καὶ βι. κή τί. γ΄ κεφ. α καὶ γ ' καὶ βι. λ΄ τί. α΄ κεφ. ς΄ θέμ. ζ΄ καὶ βι. ν ' τί. γ΄ κεφ. μβ΄, ἐν ᾧ φησι· Τὸ προικιμαῖον οὐδὲ ἀγνοοῦσι καλῶς παρὰ τοῦ ἀνδρὸς πιπράσκεται. εἰ δὲ κερδαίνει ὁ πατὴρ τὴν προῖκα, βεβαιοῦται ἡ πρᾶσις. ὥσπερ καὶ εἰ τὸ κλοπιμαῖον ἀγοράσας τὶς κληρονομήσει τοῦ δεσπότου.

22

pr.Ἀνάγν. καὶ βι. κθ ' τί. ε΄, οὗτινος ἐν τῷ α κεφ. φησί· Μετά σύστασιν τοῦ γάμου καλῶς συμφωνοῦμεν, εἰ καὶ τὴν ἀρχὴν μηδὲν συνεφωνήθη. Πάντες οἱ τὴν ἀπαίτησιν ἔχοντες καὶ οἱ τῇ δόσει ὑποκείμενοι συμφωνεῖν ὀφείλουσι περὶ τῆς ἀποδόσεως· ὁ γὰρ μὴ εὑρεθεὶς οὐκ ὠφελεῖται.

23

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ταχύτερον τοῦ ὡρισμένου δυνατὸν συμφωνεῖν ἀποδοθῆναι τὴν προῖκα, οὐ μὴν βραδύτερον, ὥσπερ οὔτε τὸ μηδ᾽ ὅλως ἀποδοθῆναι.

24

pr.Πρὸ τῶν γάμων συνεφώνησα, ὥστε τῇ προθεσμίᾳ ᾗ δίδοταί μοι ἡ προὶξ, τῇ αὐτῇ κἀμὲ ἀποδοῦναι. εἰ μὲν ταχύτερον τοῦ νομίμου χρόνου δοθῇ μοι ἡ προὶξ, τυχὸν ἡ διατετιμημένη εἴσω δύο μηνῶν, ἔῤῥωται τὸ σύμφωνον, καὶ μετὰ λύσιν τοῦ γάμου εἴσω δύο μηνῶν ἀποδίδωμι. εἰ δὲ βραδύτερον τοῦ νομίμου χρόνου δοθῇ μοι ἡ προὶξ, οὐκ ἔῤῥωται τὸ σύμφωνον, οὔτε τοσοῦτον χρόνον ἔχω πρὸς τὴν ἀπόδοσιν. κρείττων γὰρ ἡ αἵρεσις τῆς γυναικὸς, οὐ μὴν χείρων διὰ τῶν τοιούτων γίνεσθαι συμφώνων δύναται.

25

pr.Τοῦτο ἐν συνεστῶτι τῷ γάμῳ. μετὰ γὰρ διαζύγιον ἐξ εὐλόγου αἰτίας καλῶς συμφωνεῖ βραδύτερον ἀποδοῦναι.

26

pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ἐὰν συμφωνηθῇ ἐξ ἀπαιδίας κερδᾶναι τὸν ἄνδρα τὴν προῖκα, καὶ ναυαγήσῃ ἡ γυνὴ μετὰ ἐνιαυσιαίου παιδίου, δοκεῖ προτελευτᾷν τῆς μητρὸς ὁ παῖς, καὶ κερδαίνει ὁ ἀνήρ.

27

pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐὰν συμφωνηθῇ τὴν προῖκα ἐξ ἀπαιδίας ἀποδοῦναι τὸν ἄνδρα, δοκεῖ συμφωνεῖν παίδων ὑπόντων αὐτὴν παρακρατηθῆναι. ἕλκεται δὲ τὸ σύμφωνον καὶ εἰς τὴν ἐπαύξησιν, εἰ μὴ ἕτερόν τι συνέδοξεν.

28

pr.Ἐν δὲ τῷ κγ ' κεφ. Συνεφώνησε γυνὴ ἐξ ἀπαιδίας δοθῆναι τὴν προῖκα τῇ ἰδίᾳ μητρί, ἀπὸ μὲν τοῦ συμφώνου ἡ μήτηρ ἀγωγὴν οὐκ ἔχει· ἐὰν δὲ οἱ κληρονόμοι τῆς θυγατρὸς καταβάλωσιν αὐτῇ τὴν προῖκα, παραγράφονταὶ τὸν ἄνδρα περὶ τῆς προικὸς ἐνάγοντα.

29

pr.᾿Εν δὲ τῷ κς ' κεφ. Καὶ συνεστῶτος τοῦ γάμου δυνατὸν συμφωνεῖν τὴν διατετιμημένην προῖκα γενέσθαι ἀδιατίμητον, καὶ τῇ γυναικὶ κινδυνεύειν. εἰ δὲ βλάψει τοὺς ἀγροὺς ὁ ἀνὴρ, ἐνέχεται τῇ περὶ τῆς προικὸς ἀγωγῇ.

30

pr.Ἐν δὲ τῷ λ΄ κεφ. Τὰ ἐπὶ τῇ προικὶ γινόμενα σύμφωνα περὶ τῆς ἀναδόσεως ἰσχύουσιν. οὐδὲ γάρ ἐστι ψιλὸν πάκτον τὸ τοιοῦτον, ὅτε περὶ ἀναδόσεως τῶν ἐπιδεδομένων γίνεται πραγμάτων.

31

pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ἐάν τις συνεφώνησε πρὸς τὸν πενθερὸν, ἵνα ἐὰν συμβῇ αὐτὸν ἐν τῷ γάμῳ τελευτῆσαι παίδων ὑπόντων, τὸ ἥμισυ τῆς προικὸς μόνον ἀποδοθῇ, ἄχρηστόν ἐστι τὸ σύμφωνον.

32

pr.[Ἐν δὲ τῷ λε΄ κεφ.] Ἐὰν ὁ ἀνὴρ συμφωνήσῃ πρὸς τὴν γυναῖκα, ἵνα τελευτῶσαν αὐτὴν κληρονομήσῃ, τὸ σύμφωνον τοῦτο ἄχρηστόν ἐστιν. οὐδὲ γὰρ δυνατὸν διὰ συμφώνου τυποῦσθαι τὰ περὶ τῆς ἡμετέρας κληρονομίας· ἐξωτικὸς γὰρ ἄνθρωπος διαθήκης χωρὶς ἕτερον οὐ δύναται κληρονομῆσαι.

33

pr.Ἐν δὲ τῷ μα΄ κεφ. Τὴν προῖκα ἡ ἀρίθμησις, οὐχ ἡ γραφὴ τοῦ προικῴου συμβολαίου ποιεῖ. καὶ διὰ τοῦτο οὐκ ἀγνοεῖς οὕτω σὲ πρὸς τὴν ἀπαίτησιν τῆς προικὸς δύνασθαι δεχθῆναι, ἐὰν τὴν προῖκα δοθεῖσαν ἐν αὐτῇ τῇ ἀληθείᾳ ἀποδεικνύῃς, τουτέστι μὴ ἐν χάρτῃ μόνῳ, ἀλλ᾽ ἵνα καὶ ἐν αὐτῷ τῷ πράγματι ἡ προὶξ ἐπεδόθη.

34

pr.Ἀνάγν. καὶ βι. ια τί. α΄ κεφ. λβ ', ἐν ᾧ φησιν· Ὁμολογῶν ὑπὲρ θυγατρὸς προῖκα συνεφώνησα, ἵνα μετὰ θάνατόν μου τελευτώσης αὐτῆς ἄπαιδος τὸ μέρος τῆς προικὸς μείνῃ παρὰ τῷ ἀδελφῷ μου τῷ κληρονόμῳ μου. οἱ μετὰ ταῦτα τεχθέντες ἐξ ἐμοῦ παῖδες καὶ γραφέντες κληρονόμοι τὴν τοῦ δόλου παραγραφὴν ἕξουσιν· ἁπλῶς γὰρ τῶν κληρονόμων μου προενόησα.

35

pr.Καὶ κεφ. νθ΄, ἐν ᾧ φησιν· Αναθρεπτὴν ἔχουσα γυνὴ καὶ προῖκα ὑπὲρ αὐτῆς ἐπιδιδοῦσα συνεφώνησε διαλυομένου τοῦ γάμου ἑαυτῇ ἀποδοθῆναι τὴν προῖκα. συνέβη ταύτην τὴν ἀναθρεπτὴν ἐν τῷ γάμῳ τελευτῆσαι, καὶ ἦλθεν ἡ προικίσασα αὐτὴν βουλομένη τὴν προῖκα ἀναλαβεῖν κατὰ τὸ σύμφωνον. ὁ δὲ ἀνὴρ ἔλεγε μηδὲν χρεωστεῖν, διϊσχυριζόμενος γυμνὸν εἶναι τοῦτο τὸ σύμφωνον, ἀπὸ γυμνοῦ δὲ συμφώνου μηδενὶ τίκτεσθαι ἀγωγήν. προσῆλθεν οὖν ἡ γυνὴ βασιλεῖ ταῦτα διδάσκουσα, καὶ ἀντέγραψε πρὸς αὐτὴν ὁ βασιλεὺς οὕτως· τὸ σύμφωνον ὅ [περ] ἐξεφώνησας, ὅτε τὴν προῖκα ὑπὲρ τῆς ἀναθρεπτῆς ἐδίδως, φυλαχθῆναι δεῖ, καὶ οὐδὲ ἀντικεῖσθαί σοι δύναται, ὅπερ εἴωθε λέγεσθαι, ἀπὸ ψιλοῦ συμφώνου ἀγωγὴν μὴ γεννᾶσθαι. τότε γὰρ τούτῳ τῷ νομίμῳ κεχρήμεθα, ὅτε τὸ σύμφωνον γυμνόν ἐστινς· ἐπεὶ ὅτε πράγματα δίδοται καὶ τίποτε περὶ ἀναδόσεως αὐτῶν συμφωνεῖται, χρήσιμός ἐστιν ὁ τῆς ἀπαιτήσεως λόγος.

36

pr.Καὶ κεφ. ξδ΄, ἐν ᾧ φησι· Τὸ σύμφωνον τοῦτο ὅπερ τῷ προικώῳ δικαιώματι προσελήφθη, ὡς ἐὰν ὁ πατὴρ τὸν βίον ὑπεξέλθῃ ἐξ ἴσης μοίρας αὐτὴν τὴν θυγατέρα σὺν τῷ ἀδελφῷ κληρονόμον τοῦ ἰδίου πατρὸς εἶναι, οὐδεμίαν ἐνοχὴν ὑπεναντίαν ποιεῖ, οὐδὲ τὴν ἐλευθερίαν τῆς διαθήκης τοῦ πατρὸς τῆς κόρης δύναται ἀφαιρεῖσθαι.

37

pr.Ἀνάγν. καὶ βι. κή τί. ή΄, οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησί· Μέχρις εὐπορίας ὁ ἀνὴρ, οὐ μὴν καὶ ὁ κληρονόμος αὐτοῦ καταδικάζεται.

38

pr.Τὸ γὰρ προνόμιον προσωπικόν ἐστιν.

39

pr.Ἔχει δὲ αὐτὸ καὶ ὁ διεκδικητὴς ἤτοι ὁ προκουράτωρ τοῦ ἀνδρός.

40

pr.Ἐν δὲ τῷ ιε κεφ. Καὶ ὁ πατὴρ τοῦ ἀνδρὸς μέχρις εὐπορίας τῇ νύμφῃ καταδικάζεται.

41

pr.Τάξιν γὰρ πατρὸς ὁ πενθερὸς ἐπέχει.

42

pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Ἐὰν τοῦ δικαστοῦ τὸν νόμον ἀγνοήσαντος εἰς ὁλόκληρον ὁ ἀνὴρ ἐν τῇ προικὶ καταδικασθῇ, ἔχει δόλου παραγραφήν.

43

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Καὶ οἱ παῖδες τῆς γαμετῆς κληρονομοῦντες τοῦ πατρὸς μέχρις εὐπορίας καταδικάζονται.

44

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ἡ προὶξ τῇ γυναικὶ καὶ συνεστῶτος τοῦ γάμου καλῶς καταβάλλεται ἐπὶ τῷ καταβαλεῖν δανεισταῖς αὐτῆς, ἢ ἀγροὺς εὐπορωτέρους ἀγοράσαι, ἢ ἐπὶ τῷ προνοήσασθαι παίδων ἐξ ἑτέρου γάμου ἢ ἀδελφῶν ἢ γονέων πενομένων, ἢ ἐπὶ τῷ ἀναῤῥύσασθαι τούτους ἀπὸ αἰχμαλωσίας. τὸ αὐτὸ καὶ περὶ ὑπεξουσίας.

45

pr.Εἰ δὲ καὶ συγγενεῖς τῆς γυναικὸς ἀναῤῥύσεται, ἢ παράσχῃ τῇ γυναικὶ ἐπὶ τῷ δεσμῶν ἢ λῃστῶν ἀπολύσαι συγγενῆ, καταλογίζεται, εἴτε πᾶσαν τὴν προῖκα εἴτε μέρος ἔδωκε. καὶ πλέον ὁ πενθερὸς ἐνάγων λογίζεται τὰ εἰς αὐτὸν δαπανηθέντα παρὰ τοῦ ἀνδρὸς ἢ τῆς θυγατρὸς τοῦ ἀνδρὸς δεδωκότος· ὥσπερ εἰ καὶ μετὰ θάνατον τοῦ πατρὸς ἡ θυγάτηρ ἐνάγει. ἡ γὰρ τοῦ δόλου παραγραφὴ ἔνεστι τῇ ἀγωγῇ τῆς προικὸς, ὡς καὶ τοῖς λοιποῖς καλῇ πίστει δικαστηρίοις.

46

pr.Ἐν δὲ τῷ κγ΄ κεφ. Καὶ συνεστῶτος τοῦ γάμου κινεῖ περὶ τῆς προικὸς ἡ γυνὴ, ἀφ᾽ οὗ ἄρξεται μὴ ἀρκεῖν πρὸς τὸ ποσὸν αὐτῆς ἡ οὐσία τοῦ ἀνδρός.

47

pr.Ἀνάγν. καὶ βι. κθ ' τί. α΄ κεφ. ξη΄, ἐν ᾧ φησι· Καὶ συνεστῶτος τοῦ γάμου τῇ μὴ ἀπολλυούσῃ γαμετῇ δύναται ἡ προὶξ ἐκ τούτων καταβάλλεσθαι τῶν αἰτιῶν, οἷον ἵνα ἑαυτὴν καὶ τοὺς ἰδίους θρέψῃ, ἵνα ἀγρὸν ἐπιτήδειον ἀγοράσῃ, ἵνα τὸν ἐξορισθέντα πατέρα θρέψῃ, ἢ τὸν ἄνδρα ἢ τοὺς ἀδελφοὺς πενομένους.

48

pr.Καὶ κεφ. οη΄, ἐν ᾧ φησιν· Ἐν συνεστῶτι τῷ γάμῳ καλῶς ὁ προικιμαῖος ἀγρὸς καταβάλλεται τῇ γυναικὶ, ἐφ᾽ ᾧ πραθῆναι καὶ δοθῆναι τὸ τίμημα τοῖς δανεισταῖς τοῦ πατρὸς τῆς γυναικὸς, καὶ ἄλλον εὐπορώτερον παρ᾿ αὐτῆς κληρονομούσης τοῦ πατρὸς ἀντεισαχθῆναι τῇ γυναικί.

49

pr.Καὶ κεφ. ριγ΄, ἐν ᾧ φησι· Γυνὴ καὶ συνισταμένων ἔτι τῶν γάμων ἐὰν ἄπορον ὁρᾷ τὸν ἄνδρα, δύναται ὑπὲρ προικὸς καὶ προγαμιαίας δωρεᾶς καὶ ἐξωπροίκων διακρατῆσαι τὴν αὐτοῦ οὐσίαν ὡς ἀπὸ ὑποθήκης, καὶ εἴτε ἐνάγεται, ἔχει παραγραφήν· εἴτε ἐνάγει, νικᾷ. οὐδὲ γὰρ ἀντίκειται αὐτῇ τὸ μήπω ' διαλυθῆναι τὸν γάμον. ἀλλὰ τέως μὲν λαμβάνει τὰ πράγματα οὕτως, ὡσανεὶ διελύθη ὁ γάμος καὶ ἥρμοσεν αὐτῇ ἡ τῆς προικὸς ἀπαίτησις· λοιπὸν δὲ οἱ δανεισταὶ εἴ τινας νομίζουσιν ἔχειν ἀγωγὰς, ταύτας ὀφείλουσι κινῆσαι κατὰ τοῦ ἀνδρὸς ἤτοι τῶν αὐτοῦ πραγμάτων ὅσα ἐὰν ἐπικτήσηται. ἡ δὲ γυνὴ οὐδὲν δύναται ἐκποιεῖν ἐν τῷ μεταξὺ ζῶντος τοῦ ἀνδρός· ἀλλ᾽ ἀναμένομεν, ἵνα λυομένου τοῦ γάμου ἀγωνίσωνται πρὸς ἀλλήλους ὅ τε ἀνὴρ καὶ ἡ γυνὴ περὶ τῆς προικός. δι᾽ οὐδὲν γὰρ ἕτερον λαμβάνει τὰ πράγματα ἡ γυνὴ, εἰ μὴ μόνον ἵνα καρποῦται καὶ ἀποτρέφῃ αὑτὴν καὶ τὸν ἄνδρα καὶ τοὺς κοινοὺς αὐτῶν παῖδας.

50

pr.Καὶ κεφ. ριδ΄, ἐν ᾧ φησιν· Ἡ γυνὴ διαλυομένου τοῦ γάμου δύναται ἐκδικεῖν τὰ εἰς προῖκα ἐπιδοθέντα παρ᾽ αὐτῆς πράγματα καὶ ἔτι σωζόμενα διὰ τῆς ἀγωγῆς, ὡς ἔτι δέσποινα αὐτῶν εἶναι νομιζομένη. καὶ γὰρ [καὶ] αὐτῆς ὑπῆρχον ἐξ ἀρχῆς τὰ πράγματα, κἂν νῦν ἡ τοῦ νόμου ἀκρίβεια μετήγαγεν αὐτὰ πρὸς τὸν ἄνδρα, ἐπείτοιγε καὶ ἔτι αὐτῆς δοκοῦσιν εἶναι. ἐχέτω δὲ ἡ γυνὴ μὴ μόνον τὴν περὶ [τῆς] δεσποτείας ἀγωγὴν, ἀλλὰ καὶ τὴν ὑποθηκαρίαν· προτιμοτέρα ὑπάρχουσα πάντων τῶν τοῦ ἀνδρὸς δανειστῶν τῶν τε μεταγενεστέρων καὶ τῶν προγενεστέρων. πᾶσα δὲ χρόνου παραγραφὴ ἀντικειμένη τῇ γυναικὶ, εἴτε ὡς ἀπὸ τῆς διὰ τοῦ χρᾶσθαι δεσποτείας, εἴτε ὡς ἀπὸ δέκα ἢ εἴκοσι ἢ τριάκοντα ἢ τεσσαράκοντα ἐνιαυτῶν, ἐξ ἐκείνου τοῦ καιροῦ ψηφιζέσθω αὐτῇ, ἐξ οὗ ἠδύνατο κινῆσαι· τουτέστιν εἰ μὲν εὔπορός ἐστιν ὁ ἀνὴρ, ἐκ τῆς τοῦ γάμου διαλύσεως, εἰ δὲ ἄπορός ἐστιν, ἐκ τοῦ καιροῦ τῆς ἀπορίας. ἐπειδὴ ἠδύνατο ἡ γυνὴ καὶ συνισταμένων ἔτι τῶν γάμων κινῆσαι κατὰ τοῦ ἀνδρὸς περὶ τῆς προικός.

51

pr.Καὶ κεφ. ριζ΄, ἐν ᾧ φησιν· Ἐπειδὴ δὲ ἡ μὲν τὴν προῖκα ἀπαιτοῦσα ἀγωγὴ παραχρῆμα ἀπῄτει πᾶσαν τὴν προῖκα, ἡ δὲ περὶ τῆς ἀναλήψεως τῆς προικὸς ἀγωγὴ τὰ σταθμώμενα ἀριθμούμενα μετρούμενα διὰ τριῶν ἐνιαυτῶν ἀπήτει, καὶ οὐδὲ εἰς ὁλόκληρον ἐκινεῖτο, ἀλλ᾽ εἰς ὅσον· ηὐπόρει καὶ ἡ τὴν προῖκα ἀπαιτοῦσα ἀγωγὴ σήμερον εἰς τοσοῦτον κινείσθω, εἰς ὅσον ὁ ἀνὴρ εὐπορεῖ. ἐκτιθέσθω δὲ ἀσφάλειαν τῇ γυναικὶ, ὡς ἐὰν ἐπικτήσηται, καταβαλεῖ αὐτῇ. ἡ δὲ ἀπαίτησις μήτε διὰ τριῶν ἐνιαυτῶν γίνεσθω ὡς ἐπὶ τῆς ἀναλήψεως τῆς προικὸς, μήτε παραχρῆμα· ἀλλὰ δι᾽ ἐνιαυτοῦ καταβαλλέσθω τὰ σταθμώμενα ἢ ἀριθμούμενα· τὰ μέντοιγε λοιπὰ πράγματα παραχρῆμα καταβαλλέσθωσαν. εἰ δὲ ἀναβάλλεται ὁ ἀνὴρ καταβαλεῖν παραχρῆμα ἢ μετὰ ἐνιαυτοῦ παραδρομὴν τὰ ὀφείλοντα καταβληθῆναι, καὶ ὑπὲρ τῶν κινητῶν τόκους ἀπαιτείσθω, καὶ τοὺς καρποὺς τῶν ἀκινήτων ἀπὸ τοῦ καιροῦ τῆς λύσεως τῶν γάμων, καὶ τὰ ἐνοίκια καὶ τὰ ναῦλα καὶ πάντα ἕτερον καρπόν. Ἐὰν ἐξωτικὸς προικίσῃ, καὶ μὴ ἐπερωτήσῃ καὶ μὴ συμφωνήσῃ ἐπαναλαβεῖν τὴν προῖκα, ἡ γυνὴ ἔχει τὴν ἀπαίτησιν τῆς προικός· ἐκείνου γὰρ μὴ ἐπερωτῶντος ἢ συμφωνοῦντος ἡ γυνὴ δοκεῖ ἐπερωτᾷν· οὐδὲ γὰρ δοκεῖ ἐξωτικὸς σιωπηρῶς ἐπερωτᾷν. ἐξωτικὸν δὲ νόει μοι πᾶν πρόσωπον χωρὶς τῶν ἐξ ἀῤῥενογονίας ἀνιόντων καὶ ἐχόντων ὑπεξουσίαν τὴν προικιζομένην· οὗτοι γὰρ σιωπηρῶς δοκοῦσιν ἐπερωτᾷν, ἐπειδὴ καὶ τὸ παλαιὸν σιωπηρῶς εἶχον τὴν ἀνάληψιν τῆς προικός. Πάλιν ἐὰν ζώσης τῆς γυναικὸς ὁ γάμος διαλυθῇ, αὐτὴ ἔχει τὴν περὶ τῆς ἀπαιτήσεως τῆς προικὸς ἀγωγήν.

52

pr.Ἀνάγν. καὶ τί. ια κεφ. κή τοῦ κή ' βι., ἐν ᾧ φησιν· Οὐκ ὀφείλει προσκυροῦσθαι τῇ γυναικὶ ἡ τοῦ ἀνδρὸς οὐσία ἀντὶ τῆς προικὸς, ἐὰν ἐπὶ κληρονόμοις ἐτελεύτησεν. εἰ δὲ ἀκληρονόμητος ἐτελεύτησε, τότε κατὰ τοὺς νόμους γινέσθω τὸ ἀζήμιον τῇ γυναικὶ πρὸς τὸ ἐγχωροῦν.

53

pr.Ἀνάγν. καὶ βι. ζ΄ τί. ε κεφ. ξέ, ἐν ᾧ φησιν· Ἡ γυνὴ τῇ κατοικήσει τοῦ ἀνδρὸς ἕπεται, κἀκεῖ αὐτὸν ἀπαιτεῖ τὴν προῖκα, οὐ μὴν ἔνθα συνετάγη τὸ συμβόλαιον. οὐ γάρ ἐστι συνάλ λαγμα.

54

pr.Ἀνάγν. καὶ βι. θ΄ τί. ζ΄ κεφ. ιη΄ καὶ τί. θ ' κεφ. η΄, ἐν ᾧ φησι· Τὸ προνόμιον ὅπερ ἔχουσιν αἱ γυναῖκες ἐν τῇ ἀπαιτήσει τῆς προικὸς, εἰς κληρονόμους αὐτῶν οὐ διαβαίνει, πλὴν εἰς παῖδας.

55

pr.Ανάγν. καὶ βι. ιε ' τί. α΄ κεφ. πθ΄, ἐν ᾧ φησι· Τὰ ἐν προικὶ ἐπιδοθέντα οὐ δύναται ἡ γυνὴ διεκδικεῖν, ἐπειδὴ τοῦ ἀνδρός ἐστιν ἡ τούτων δεσποτεία.

56

pr.Ἀνάγν. καὶ βι. κή τί. ιγ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Γενόμενός τις προτέρας γυναικὸς ἀνὴρ καὶ ταύτην ἀποβαλὼν, εἶτα δευτέρᾳ συνοικήσας, προϊκά τε [ὑπο] δεξάμενος παρ᾽ ἑκατέρας καὶ παῖδας ἐκ τῆς πρώτης καταλιπών, ἀπῆλθε τῆς δευτέρας ἔτι περιούσης. ἐβούλετο τοίνυν ἡ δευτέρα γυνὴ τὴν προῖκα τὴν δεδομένην παρ᾿ αὐτῆς ἀπαιτεῖν, τῷ προνομίῳ χρωμένη τῷ παρ᾽ ἡμῖν δεδομένῳ· ἀντέλεγον δὲ οἱ ἐκ τῶν πρώτων γάμων παῖδες καὶ αὐτοὶ μητρῷαν προτεινόμενοι προῖκα· καὶ ἀμφισβητήσιμον ἦν, εἰ καὶ μὴ περιούσης τῆς προτέρας γαμετῆς δεῖ δέξασθαι τοὺς ἐκείνης παῖδας κατὰ τῆς δευτέρας προικὸς ἀγωνιζομένους. οὐ γὰρ ἑτέροις δεδώκαμέν τε ἤδη καὶ δίδομεν τοῦτο τὸ προνόμιον ἢ κληρονόμοις ἢ δανεισταῖς, ἀλλὰ μόνοις παισί. πολλαὶ μὲν οὖν ἀμφισβητήσεις γεγόνασιν ἐν τῷ πράγματι, λεγούσης τῆς δευτέρας γαμετῆς, ὡς ἐξαναλώσας ἔφθη καὶ πρὶν ἐπὶ τὸν πρὸς αὐτὴν ἔλθοι γάμον ὁ ἀνὴρ τὴν τῆς προτέρας γαμετῆς προῖκα, καὶ οὐ δίκαιόν ἐστι, τὴν μὲν αὐτῆς προῖκα, διότι τοσοῦτον εὑρέθη καταλιπὼν ὁ ἀνὴρ ὅσον ἀρκεῖ μόνον τῇ δευτέρᾳ προικὶ, αὐτὴν ἀπολέσαι, τοὺς δὲ τὴν ἐξαναλωθεῖσαν ἤδη προῖκα λαβεῖν. ἀλλ᾽ οἱ παῖδες τὰς ὑποθήκας προϊσχοντο, ὅτιπερ ὅλως πραγμάτων ὄντων τῷ τελευτήσαντι αἱ τῆς τελευτησάσης ὑποθῆκαι πρεσβύτεραι τῆς δευτέρας εἰσί. τούτων τοίνυν ἀμφισβητουμένων ἐκεῖνο τῶν ἀνωμολογημένων τε ἤδη καὶ νενομοθετημένων ἐστὶ παρ᾽ ἡμῶν, ὡς εἰ μέν τι φαίνοι [το] ἐκ τῶν πραγμάτων τῆς προτέρας ἢ τῆς δευτέρας, τοῦτο ἀνάγκη [ἢ] τοὺς παῖδας τῆς προτέρας ἢ τὴν δευτέραν ἔχειν, ἢ εἰ τελευτήσει κἀκείνη, τοὺς παῖδας αὐτῆς, ἕκαστον πρὸς ὅπερ ἂν οἰκείως ἔχειν ἑαυτὸν ἀποδείξειεν· ἐνταῦθα γὰρ καὶ [ἡ] ἐπὶ τῷ πράγματι ἀγωγὴ ἡ περὶ δεσποτείας ἁρμόζει καθαρῶς, καὶ ἕκαστον δεῖ τὸ οἰκεῖον ἔχειν μηδὲν προνομίου δεόμενον. εἰ δὲ οὐ φαίνοιτο τῶν ἑκατέρας πραγμάτων οὐδὲν, ἢ τινα μὲν φαίνοιτο, τινὰ δὲ ἐλλείποι, εἴτε περίεισιν αἱ γυναῖκες, διαζυγίῳ τυχὸν τοῦ προτέρου γάμου διαλυθέντος καὶ Νεαρὰ φα΄. ἁρμοσάσης τῇ γυναικὶ τῆς προικὸς, ἢ τετελευτήκασιν, ἢ ἐπὶ παισὶν ἄμφω ἢ καὶ μία τούτων, ἐπὶ τοῖς ἐλλείπουσι κυριωτέραν εἶναι τὴν προτέραν καὶ τοὺς ἐξ αὐτῆς παῖδας πρεσβυτέραν προῖκα προτεινομένους· ταὐτὸν δὲ ἐστιν εἰπεῖν καὶ ἐκγόνους καὶ ἀπεκγόνους καὶ τὴν ἐφεξῆς διαδοχὴν, ὁποιασδήποτε φύσεως εἶεν. ὥσπερ γὰρ εἰ δύο δημόσια ὀφλήματα ἦν, ἀνάγκη τὸ πρεσβύτερον κυριώτερον τοῦ μεταγενεστέρου καθεστάναι, οὕτω κἀνταῦθα τὰ προνόμια ἀνάγκη τῇ πρώτῃ προικὶ δοθῆναι πρότερον, οὕτω τε τῇ δευτέρᾳ, καὶ προῖκα μὴ προκρίνειν προικὶ, μηδὲ ὑποθήκην ὑποθήκῃ, ἀλλὰ τὸ πρεσβύτερον καὶ χρόνῳ πλέον μένειν τὴν οἰκείαν ἔχον ἰσχύν τε καὶ προνομίαν. τοὺς γὰρ χρόνους τῶν ὑποθηκῶν ἀμείψασθαι ἢ ἀνελεῖν κατ᾿ οὐδένα τρόπον αἱρούμεθα. Κἀκεῖνό γε μὴν ἐν τοῖς ἔμπροσθεν ἀμυδρῶς μὲν νομοθετηθὲν, σπανίως δὲ ἐν δικαστηρίοις ἐξητασμένον, ᾠήθημεν χρῆναι νόμῳ σαφεῖ περιλαβεῖν καὶ παραδοῦναι τῇ χρήσει, καὶ μεταγαγεῖν εἰς τὰ δικαστήρια πρὸς κοινὴν ἀποβησόμενον βοήθειαν. εἰ γὰρ συναφθεῖέν τινες ἀλλήλοις ἐπὶ προικὸς καὶ προγαμιαίας δωρεᾶς συμβολαίοις, εἶτα ὁ μὲν ἀνὴρ προγαμιαίαν δοίη δωρεὰν, ἡ δὲ γυνὴ ἀπενέγκοιτο προῖκα, ἢ αὐτὴ παρασχομένη ταύτην ἢ δόντος πατρὸς ἢ τινος ἔξωθεν, εἶτα φανείη παρ᾽ ὅλον τὸν τοῦ γάμου καιρὸν ἡ προὶξ μὴ δοθεῖσατῷ συνοικήσαντι, ἀλλ᾽ ἀνασχόμενος ἐκεῖνος τῶν τοῦ γάμου βαρῶν, καὶ ὁ γάμος θανάτῳ τοῦ ἀνδρὸς διαλυθείη· οὐκ ἂν εἴη δικαία παντελῶς ἡ γυνὴ προῖκα μὴ δοῦσα τῷ συνοικήσαντι τὴν προγαμιαίαν λαβεῖν δωρεάν. εἰ δὲ καὶ μὴ εἰς ὁλόκληρον δοίη, καὶ αὐτὴ κατὰ τοσοῦτον ἀπαιτείτω τὴν δωρεάν, καθ᾽ ὅσον ἐπιδοίη τὴν προῖκα. ἰσότητος γάρ ἐσμεν καὶ δικαιοσύνης ἐρασταὶ, καὶ ταύτην ἐν ἅπασί τε τοῖς ἄλλοις καὶ πρός γε ἐν τοῖς συνοικεσίοις βουλόμεθα κρατεῖν. ὥστε ἡ μηδ᾽ ὁτιοῦν ἐπιδοῦσα μηδ᾽ ὁτιοῦν λαμβανέτω· ἡ δὲ ἔλαττον, οὗπερ ὡμολόγησε, δοῦσα τοσοῦτον ἀπολαμβανέτω μόνον, ὅσον ἐπιδέδωκε. καὶ ἔστω καὶ αὐτὴ [καλὴ] τῷ παρόντι νόμῳ προσαύξησις. Εἰ· μέντοι ἐποφείλει προῖκα γυνὴ, καὶ ἡ μὲν δοῦναι βου- ληθείη ἢ ὁ ὑπὲρ αὐτῆς παρεχόμενος αὐτὴν ὅστις ποτ᾽ ἂν εἴη, ὁ δὲ ἀνὴρ ἢ ὁ τούτου πατὴρ ἢ ὁ πάππος τυχὸν ὑποδέξασθαι ταύτην μὴ βουληθεῖεν, τὸ δὲ τῆς γυναικὸς ἐκμαρτύρεται μέρος καὶ ἑτοίμως ἔχοι ταύτην καταβαλεῖν, ἢ καί τι μεῖζον πράξειε καὶ προσαγάγοι τυχὸν, καὶ εἴγε κινητὴ καθεστήκοι καὶ σφραγίδας ἐπιθείη καὶ κατὰ τὸν νόμον ἀπόθοιτο, ἢ καὶ κατὰ μίαν μοῖραν εἰσβαλὼν εἰς δικαστήριον ἀξιοῦ ταῦτα γενέσθαι, καὶ διαβάντες ἐκ τοῦ δικαστηρίου τινὲς ἀπήγγειλαν ταῦτα πρὸς τὸ τοῦ ἀνδρὸς μέρος, ἐπιμείνοι δὲ καὶ οὕτως ἀναβαλλόμενος· μὴ δύνασθαι διαλυθέντος τοῦ γάμου τὴν τῆς προγαμιαίας δωρεᾶς ἔκτισιν ἐκκλίνειν ὡς δῆθεν προικὸς οὐκ ἐπιδοθείσης· ὁ γὰρ δοῦναι βουληθεὶς, ἐν ᾧ τὴν λῆψιν ὁ λαμβάνειν ἠξιωμένος παραιτεῖται, παραπλήσιός ἐστι τῷ δεδωκότι. καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐπὶ τῆς προικὸς κρατείτω. ὥσπερ γὰρ εἰ μὴ δοίη καθ᾽ ὑπέρθεσιν τὴν προῖκα, ἄρνησιν αὐτῇ τῆς προγαμιαίας· ἠγάγομεν, οὕτω κἂν εἰ βουληθείη δοῦναι καὶ ὁ λαμβάνων ἐξεπίτηδες παραιτεῖται τὴν λῆψιν, δίδομεν αὐτῇ τὴν τῆς προγαμιαίας δωρεᾶς τοῦ συνοικεσίου λυθέντος ἀπαίτησιν καὶ τὴν προῖκα διὰ τὴν τοῦ ἀνδρὸς αἰτίαν οὐκ εἰσενεγκούσῃ.

57

pr.Ἀνάγν. καὶ βι. κς΄ τί. ζ΄ κεφ. πζ΄, ἐν ᾧ φησι· Γενικῶς θεσπίζομεν, ἵνα εἴ τις μείζων τῶν κε΄ ἐτῶν εἴτε ἄῤῥην εἴτε θήλεια προῖκα ἢ ἐπηγγείλατο ἢ δέδωκεν ὑπὲρ οἱασδήποτε γυναικὸς, ἔνθα γάμος νόμιμός ἐστι, παντὶ τρόπῳ ἀναγκάζηται τὴν οἰκείαν ὁμολογίαν πληρῶσαι. οὔτε γὰρ φορητόν ἐστιν, ὡσανεὶ τυχηρᾶς περιστάσεως ὑπούσης τὴν γυναῖκα γίνεσθαι ἄπροικον, καὶ οὕτως ἐκ τοῦ ἀνδρὸς ἐκβάλλεσθαι καὶ διαλύεσθαι τὸν γάμον. ὁπότε γὰρ ἴσμεν τῇ φειδοῖ τῶν προικῶν καὶ τοὺς ἀρχαίους νομοθέτας τὴν αὐστηρίαν τοῦ νόμους καταπραΰναι πολλάκις, ἀξίως καὶ ἡμεῖς πρὸς τὴν τοιαύτην ἐρχόμεθα [διά-] ταξιν. καὶ γὰρ ἐὰν ἑκουσίᾳ βουλήσει ἐξ ἀρχῆς τὴν ἰδίαν φιλοτιμίαν ἐπέδειξεν, ἀνάγκη ἐστὶ τοῦτον ἢ ταύτην ταῖς οἰκείαις ἐπαγγελίαις τὸ ἱκανὸν ποιεῖν, ἵνα ὅπερ ἐξ ἀρχῆς ἑκουσίως ἐγράφη ἢ εἰς ἐπαγγελίαν κατηνέχθη, τοῦτο καὶ παρὰ μὴ βου λομένων μετὰ ταῦτα πληρωθῇ, πάσης αὐθεντίας τοῦ βελλι ανείου δόγματος· ἐν τούτῳ τῷ θέματι ἀργούσης.

58

pr.Ἀνάγν. καὶ βι. κή τί. θ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Μή παρεχέτω ὁ ἀνὴρ ἐγγυητὴν ἐπὶ τῷ φυλάξαι τὴν προῖκα, κἂν τὰ μάλιστα τοῦτο νόμος ἢ συνήθεια ἐπέτρεπε γίνεσθαι.

59

pr.Ἡ διάταξις κελεύει, μήτε ἐγγυητὴν μήτε μανδάτορα δίδοσθαι παρὰ τοῦ ἀνδρὸς ἤτοι τοῦ μέρους τοῦ ἀνδρὸς ὑπὲρ τῆς προικός.

60

pr.Ἀνάγν. καὶ τί. ί, οὗτινος ἐν τῷ α κεφ. φησίν· Τῶν δαπανημάτων τὰ μὲν δι᾽ ἀνάγκην γίνονται, τὰ δὲ διὰ κέρδος, τὰ δὲ διὰ τέρψιν. δι᾽ ἀνάγκην ἐστὶ τὰ ἀναγκαίως γινόμενα· καὶ τότε μειοῦσι τὴν προῖκα, ὅτε περὶ αὐτὴν γένωνται. αἱ γὰρ εἰς ἄλλο τὶ γινόμεναι οὐ λογίζονται τῇ προικί.

61

pr.Αναγκαῖόν ἐστιν, ὅπερ εἰ μὴ ἐποίησεν ὁ ἀνὴρ, κατεδικάζετο τῇ γαμετῇ εἰς ὅσον αὐτῇ διέφερε γενέσθαι τὴν δαπάνην. καὶ τὰ μὲν γενόμενα λογίζονται, κἂν ὁ οἶκος μετὰ τὸ ἀνορθωθῆναι καυθῇ. ἐπὶ δὲ τοῖς μὴ γενομένοις τότε και ταδικάζεται ὁ ἀνὴρ, ὅτε διὰ τὸ μὴ γενέσθαι τὴν δαπάνην καὶ ζημία συνέβη. ἐὰν γὰρ αὐτοῦ μὴ ἀνορθώσαντος ὁ οἶκος καυθῇ, οὐδὲν δίδωσιν.

62

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Τὸ λεγόμενον, ὅτι τὰ ἀναγκαῖα δαπανήματα ἰδίῳ δικαίῳ μειοῦσι τὴν προῖκα, οὕτω δεῖ νοεῖν, ὥστε μὴ αὐτὰ τὰ σώματα ' μειοῦσθαι, τυχὸν ἀγρὸν ἢ ἕτερον πρᾶγμα· κατέχει δὲ αὐτὰ ὁ ἀνὴρ, ἕως οὗ λάβῃ τὰς δαπάνας. εἰ δὲ χρήματα ἦσαν ἐν τῇ προικὶ, μειοῦνται. εἰ δὲ καὶ πράγματα διατετιμημένα ἦν ἐν τῇ προικὶ, ἰδίῳ δικαίῳ γίνεται ἡ μείωσις διὰ τῶν ἀναγκαίων δαπανῶν. καὶ τῆς γυναικὸς ποιούσης τὸ ἱκανὸν ἡ προὶξ αὔξει.

63

pr.Ἐν δὲ τῷ δ ' κεφ. Διακερδᾶ ' εἰσι τὰ βελτίονα ποιοῦντα τὴν προῖκα· Οἷον τὸ νεόφυτα ποιῆσαι ἢ ἀρτοκοπεῖον [ἢ ἐργαστήριον] ἢ τέχνας διδάξαι τοὺς δούλους. καὶ οὐ μειοῦσι μὲν τὴν προῖκα, ἀπαιτοῦνται δέ.

64

pr.Ἐν δὲ τῷ ς ' κεφ. Τότε ὑπεξαιροῦνται τὰ ἐπωφελῆ, ὅτε κατὰ γνώμην γένωνται τῆς γυναικός. ἄδικον γάρ ἐστιν μὴ ἔχουσαν ἑτέρωθεν δοῦναι, καταναγκασθῆναι πωλῆσαι τὸ πρᾶγμα, περὶ ὃ γέγονεν ἡ δαπάνη.

65

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ἐπιλογὴν ἔχει ἡ γυνὴ, ἢ δοῦναι τὴν διὰ τέρψιν γενομένην δαπάνην, ἢ συγχωρῆσαι τῷ ἀνδρὶ περιελεῖν τὸ γεγονὸς, εἴ γε δύναται περιαιρεθῆναι, καὶ μέλλει ἔχειν αὐτό· ἐπεὶ οὐ περιαιρεῖ αὐτό.

66

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Κἂν γνώμῃ τῆς γυναικὸς γεγόνασι τὰ πρὸς τέρψιν δαπανήματα, οὐκ ἀπαιτοῦνται. Καὶ ἡ τῆς δαπάνης δωρεὰ μεταξὺ τῶν συνοικούντων κεκώλυται.

67

pr.Ἐν δὲ τῷ ι ' κεφ. Τὰ γινόμενα μέτρια ἀναγκαῖα δαπανήματα περὶ οἰκοδομὴν ἢ φυτείαν ἢ ὑγείαν τῶν δούλων οὐκ ἀπαιτεῖται.

68

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Αναγκαῖα δαπανήματά ἐστιν, ὧν μὴ γενομένων ἡ προὶξ μειοῦται· οἷον παραχώματα ποιῆσαι, ποταμοὺς ἀποστρέψαι, οἶκον ὑπορθῶσαι καὶ ἀνανεῶσαι, ἀντὶ τῶν ἀποθανόντων δένδρων ὑποβαλεῖν ἕτερα ἐπωφελῆ, τὸ εἰσαγαγεῖν θρέμματα πρὸς τὸ κοπρίσαι τὸν ἀγρόν. πρὸς τέρψιν δέ ἐστι τὸ ποιῆσαι βαλανεῖον.

69

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Τότε τὰ ἀναγκαῖα μειοῦσι τὴν προῖκα, ὅτε ἔξωθεν τῆς ἀναγκαίας φυλακῆς τῆς προικὸς εἰς αὐτὴν δαπανηθῇ. φυλάττειν γὰρ ὁ ἀνὴρ ὀφείλει τὴν προῖκα δαπανήμασιν ἰδίοις, ὥσπερ καὶ τρέφειν τοὺς προικιμαίους δούλους, καὶ μέτρια δαπανᾷν εἰς ἀνανέωσιν ' καὶ ἐπιμέλειαν τῶν ἀγρῶν, οὐχ ὥστε μέντοι περὶ ταῦτα δαπανῆσαι πᾶσαν τὴν πρόσοδον. ἐκ τῆς ποιότητος οὖν καὶ τῆς ποσότητος ἑκάστη δαπάνη σκοπεῖται καὶ ὀφείλει τῆς προικὸς ὑπεξαιρεθῆναι.

70

pr.Ἀνάγν. καὶ βι. κθ'΄ τί. α΄ κεφ. ρις θέμ. γ΄ καὶ βι. λ ' τί. α΄ κεφ. η θέμ. γ΄.