JGR V 16.28
Περὶ προθεσμιῶν τῶν διδομένων τοῖς δικαζομένοις παρὰ τῶν δικαστῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ΄ τί. ιζ ' ἀπὸ τοῦ ια΄ κεφ. ἕως τοῦ δεκάτου ὀγδόου, ἐν οἷς φησιν· Ἡ διάταξις κελεύει, ἐξουσίαν ἔχειν τὸν δικαστὴν ἕνεκεν συμβολαίων ἢ προσώπων συμβαλλομένων τῇ δίκῃ παρέχειν τοῖς δικαζομένοις προθεσμίαν εἰς παρασκευὴν τῶν οἰκείων δικαιολογιῶν πρὸς τὸ διάστημα τῶν τόπων, ἐν οἷς λέγει ὁ αὐτῶν τυγχάνειν τὰ πρόσωπα ἢ τὰ συμβόλαια. εἰ μὲν γὰρ ἐν αὐτῇ τῇ ἐπαρχίᾳ καθ᾽ ἣν ἡ δίκη λέγεταί φησι ταῦτα τυγχάνειν, μὴ περαιτέρω τριῶν μηνῶν αὐτῷ παρεχέσθω· εἰ δὲ ἐν ἑτέρᾳ ἐπαρχίᾳ λέγει τυγχάνειν τὰ πρόσωπα ἢ τὰ συμβόλαια, εἰ μὲν πλησιάζει ἐκείνῃ τῇ ἐπαρχίᾳ καθ᾽ ἣν ἡ δίκη λέγεταί [φησιν], ἓξ μῆνες λόγῳ τῆς προθεσμίας παρασχεθήσονται· εἰ δὲ διαπόντιος εἴη ἐπαρχία, ἐννέα μηνῶν τότε λαμβανέτω προθεσμίαν. [οὐ βούλεται δὲ τοὺς δικαστὰς ἔχειν ἐξουσίαν ὡς ἔτυχε παρέχειν προθεσμίαν,] ἀλλὰ τοὺς αὐτοὺς συναινεῖν, ἡνίκα σφοδρὰ καὶ ἀπαραίτητος χρεία ἀπαιτεῖ. καὶ ἀναγκαίας δὲ οὔσης [τῆς] αἰτίας πλέον ἢ ἀπαξ μὴ παρεχέσθω προθεσμία, εἰ μὴ ἄρα ἀνάγκη τὶς ἀπαιτήσει καὶ εἰς δεύτερον παρασχεθῆναι αὐτήν.
2
pr.Ὁ ἀπὸ θείας ἀντιγραφῆς εἰς ἄλλον φόρον ἕλκων τὸν ἴδιον ἀντίδικον μὴ λαμβανέτω προθεσμίαν. ὁ δὲ παρ᾽ αὐτοῦ ἐναγόμενος, εἰ βούλεται ἐλέγξαι τὸ τῶν δεήσεων ψεῦδος ἢ δικαιώματα ἀγαγεῖν ὑπὲρ ἑαυτοῦ ἢ μάρτυρας, λαμβανέτω προθεσμίαν ὡς ἀπροσδοκήτως εἰς ἀπρόσφορον ἑλκόμενος δικαστήριον, καὶ διὰ τοῦτο ἀπαράσκευος ὑπάρχων πρὸς τὸ δικάσασθαι.
3
pr.Οὐδὲ τοῖς περὶ τύχης καὶ περὶ οὐσίας δικαζομένοις ἔξεστιν ὑπὲρ τοὺς ἐννέα μῆνας αἰτεῖν προθεσμίαν ἐν ταῖς διαποντίοις διακειμέναις ἐπαρχίαις.
4
pr.Ἀνάγν. καὶ τί. α΄ κεφ. ζ ' καὶ τί. δ΄ κεφ. α΄, ἐν οἷς φησι περὶ τῶν εἴκοσι ἡμερῶν ἐν τῇ προκατάρξει τῆς δίκης διδομένης προθεσμίας. περὶ ἧς καὶ ἐν τῷ περὶ [δια] δικαζομένων προείρηται. ἀνάγν. καὶ βι. θ΄ τί. γ΄ κεφ. α΄, ἐν ᾧ φησι· Δύναται ὁ δικαστὴς καὶ στενοῦν τὴν τετράμη- νον καὶ ἐπεκτείνειν πρὸς τὴν ποιότητα τοῦ πράγματος καὶ τῶν προσώπων. σπανίως δὲ πρὸ τοῦ τεταγμένου χρόνου ἐκβιβάζονται αἱ ψῆφοι.
5
pr.Καὶ κεφ. β΄, ἐν ᾧ φησιν· Εἰ ἥττονα τῶν τεσσάρων μηνῶν ἔδωκε προθεσμίαν ὁ δικαστὴς, ἀναπληροῦται ἡ τετράμηνος. εἰ δὲ πλείονα, περιμένειν δεῖ τὸν ἐν τῇ ψήφῳ ὁρισθέντα καιρόν.
6
pr.Ἀνάγν. καὶ κεφ. λα΄, ἐν ᾧ φησι· Τοῖς χρεώσταις αἰτοῦσι δεῖ δίδοσθαι προθεσμίαν, εἰ δὲ δεήσει, καὶ ἐπεκτείνεσθαι. τῶν δὲ ἀγνωμόνως ὑπερτιθεμένων καὶ ἐνέχυρα λαμβάνονται. καὶ τῷ κατακριθέντι δὲ προθεσμία δίδοται. τῶν δὲ μετὰ τὴν προθεσμίαν μὴ διδόντων ἐνέχυρα λαμβάνονται, καὶ εἰ ἐντὸς δύο μηνῶν μὴ δῶσι, πιπράσκονται, καὶ εἴ τι περιττεύει ἐκ τῆς τιμῆς, ἀναλαμβάνουσι.
7
pr.Καὶ κεφ. πθ΄, ἐν ᾧ φησιν, ὅτι οὐ μόνον τοῖς καταδικαζομένοις πρωτοτύποις δίδοται ἡ τῶν τεσσάρων μηνῶν προθεσμία, ἀλλὰ καὶ τοῖς ἐγγυηταῖς αὐτῶν.
8
pr.Ἀνάγν. καὶ βι. ς΄ τί. κα [κεφ. α΄], ἐν ᾧ φησι περὶ τῆς διδομένης προθεσμίας τῷ αἰτιαθέντι εἰ μὴ ἐνδημοίη τῇ χώρᾳ.