IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.28

Περὶ ἐξορίστων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ τί. να κεφ. γ ' θέμ. β΄, ἐν ᾧ φησιν· Οἱ μὴ πειθαρχοῦντες τῇ ἐξορίᾳ, ἀλλ᾽ ἢ ἐν ἑτέροις εὑρισκόμενοι τόποις, ἢ μὴ ἀπιόντες ἐν τῇ ἐξορίᾳ, ἀντὶ μὲν ἐξορίας προσκαίρου διηνεκῇ ὑφίστανται· ἀντὶ δὲ διηνεκοῦς ἐξορίας περιορισμόν· ἀντὶ δὲ περιορισμοῦ κεφαλικὴν τιμωρίαν.

2

pr.Καὶ κεφ. λ΄, ἐν ᾧ φησιν· Ὁ προσκαίρως ἐξοριζόμενος ἐὰν ἀποφύγῃ, διηνεκῶς ἐξορίζεται· ὁ δὲ διηνεκῶς ἐξορισθεὶς, μεταλλίζεται. ὁ δὲ μεταλλισθεὶς ἀποφεύγων ἀποκεφαλίζεται. Καὶ ὁ πρόσκαιρον φυλακὴν φυγὼν διηνεκῶς φυλάττεται, ὁ δὲ διηνεκῆς φεύγων μεταλλίζεται, ὁ δὲ μέταλλον φυγὼν ἐσχάτως τιμωρεῖται.

3

pr.Καὶ κεφ. με καὶ νς καὶ ξ ' καὶ τί. νδ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ἐξόριστος οὐ δημεύεται. Ὁ περιωρισμένος ἐλευθεροῦν οὐ δύναται.