JGR V 5.27
Περὶ ἐντολέων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. η΄ο τί. β΄ ἀπὸ τοῦ π ' κεφ. ἐν δὲ τῷ πθ ' κεφ. φησί· Μηδεὶς τὴν ἑτέρου δίκην ἀγοραζέτω. προῖκα μέντοι γενέσθω ἐντολεὺς εἰ βούλεται, καὶ μὴ χρήματα δοὺς τὴν ἀγωγὴν ἐντελλέσθω.
2
pr.Ἐν δὲ τῷ φέ κεφ. Μετὰ προκάταρξιν ὁ ἐντολεὺς [μή] ἀποκινείσθω παρὰ τοῦ δεσπότου τῆς δίκης, εἰ μὴ κεφαλικῆς ἔχθρας ἢ νόσου ἢ ἑτέρας ἀναγκαίας παρεμπεσούσης αἰτίας.
3
pr.Ἀνάγν. καὶ βι. θ ' τί. ί κεφ. ί καὶ τί. ια΄, οὗτινος ἐν τῷ κ΄ κεφ. φησίν· Οὐ μόνον ἐνάγων, ἀλλὰ καὶ ἐπερωτῶν ἐκ προσώπου τοῦ ἀπολιμπανομένου δίδωσι τὴν ἱκανοδοσίαν ὁ ἐντολεύς.
4
pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. θ ', ἐν ᾧ φησιν· Ἐὰν ὁ ἐντολεύς μου χρήμασιν ὑποφθαρεὶς καταδικασθῆναι ἀνάσχηται, κέχρημαι παραγραφῇ. καὶ οὔτε αὐτὸς ἅπερ ἔλαβεν ἀποδίδωσιν· αἰσχρᾶς γὰρ ὑποκειμένης αἰτίας κρείττων ἐστὶν ὁ λαβών. καὶ κεφ. κθ΄.
5
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. ναι κεφ. λδ ' θέμ. ζ΄, ἐν ᾧ φησιν· Ὁ ἐντολεὺς τὰ τῆς δίκης προδιδοὺς δικαιώματα, εὐτελὴς μὲν ὢν, μεταλλίζεται· τίμιος δὲ δημεύεται εἰς τὸ ἥμισυ, καὶ διηνεκῶς ἐξορίζεται.