JGR V 5.26
Περὶ ἐντολῶν καὶ ἐντολέων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιγ ' τί. β΄ κεφ. α΄ θέμ. 5΄, ἐν ᾧ φησιν· Ἐὰν θέλοντί μοι παραθέσθαι σοι πρᾶγμα ἐπιτρέψῃς αὐτὸ παρασχεῖν τῷ ἀπελευθέρῳ σου, εἰ μὲν ὡς σοῦ μέλλοντος φυλάττειν ἔδωκα, κατὰ σοῦ ἔχω τὴν περὶ παραθήκης ἀγωγήν· εἰ δὲ συνεβούλευσάς μοι μᾶλλον τῷ ἀπελευθέρῳ παραθέσθαι, κατ᾿ αὐτοῦ μὲν ἔχω τὴν περὶ παραθήκης ἀγωγὴν, κατὰ σοῦ δὲ [οὔτε τὴν περὶ παραθήκης ἀγωγὴν] οὔτε τὴν περὶ ἐντολῆς, εἰ μὴ ἐνετείλω μοι κινδύνῳ σου αὐτῷ παραθέσθαι.
2
pr.Ἀνάγν. καὶ βι. ιδ ' τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἡ τῆς ἐντολῆς ἐνοχὴ τῆς περὶ συμφωνίας ἀγωγῆς ἐστι. Καὶ συνίσταται ἡ ἐντολὴ καὶ δι᾽ ἀγγέλου καὶ δι᾽ ἐπιστολῆς, καὶ οἱοισδήποτε ῥήμασι, καὶ ὑπὸ ἡμέραν καὶ ὑπὸ αἵρεσιν. Κατὰ χάριν εἶναι δεῖ τὴν ἐντολήν· παρεντιθεμένων γὰρ χρημάτων μίσθωσις γίνεται.
3
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἔσθ᾽ ὅτε ὁ ἐνταλθεὶς κρείττονα ποιεῖ τὴν αἵρεσιν τοῦ ἐντειλαμένου, χείρονα δὲ οὐδέποτε.
4
pr.Ἐν δὲ τῷ ς ' κεφ. θέμ. γ΄· Ἐπὶ αἰσχρῷ πράγματι ἐντολὴ οὐ συνίσταται. Ἐὰν ἐντείλωμαί σοι ὑπὲρ ἑτέρου τὶ πρᾶξαι, τίκτεται μεταξὺ ἐμοῦ καὶ σοῦ ἡ περὶ ἐντολῆς ἀγωγή. Εἰ δὲ ὑπὲρ σοῦ μόνου, οὐκ ἐνέχομαι, εἰ μὴ ἄρα οὐκ ἂν ἔπραξας, εἰ μὴ ἐνετειλάμην, [εἰ ' καὶ ἐμοὶ διαφέρει].
5
pr.Ἐν δὲ τῷ ζ ' κεφ. Τὸ ὁρισθὲν τῷ διοικητῇ τῆς δίκης ὀψώνιον ἐξτραορδίνως ἀπαιτεῖται, καὶ σκοπεῖ ὁ δικαστὴς, εἰ ὑπὲρ καμάτου συνεφωνήθη. τότε γὰρ ὀφείλει δοθῆναι· οὐ μὴν ὅτε τὸ τῆς δίκης ἀποτέλεσμα πολλοῖς χρήμασιν ὁ διοικητὴς παρανόμως ἠγόρασεν.
6
pr.Ἀνάγν. καὶ βι. ιζ ' τί. α΄ κεφ. κζ ' καὶ βι. κζ ' καὶ βι. κς ' τί. δ΄ κεφ. λς΄, ἐν ᾧ φησιν· Οὐ δύναται ὁ ἐντολεὺς ὁ ἐνταλθεὶς κινῆσαι περὶ χρέους μέρος λαβεῖν καὶ τοῦ λοιποῦ ἀμεριμνίαν ποιῆσαι· ἐπειδὴ οὐδὲ μετατεθῆναι ἢ ἀνακαινίσαι δύναται τὴν ἀγωγήν. ἀνάγν. καὶ τί. ε κεφ. ριέ΄.
7
pr.Ἀνάγν. καὶ βι. νγ ' τί. α΄ κεφ. κέ θέμ. γ΄, ἐν ᾧ φησιν· Ὁ ἐνταλθεὶς οὐκ ἀπαιτεῖ ἅπερ ἐλῃστεύθη ἢ ναυαγίῳ ἀπώλεσεν, ἢ περὶ τὴν ἰδίαν ἢ τὴν τῶν ἰδίων νόσον ἐδαπάνησε. ταῦτα γὰρ κατὰ τύχην, οὐ μὴν ἐκ τῆς ἐντολῆς συνέβη.