IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.25

Περὶ ἐνοίκων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κ΄ τί. α΄, οὗτινος ἐν τῷ νδ ' κεφ. φησί· Τῶν ἐνοίκων ἐπὶ πολλῶν χρόνων τουτέστιν ἐπὶ διετίαν μὴ φαινομένων, μήτε στεγονόμιον κατατιθέντων, ἔξεστιν οἷς διαφέρει ἀνοίγειν, καὶ παρόντων δημοσίων προσώπων ἀπογράφεσθαι τὰ ἐκεῖ ὄντα.

2

pr.Ἐν δὲ τῷ ξγ ' κεφ. Ὡραῖον λέγει νόμιμον ἡ διάταξις, ὅτι ὁ ἔνοικος, ἐφ᾽ ὅσον δίδωσι τὸ μίσθωμα, οὐκ ἐκβάλλεται παρὰ τοῦ δεσπότου, εἰ μὴ ἄρα ἢ εἰς ἰδίαν χρείαν ἀναγκαίαν δέεται τοῦ οἴκου, ἢ ἐπισκευάσαι βούλεται, ἢ ὁ ἔνοικος κακῶς αὐτῷ κέχρηται.

3

pr.Ἐν δὲ τῷ ξέ΄ κεφ. Πάντα ὅσα οἱ μισθωτοὶ εἰσάγουσιν εἰς τὸν οἶκον τοῦ μισθωθέντος αὐτοῖς ἀγροῦ βουλομένου τοῦ δεσπότου, ὑπόκεινται ταῦτα ἐπὶ τῷ μισθώματι. ἐπὶ δὲ οἴκου μισθωθέντος, καὶ ἀγνοοῦντος τοῦ δεσπότου εἴ τινα εἰσενεχθῶσιν, ὑπόκεινται.

4

pr.Ἀνάγν. καὶ βι. κέ τί. γ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Τὰ εἰσφερόμενα εἰς τὸν οἶκον πάντα τὰ πράγματα τοῦ ἐνοίκου ὑπόκεινται οὐ μόνον ἐπὶ τοῖς στεγονομίοις, ἀλλὰ καὶ ἐφ᾽ οἷς τὸν οἶκον κατὰ ῥαθυμίαν ἔβλαψε, περὶ ὧν καὶ τῇ ἐπὶ τῇ μισθώσει ἀγωγῇ ὑπόκειται. ὁμοίως καὶ ἐν τῷ δ΄ κεφ. φησίν. ἀνάγν. καὶ τί. ε κεφ. θ ' θέμ. β΄.

5

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. ιθ΄, ἐν ᾧ διαλαμβάνεται περὶ τῶν κωλυομένων μετοικῆσαι, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Εἰ συμφωνήσει ὁ ἔνοικος πρὸ ῥητοῦ χρόνου μὴ ἀναχωρεῖν, καὶ δοὺς ὑπὲρ μέρους θέλει ' μετοικῆσαι, οὐ κινεῖ τὸ νόμιμον παράγγελμα, εἰ μὴ τὸ πᾶν δῷ. εἰς ὅλον γὰρ τὸν χρόνον ὑπόκεινται τὰ ἐνέχυρα. καὶ εἰ μὴ ἐλευθερωθῶσιν, οὐ κινεῖται τὸ νόμιμον παράγγελμα. περὶ τούτων δὲ πλατύτερον εὑρήσεις ἐν τῷ περὶ μισθώσεως καὶ ἐκμισθώσεως τίτλῳ.