JGR V 5.24
Περὶ ἐνεχύρων καὶ ὑποθηκῶν, καὶ περὶ διαπράσεως, καὶ ποῖα οὐ δύνανται πιπράσκεσθαι, καὶ πότε καὶ αἱ στρατεῖαι ὑπόκεινται, καὶ ποῖα σιωπηρώς ὑπόκεινται, καὶ τίνες ἐν αὐτοῖς προτιμῶνται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κε΄, οὗτινος ἐν τῷ α΄ τί. κεφ. α΄ φησίν· Οὐ μόνον παραδόσει, ἀλλὰ καὶ ψιλῷ συμφώνῳ συνίσταται τὸ ἐνέχυρον. ἐὰν δέ τις χρυσὸν δείξας ὡς αὐτὸν μέλλων ὑποτίθεσθαι χαλκὸν παράσχῃ, οὐχ ὁ χαλκὸς, ἀλλ᾽ ὁ χρυσὸς ὑπόκειται. εἰ δὲ τὸν χαλκὸν διαβεβαιωσάμενος εἶναι χρυσὸν ἠνεχύρασεν, ὑπόκειται καὶ τῇ περὶ ἐνεχύρων ἀγωγῇ, καὶ τῷ τιμωροῦντι νόμῳ τοὺς ταῦτα δολιευμένους.
2
pr.Ἐν δὲ τῷ δ΄ κεφ. Εἴτε ἐξ ἀρχῆς εἴτε μετὰ ταῦτα συμφωνηθῇ περὶ τῆς πράσεως τῶν ἐνεχύρων εἴτε μηδὲν συμφωνηθῇ, καλῶς αὐτὰ πιπράσκει ὁ δανειστὴς καὶ ποιεῖ δεσπότην τὸν ἀγοραστήν. εἰ δὲ ῥητῶς συμφωνηθῇ μὴ πιπράσκεσθαι καὶ πωλήσει, ἐνέχεται τῇ περὶ κλοπῆς ἀγωγῇ, εἰ μὴ τρίτον διαμαρτυρηθεὶς ὁ χρεώστης καταβαλεῖν ὑπερέθετο· Εἴτε ' τελείως συνεφωνήθη μὴ πραθῆναι, εἴτε ἐν τῇ αἱρέσει ἢ τῷ ποσῷ ἢ τῷ τόπῳ παρὰ τὸ σύμφωνον πράξει.
3
pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐὰν συμφωνηθῇ πιπράσκεσθαι τὸ ἐνέχυρον, οὐ μόνον διὰ τὸ κεφάλαιον, ἀλλὰ καὶ διὰ τοὺς τόκους καὶ τὰ εἰς αὐτὸ δαπανηθέντα πιπράσκεται. Ὁ ἀλλότριον ὑποθέμενος, ἢ κακοθελῶς περὶ τὸ ἐνέχυρον ἐνεχθεὶς, ὑπόκειται τῇ περὶ ἐνεχύρων ἀγωγῇ. Κυρίως ἐνέχυρον λέγεται τὸ παραδοθὲν τῷ δανειστῇ· τὸ δὲ μὴ παραδοθὲν, ἀλλὰ συμφωνηθὲν, ὑποθήκη ἐστίν.
4
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἐὰν ὁ χρεώστης πωλήσῃ τῷ δανειστῇ τὸ ἐνέχυρον, οὐ δύναται μετὰ ταῦτα διδοὺς τὸ κεφάλαιον καὶ τοὺς τόκους ἀνατρέπειν τὴν πρᾶσιν.
5
pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Τὰ τυχηρὰ οὐ κινδυνεύεται τῷ δανειστῇ, ἀλλὰ δύναται κατὰ τύχην ἀπολέσας τὸ πρᾶγμα ἀπαιτεῖν διὰ προσωπικῆς τὸ ἑαυτῷ κεχρεωστημένον. ὁμοίως καὶ ἐν τῷ μδ ' κεφ. καὶ ἐν τῷ με [φησίν].
6
pr.Ἐν δὲ τῷ β΄ τί. κεφ. δ΄ φησίν· Ὡς ἐπὶ τῶν ἐνοχῶν τῆς ἀγωγῆς τῆς ἐνοχοποιούσης τοὺς ἐπὶ παντὸς συναλλάγματος συναινοῦντας, οὕτω καὶ [ἡ] ὑποθήκη συμφώνῳ συνίσταται, καὶ οἱοισδήποτε ῥήμασι καὶ ἀγράφως. τὰ γὰρ ἔγγραφα διὰ τὴν ἀπόδειξιν γίνεται. ἐὰν οὖν ἄλλως δείκνυται τὸ γεγονὸς, ἔρῥωται ὡς ἐπὶ ἐγγράφων.
7
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Τῆς γενικῆς ὑποθήκης ἐξαιρεῖται, ὅσα πιθανόν ἐστιν ἰδικῶς μὴ ὑποτίθεσθαι τὸν χρεώστην, οἷον οἰκοσκευὴ καὶ ἐσθὴς, καὶ τὰ πρὸς χρῆσιν ἀναγκαῖα ἀνδράποδα, καὶ τὰ πρὸς διάθεσιν αὐτοῦ φερόμενα, Καὶ τὰ πρὸς καθημερινὴν χρῆσιν, Καὶ ἡ παλλακή, καὶ οἱ φυσικοὶ παῖδες, καὶ οἱ θρεπτοὶ, καὶ οἱ τούτοις ὅμοιοι. Τὸ αὐτὸ κρατεῖ καὶ ἐπὶ τοῖς πράγμασι τοῖς οὖσιν αὐτῷ ἐν τῷ καιρῷ τοῦ ὑποτίθεσθαι.
8
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ πολλὰ πράγματα λαβὼν εἰς ὑποθήκην, εἰ μὴ πληρωθῇ τὸ χρέος, οὐκ ἀναγκάζεται τὸ ἓν ἐλευθερῶσαι.
9
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Τὰ συμβαίνοντα τυχηρὰ τῷ ἐνεχύρῳ, ἐπιβλαβῆ τε καὶ ἐπικερδῆ, τὸν χρεώστην ὁρᾷ.
10
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐὰν οἶκος ὑποτεθεὶς καυθῇ, καί τις ἀγοράσας τὸ ἔδαφος κτίσῃ, καὶ τὸ κτισθὲν ὑπόκειται. ὁ δὲ καλῇ πίστει νομεὺς οὐκ ἀποκαθίστησιν, εἰ μὴ λάβῃ τὰς δαπάνας, εἰς ὅσον τὸ πρᾶγμα γέγονε τιμιώτερον.
11
pr.Ἐν δὲ τῷ λζ ' κεφ. Ὁ δανειστὴς ἀπὸ συμφώνου τὸ ἐνέχυρον λαμβάνων οὐ ποιεῖ βίαν. ὅμως ὀφείλει μετὰ κελεύσεως τοῦ ἄρχοντος ἐπὶ νομῆς γίνεσθαι ὁ τοιοῦτος.
12
pr.Ἐν δὲ τῷ μα κεφ. Ἡ χρονία νομὴ οὐκ ἀναιρεῖ τὸ ἐνέχυρον.
13
pr.Ἐν δὲ τῷ μή κεφ. Ὁ χρεώστης οὔτε πωλῶν οὔτε δωρούμενος ἢ λεγατεύων τὸ ἐνέχυρον χείρονα ποιεῖ τὴν αἵρεσιν τοῦ δανειστοῦ. ὅθεν δύναται ἀπαιτεῖν [αὐτὸ] ὁ δανειστής.
14
pr.Ἐν δὲ τῷ να κεφ. Ὥσπερ τὰ τυχηρὰ ὁ δανειστὴς οὐκ ἐπιγινώσκει τοῦ ἐνεχύρου, οὕτω καὶ δόλον καὶ ῥᾳθυμίαν [καὶ φυλακὴν] παρέχειν ὀφείλει ἐπ᾿ αὐτῷ.
15
pr.Ἐν δὲ τῷ νς ' κεφ. Ἐὰν ἀργυροπράτης ἢ μεταξάριος ἢ ἄλλος οἱοσδήποτε ἔμπορος δανεισάμενος στρατεύσῃ ἴδιον υἱὸν ἢ συγγενῆ τοιαύτην στρατείαν, ἥτις ἢ πιπράσκεται ἢ εἰς κληρονόμους παραπέμπεται, εἰ καὶ μὴ δείξαιεν οἱ δανεισταὶ ὅτι ἀπὸ χρημάτων τοῦ δανεισαμένου ἐστρατεύσατο, ἀλλ᾽ οὖν ἀπαιτεῖται αὐτὰ ὁ υἱὸς ἢ ὁ συγγενής. εἰ δὲ ἐξωτικὸν ἐστράτευσε, καὶ δείξει ὅτι ὁ χρεώστης δέδωκε τὰ χρήματα, αὐτόθεν δύναται κινῆσαι.
16
pr.Ἐν δὲ τῷ γ ' τί. [διαλαμβάνεται] περὶ τῶν σιωπηρῶς ὑποκειμένων ἐνεχύρων τε καὶ ὑποθηκῶν.
17
pr.Ἐν δὲ τῷ δε τί. περὶ τῶν μὴ ἐνεχομένων ἐνεχύρων τε καὶ ὑποθηκῶν, οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησίν· Οὐδεὶς ἐνοχοποιεῖ πρᾶγμα, εἰ μὴ ὁ δυνάμενος. ὥστε οὖν οὐδὲ δοῦλος οὐδὲ προκουράτωρ ἢ διοικητὴς ἢ μισθωτὸς δύναται ἄκοντος καὶ ἀγνοοῦντος τοῦ δεσπότου ὑποτιθέναι πρᾶγμα, καὶ τοῦτο νόμιμον.
18
pr.Ἐν δὲ τῷ ιε κεφ. Ἐάν τις ἀπὸ προγενεστέρου δανειστοῦ πρᾶγμα ἠγόρασεν ὑποκείμενον, ἐπειδὴ τὸ δίκαιον ὑπεισἤλθε τοῦ πράτου, βοηθεῖται ἕνεκεν τῶν ἄλλων δανειστῶν.
19
pr.Ἐν δὲ τῷ ἐ τί. περιέχεται, τίνες δυνατώτεροι εἰς τὸ προτιμηθῆναι ἐν τοῖς ἐνεχύροις καὶ ταῖς ὑποθήκαις εἰσὶ, περὶ ὧν εὑρήσεις πλατύτερον ἐν τῷ περὶ προτιμήσεως χρέους.
20
pr.Ἐν δὲ τῷ ς΄ τί. [διαλαμβάνεται] περὶ τοῦ πότε καὶ πῶς δεῖ ὑποτίθεσθαι τὰς στρατείας, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Θεσπίζομεν τὰς ἐκ τοῦ καλουμένου κάσου στρατείας μὴ παντὶ προχείρως ὑποκεῖσθαι, πλὴν εἰ μὴ δανειστὴς εἴη ὁ εἰς αὐτὸ τοῦτο δανείσας, ἐφ᾽ ᾧ τῆς στρατείας [ἐκεῖνον] τυχεῖν· ἐπείτοιγε τοῖς ἄλλοις δανεισταῖς οὐ προχείρως δίδομεν τοῦτο. ἀλλ᾽ εἰ μὲν παῖδες ὦσιν ἢ γαμετὴ τῷ τελευτήσαντι, τούτους πᾶσι προκρίνεσθαι τρόποις, ὥστε προσιέναι τε ἡμῖν, καὶ κατὰ κέλευσιν ἡμετέραν ταῦτα κομίζεσθαι, οὐχ ὡς πατρῷον κλῆρον, εἴγε τὰ ἄλλα ἄπορος εἴη, ἀλλὰ βασιλικὴν φιλοτιμίαν, ἵνα καὶ τοῖς οὐσίαν καταλιμπάνουσι καὶ τοῖς οὐκ ἔχουσι τὰ εἰκότα βοηθήσαιμεν. εἰ μέντοι οὐδεὶς αὐτοῖς, οὔτε παῖς οὔτε γυνὴ, καθεστήκοι, οὐδὲ δανειστὴς ὁ εἰς ταύτην τὴν στρατείαν δανείσας, τηνικαῦτα καὶ τοῖς ἄλλοις δανεισταῖς μεταδίδομεν τῶν τοιούτων, ἵνα μὴ δόξαιμεν ἀπάνθρωπόν τι ποιεῖν, καὶ οὐδὲ εὐσεβῆ καὶ θεῷ ἀρέσκουσαν πρᾶξιν τιθέναι τὸν νόμον· τῶν περὶ τῆς στρατείας τῶν περιβλέπτων σιλεντιαρίων ἰδικῶς δεδομένων καὶ πεφιλοτιμημένων αὐτοῖς προνομίων ἐπὶ τῆς ἰδίας ἰσχύος μενόντων.
21
pr.Ἐν δὲ τῷ ζ΄ τί. [διαλαμβάνεται] περὶ διαπράσεως ἐνεχύρων καὶ ἱποθηκῶν, οὗτινος ἐν τῷ ις κεφ. φησί· Δύναταί τις τὸ ἀπὸ τῆς καταδίκης ἐνέχυρον πιπράσκειν. ἔοικε γὰρ τῷ ἀπὸ συμφώνου ἐνεχύρῳ, καὶ ὁμοίαν τάξιν ἐπέχει.
22
pr.Ἐν δὲ τῷ ιζ κεφ. Τὸ ἀπὸ τῆς καταδίκης ἐνέχυρον ἡ τάξις πιπρασκέτω. εἰ δὲ μηδεὶς εὑρεθῇ [δ] ἀγοράζων, εἴτε οὖν ἥττονος εὑρεθῇ, καὶ βουληθῇ ὁ νενικηκὼς ὑπερθεματίζων ἀγοράσαι, ἐξέστω αὐτῷ τοῦτο ποιῆσαι, ὥσπερ ἐξωτικῷ.
23
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Δύναται ὁ δανειστὴς τὸ ἐνεχυρασθὲν αὐτῷ πρᾶγμα ἑτέρῳ μετενεχυράζειν. ἐπὶ τοσοῦτον δὲ κρατεῖ αὐτὸ ὁ δεύτερος δανειστὴς, ἐφ᾽ ὅσον καὶ ὁ πρῶτος ἔχει αὐτὸ ὑποκείμενον.
24
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Ὁ δανειστὴς τὸ ὑποκείμενον αὐτῷ πρᾶγμα πωλήσας οὐ δοκεῖ ἐπίδικον πεπρακέναι, ἐπειδὴ κατὰ παράκλησιν νέμεται αὐτὸ ὁ χρεώστης. ὁ Ἀνάγν. καὶ νεα. νγ ' κεφ. δ΄ καὶ νεα. φζ ' κεφ. ε΄.
25
pr.Ἐν δὲ τῷ κη΄ κεφ. Κἂν τὸ πολὺ μέρος τοῦ χρέους ἔλαβεν ὁ δανειστὴς, οὐδὲν ἦττον πιπράσκει τὸ ἐνέχυρον· καὶ πωλήσας ἰσχυρῶς ἐπώλησεν.
26
pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Οὐκ ἄλλως ὁ χρεώστης δύναται ἐμποδίζειν τῇ πράσει τῶν ἐνεχύρων, εἰ μὴ ὁλόκληρον τὸ κεφάλαιον καὶ τοὺς τόκους προσφέρει, εἴτε οὖν ἀπόθηται. εἰ δέ τι ἐλλείποι, οὐ μόνον οὐκ ἐμποδίζει, ἀλλὰ καὶ ὁ ἀγοραστὴς οὔκ ἐστι κακῇ πίστει νομεύς.
27
pr.Ἐν δὲ τῷ νζ΄ κεφ. Ἐάν τις ἐνέχυρον λάβῃ καὶ συμφωνήσῃ τὶ περὶ αὐτοῦ, τὸ δόξαν κρατείτω. εἰ δὲ μηδὲν ἔδοξε, καὶ διετία παρέλθῃ μετὰ καταδίκην ἢ διαμαρτυρίαν, ἔξεστι πιπράσκειν αὐτό. εἰ δὲ μὴ εὑρίσκει ἀγοραστὴν, ὥστε τὸ λοιπὸν δικαίῳ δεσποτείας νέμεσθαι αὐτὸν, τότε εἰ μὲν πάρεστιν ὁ χρεώστης, διαμαρτυράσθω αὐτῷ· εἰ δὲ ἄπεστι, εἰπάτω τῷ ἄρχοντι, ὥστε αὐτὸν ῥητὸν χρόνον τάξαι, οὗ ἐντὸς ὀφείλει ζητηθῆναι διὰ τῆς τάξεως. καὶ εἰ μὲν εὑρεθῇ καὶ τὸ χρέος δώσει, λαμβανέτω τὰ ἐνέχυρα. εἰ δὲ μὴ φανείη, πάλιν ῥητὸν χρόνον ὁριζέτω ὁ δικαστὴς, εἰς ὃν παραγένηται καὶ τὸ χρέος δῷ καὶ λάβῃ τὸ ἐνέχυρον. εἰ δὲ μήτε οὕτω φανείη, εἴτε καὶ φανεὶς μὴ δῷ τὸ χρέος ὅλον, τότε προσίτω τῷ βασιλεῖ δικαίῳ δεσποτείας σχήσων αὐτό. καὶ μετὰ ταῦτα ἐχέτω ὁ χρεώστης ἄδειαν ἐντὸς ἄλλης διετίας εἰς τὸ προσενέγκαι τὸ χρέος, καὶ λαβεῖν τὰ οἰκεῖα μετὰ τῶν τόκων καὶ τῶν ζημιῶν τῶν συμβασῶν τῷ δανειστῇ, ὅρκῳ φανεροῦντος αὐτοῦ ταῦτα. εἰ δὲ παρέλθοι ἡ διετία, τέλειος ἔστω δεσπότης, μηκέτι ἀναπραττόμενος αὐτά.
28
pr.Ἐν δὲ τῷ ξ ' κεφ. Ἐὰν εἴπῃ ὁ δανειστὴς, ὅτι εἰ μὴ καταβληθείη μοι τὸ χρέος ἐντὸς τοῦδε τοῦ χρόνου, δεσπότης ἔσομαι τοῦ ἐνεχύρου, τοῦτο [τὸ] σύμφωνον ἀνίσχυρον ἔστω.
29
pr.Ἐν δὲ τῷ ξβ΄ κεφ. Ὁ ἀγοράσας δανειστικῷ δικαίῳ ἐνέχυρον οὐ καλῶς κινεῖ περὶ ἐκνικήσεως, εἰ μὴ τοῦτο συμπεφώνηται, ἤγουν δόλῳ πέπραται. τότε γὰρ κινεῖται.
30
pr.Ἐν δὲ τῷ η΄ τί. περιέχεται, ποίοις τρόποις τὸ ἐνέχυρον καὶ ἡ ὑποθήκη διαλύεται.
31
pr.Ἀνάγν. καὶ βι. θ᾽ τί. γ΄ κεφ. ιγ΄, ἐν ᾧ φησι· Τῶν διὰ τὸν ἐκβιβασμὸν λαμβανομένων ἐνεχύρων πρῶτα τὰ κινητὰ καὶ τὰ ἔμψυχα πιπράσκονται, καὶ εἰ μὴ ἀρκοῦσιν, ἢ μὴ εἰσὶ, τότε τὰ ἀκίνητα. εἰ δὲ μηδὲ τὰ ἀκίνητα ἀρκοῦσιν, ἢ οὐκ εἰσὶ, τότε τὰ δίκαια. Εἰ δὲ τὰ λεχθέντα ἐνέχυρα μηδεὶς ἀγοράζει, προσκυροῦνται τῷ νικήσαντι ἐφ᾽ οἷς χρεωστεῖται. κἂν θελήσῃ αὐτὰ ὡς ἐνέχυρα κρατεῖν καὶ ἀρκεῖσθαι αὐτοῖς, τὸ περιττὸν οὐκ ἀπαιτεῖ. δοκεῖ γὰρ ἐφ᾽ οἷς χρεωστεῖται διαλύεσθαι '.
32
pr.Καὶ κεφ. λά, ἐν ᾧ φησι· Τοῖς χρεώσταις αἰτοῦσι δεῖ δίδοσθαι προθεσμίαν· εἰ δὲ δεήσοι, καὶ ἐπεκτείνεσθαι. τῶν ἀγνωμόνως ὑπερτιθεμένων καὶ ἐνέχυρα λαμβάνονται. καὶ τῷ κατακριθέντι δὲ προθεσμία δίδοται. τῶν δὲ μετὰ τὴν προθεσμίαν μὴ διδόντων καὶ ἐνέχυρα λαμβάνονται, καὶ εἰ ἐντὸς δύο μηνῶν μὴ δῶσιν, αὐτὰ πιπράσκονται. καὶ εἴ τι περισσεύσει ἐκ τῆς τιμῆς, ἀναλαμβάνουσιν. καὶ κεφ. νς΄. . Ἀνάγν. καὶ βι. ιθ΄ τί. ιθ ' κεφ. ιγ΄, ἐν ᾧ φησιν· Ἐὰν ἀπὸ τοῦ κατακριθέντος ἐλήφθη ἐνέχυρα, καὶ ταῦτα ἐπράθη, οὐ δύναται ὁ κατάκριτος κινεῖν κατὰ τοῦ ἀγοραστοῦ καὶ ἐκδικεῖν αὐτά. ὅπου γε εἰ καὶ ἄλλος ἐξενίκησεν αὐτὰ, ἔμελλεν ἐνάγεσθαι ὡς ὠφελημένος ἐκ τῆς τιμῆς αὐτῶν.
34
pr.Ἀνάγν. καὶ βι. κς τί. ε κεφ. φβ΄ θέμ. δ. ἀνάγν. καὶ βι. να τί. δ ' κεφ. δ΄ θέμ. θ΄.