IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.23

Περὶ ἐνεχυραζόντων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κγ ' τί. γ ' κεφ. οε, ἐν ᾧ φησι· Θεσπίζομενα μηδένα παντελῶς ἐνεχυρασμὸν κατὰ τὴν ἡμετέραν πολιτείαν κρατεῖν, μήτε ἐν πανηγύρεσι (τοῦτο ὅπερ μάλιστα ἐκεῖσε τολμώμενον εὑρίσκομεν), μήτε ἐν ἀγροῖς, μήτε ἐν πόλεσι, μήτε ἐν κώμαις, μήτε ἐπὶ πολίταις, μήτε ἐπὶ κωμήταις, μήτε ἐπὶ γεωργοῖς, μήτε ἑτέρῳ τῶν πάντων καθ᾽ οἱονδήποτε χρόνον ἢ τρόπον, ἀλλὰ τὸν θαῤῥοῦντα ἕτερον ἀνθ᾽ ἑτέρου κατὰ τὸ [τοῦ] & Νεαρὰ νβ΄. ἐνεχυρασμοῦ σχῆμα χρυσίον ἤ τι ἕτερον εἰσπράττειν, τοῦτο ἀποδιδόναι τετραπλάσιον τῷ βεβιασμένῳ· ἐκπίπτειν δὲ καὶ τῆς ἀγωγῆς, ἧς εἶχε κατ᾿ ἐκείνου, ὑπὲρ οὗ τὴν εἴσπραξιν ἐποίει. οὐ γὰρ ἂν ἔχοι λόγον, ἕτερον μὲν εἶναι τὸν ὀφείλοντα, ἕτερον δὲ τὸν ἀπαιτούμενον, ἀλλ᾽ οὐδὲ ἕτερον ἐνοχλεῖσθαι ὑπὲρ ἑτέρου τινὸς, ὡς ἔφοδον ἁμαρτόντος· ἢ ὕβριν, καὶ οἷα συγκωμήτην ἐκείνου καθεστῶτα στρεβλοῦσθαι καὶ ὑβρίζεσθαι, καί τινα πάσχειν τῶν οὐ προσηκόντων, ἢ ὅλως ὑπὲρ ἑτέρου δίχα νομίμου προφάσεως τὴν οἱανοῦν ὑπομένειν ἐπήρειαν. ἀλλὰ καὶ τιμωρίας ὑπομένειν τὰς εἰς σῶμα παρὰ τῶν ἐφεστώτων τοῖς ἔθνεσι· γινωσκόντων, ὡς εἰ μὴ τοῦτο πράξαιεν, ἀλλὰ κατὰ τὴν ἐπαρχίαν, ἧς ἄρχουσιν, ἐνεχυρασμοὶ τολ μηθεῖεν, οὐδὲν ἔσται τοιοῦτον, ὅπερ αὐτοὺς τῶν ἡμετέρων ἐξαρπάσει χειρῶν.

2

pr.Ἀνάγν. καὶ βι. κέ τί. ε κεφ. κζ ', ἐν ᾧ φησιν· Ἐὰν ἐκβιβαστὴς προφάσει χρέους λάβῃ τινὸς γεωργοῦ ἢ βοῦν ἀροτῆρα ἢ ἄλλο τὶ, ἤγουν δανειστὴς τοῦτο ποιήσει, ἢ εἰρήναρχος, καὶ τοῦτο δειχθείη παρὰ τοῦ ἄρχοντος τιμωρηθήσεται σφοδρῶς.

3

pr.Οὐδὲν γὰρ τῶν εἰς γεωργίαν ἐπιτηδείων ἐνεχύρου λόγῳ λαμβάνεται.