IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.22

Περὶὰ ἐνοχῶν παντοίων ἀπὸ συναλλάγματος καὶ ἁμαρτήματος τικτομένων, καὶ τίνες ἐνέχονται καὶ τίνες οὐκ ἐνέχονται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νβ΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Αἱ ἐνοχαὶ ἢ ἀπὸ συναλλάγματος ἢ [ἀπὸ] ἁμαρτήματος τίκτονται, ἢ ἀπὸ ἰδικοῦ νόμου ἐκ διαφόρων θεμάτων. Αἱ ἀπὸ συναλλάγματος ἀγωγαὶ ἢ ἐν πράγματί εἰσιν ἢ ἐν ἐπερωτήσει ἢ συναινέσει. Ἐν πράγματι μὲν, ὡς τὸ δάνειον, ὅπερ συνίσταται ἐν τοῖς ἀριθμεῖσθαι καὶ σταθμίζεσθαι καὶ μετρεῖσθαι δυναμένοις πράγμασιν. καὶ τοῦ μὲν δανεισθέντος δεσπόζει ὁ δανεισάμενος, καὶ ἀντ᾽ αὐτοῦ τῷ δανειστῇ ἀποδίδωσι· καὶ ὡς ἂν ἀπόληται, τῷ χρεώστῃ κινδινεύεται. τὸ δὲ κεχρημένον μένει μὲν τοῦ δεδωκότος, ἄκραν δὲ χρεωστεῖ ἐπιμέλειαν ἐπὶ τῇ [παρα] φυλακῇ αὐτοῦ ὁ λαβὼν, οἷαν ἄν τις δύναται ἐπιδείξασθαι, καὶ οὐ μόνον ἣν αὐτὸς ἐν τοῖς οἰκείοις ἔχει. εἰ δὲ συμβῇ τὸ πρᾶγμα τυχηρῶς ἀπολέσθαι, οἷον καταπτώσει ἢ ἐμπρησμῷ ἢ ναυαγίῳ, οὐχ ὑπόκειται, εἰ μὴ ἀμέλειαν ἐν αὐτοῖς ἐπλημμέλησεν, οἷον ἐπὶ ἄλλῳ λαβὼν ἄλλως ἐχρήσατο. ἐὰν γὰρ ἄργυρον ἐπὶ τῷ ἄριστον ποιῆσαι χρήσηται, καὶ ἐπὶ ξένης ἀπαγάγῃ, καὶ ἀπόληται ' ναυαγίῳ ἢ λῃστῶν ἐπιδορμῇ, ὑπόκειται. Ἐνέχεται καὶ τῇ περὶ τοῦ πράγματος ἀγωγῇ καὶ ὁ παραθήκην λαβὼν εἰς τὸ αὐτὸ πρᾶγμα ἀποκαταστῆσαι. ὑπόκειται δὲ ἀπὸ μόνου δόλου καὶ τῆς πλησιαζούσης τῷ δόλῳ ῥᾳθυμίας· καὶ αὐτὴ γὰρ δόλος ἐστί. τοῦτο δὲ, ἐπειδὴ πίστει ἀγαθῇ ἔλαβε τὴν παραθήκην. Καὶ ὁ δανειστὴς ἐπὶ ἀποκαταστάσει τοῦ ἐνεχύρου τῇ περὶ πράγματος ἀγωγῇ ὑπόκειται. Ἡ δὲ ἐν ἐπερωτήσει ἀγωγὴ συνίσταται, ὅταν ἐπερωτῶμεν γενέσθαι τὶ ἢ δοθῆναι. Ἐνέχεται δέ τις ἢ ἰδίῳ ὀνόματι ἢ ἀλλοτρίῳ, καὶ καλεῖται ἐγγυητής.

2

pr.Τῆς ἐξ ἑκατέρων μερῶν συναινέσεως καὶ συμφωνίας ἐστὶ πρᾶσις ἀγορασία, μίσθωσις καὶ ἐκμίσθωσις, προτροπή. Καὶ οὐ χρήζουσι κυριότητος ῥημάτων ἢ γραμμάτων. Καὶ συνίσταται καὶ μεταξὺ ἀπόντων, δι᾽ ἐπιστολῆς καὶ δι ' ἀγγέλου.

3

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἐξ ἁμαρτήματος τίκτεται ἀγωγὴ, οἷον ἡ περὶ κλοπῆς τὸ διπλάσιον ἀπαιτοῦσα ἀγωγὴ καὶ ἡ ἐξ ὁμολογίας μὲν εἰς τὸ ἁπλοῦν, ἐξ ἀρνήσεως δὲ τὸ διπλοῦν ἀπαιτοῦσα ἀγωγή.

4

pr.Ἐν δὲ τῷ λ ' κεφ. Πᾶσα ἐνοχὴ ὑπὸ ἀδύνατον αἵρεσιν τεθεῖσα ἄκυρός ἐστιν.

5

pr.Ἐν δὲ τῷ μγ ' κεφ. Ὡς ἐπὶ πολὺ τέσσαρές εἰσιν αἰτίαι τῶν ἐνοχῶν. ἢ γὰρ ἡμέρα ἔνεστιν αὐταῖς, ἢ αἵρεσις, ἢ τρόπος, ἢ προσθήκη. Ἡ δὲ ἡμέρα διχῶς θεωρεῖται. ἢ γὰρ ἐν ἀρχῇ, ὡς ἀπὸ καλανδῶν μαρτίων, ἢ εἰς πέρας, ὡς ἕως τῶν καλανδῶν. οὐ δύναται δὲ ἐνοχὴ ἢ λεγάτον μέχρι τινὸς ῥητοῦ χρόνου συνίστασθαι, ἀλλ᾽ ὁ μετὰ τὸν χρόνον ἐνάγων ἐκβάλλεται συμφώνου ἢ δόλου παραγραφῇ. ὥσπερ καὶ ὅτε παραδίδωμί σοι ἔδαφος, συμφωνήσω μὴ ἐπακολουθῆσαι αὐτῷ τὸ ἐπικείμενον οἰκοδόμημα. Αἵρεσις δὲ ἰσχυρῶς συντίθεται ἐν τῷ τὴν ἐνοχὴν συνίστασθαι, οὐ μὴν μετὰ τὸ περαιωθῆναι. ἐὰν γὰρ ἐπερωτήσω ἑκατὸν νομίσματα, ἐὰν μὴ ἡ ναῦς ἔλθῃ, ἐρχομένης τῆς νηὸς χώρα τῇ τοῦ συμφώνου ἢ τοῦ δόλου παραγραφῇ. Τρόπος δέ ἐστιν, ὅταν ἐπερωτήσω δοῦλον ἢ δέκα νομίσματα. ἑνὸς γὰρ καταβαλλομένου ἡ πᾶσα ἐνοχὴ λύεται, καὶ ἐφ᾽ ὅσον ἑκάτερόν ἐστιν, οὐ δύναμαι περὶ τοῦ ἑνὸς κινεῖν. Προσθήκη γίνεται ἢ προσώπῳ ἢ πράγματι· προσώπῳ, ὡς ὅταν ἐμαυτῷ ἢ πέτρῳ ἐπερωτῶ τὸ δοθῆναι δέκα νομίσματα· [πράγματι, ὡς ὅταν ἐπερωτῶ ἐμαυτῷ δέκα νομίσματα] ἢ πέτρῳ δοῦλον. καὶ ζητεῖται εἰ τοῦ δούλου καταβαλλομένου πέτρῳ λύεται τῷ νόμῳ ἡ ἐνοχή. Ἐὰν οὕτως ἐπερωτήσω, ἐὰν μὴ δῷς μοι τὸν ἀγρὸν, ὁμολογεῖς διδόναι ἑκατὸν νομίσματα; τὰ μὲν νομίσματά εἰσιν ἐν ἐπερωτήσει, ὁ δὲ ἀγρὸς ἐν καταβολῇ. Ὥσπερ ὅτε ἐπερωτῶ, ἐὰν μὴ ποιήσῃς μοι πλοῖον, ὁμολογεῖς διδόναι ἑκατὸν νομίσματα;

6

pr.Ἐὰν ἐξ ἐπερωτήσεως χρεωστῶν δοῦλον πρὸ ὑπερ- θέσεως αὐτὸν ἐλευθερώσω, καὶ ἀποθάνῃ πρὶν ἐναχθῶ, οὐ κρατοῦμαι.

7

pr.Ἡνίκα᾽ ἀπὸ πράγματος ἀγωγὴ φέρεται, καὶ ὁ μαινόμενος καὶ ὁ ἄνηβος ἐνέχονται χωρὶς αὐθεντίας τῶν κηδεμόνων· ὡς ὅτε κοινὸν ἀγρὸν ἔχω μετ᾿ αὐτῶν, καὶ δαπανήσω εἰς αὐτὸν, ἢ ἄνηβος ζημίαν εἰς αὐτὸν ἐργάσηται. ἐνέχονται γὰρ τῇ τὰ ἐπίκοινα διαιρούσῃ ἀγωγῇ.

8

pr.Ἐν δὲ τῷ να κεφ. Ἐνεχόμεθα ἢ πράγματι, ἢ ἐπερωτήσει, ἢ ἑκατέρῳ ἅμα, ἢ συμφώνῳ, ἢ νόμῳ, ἢ πραιτωρίως, ἢ ἀνάγκῃ, ἢ ἀπὸ ἁμαρτήματος. Πράγματι, ὅτε πρᾶγμα παρεντίθεται. Ἐπερωτήσει, ὅτε ἐπερώτησις καὶ σύμφωνος ἀπόκρισις. Πράγματι καὶ ἐπερωτήσει, ὅτε ἑκάτερον. Συμφώνῳ, ἀπὸ βουλήσεως. Νόμῳ, ὅτε πειθαρχοῦντες ἢ ἐναντιούμενοι τῷ νόμῳ ποιοῦμεν. Πραιτωρίως, ὅτε κατὰ τὴν παραγγελίαν τοῦ πραίτωρος ἢ τὴν κώλυσιν ἢ τῶν ἀρχόντων τὶ γίνεται. Ἀνάγκῃ, οἷς οὐκ ἔξεστι παρὰ τὸ διατεταγμένον ποιῆσαι, ὡς ἐπὶ τοῦ ἀναγκαίου κληρονόμου. Ἀπὸ ἁμαρτήματος, ὡς ὅτε περὶ αὐτὸ τὸ γεγονός ἐστιν ἡ ζήτησις. Καὶ γυμνὴ συναίνεσις ἀρκεῖ πρὸς ἐνοχὴν, εἰ καὶ δύναται ῥήμασιν ἐκφωνεῖσθαι. Καὶ νεύματι μόνῳ ὡς ἐπὶ τὸ πολὺ συνίσταται.

9

pr.Ἐν δὲ τῷ νγ΄ κεφ. Τὰ εἰκονικὰ συναλλάγματα οὐδὲ ἐν ταῖς πράσεσιν ἐνοχοποιεῖ.

10

pr.Ἀνάγν. καὶ βι. μγ ' τί. β΄, ἐν ᾧ φησι περὶ ἐνεχομένων δύο· οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὅτε δύο τὴν αὐτὴν ὁμολογοῦσιν ἢ ἐπερωτῶσι ποσότητα, ἕκαστος αὐτῶν εἰς ὁλόκληρον χρεωστεῖ καὶ χρεωστεῖται. ὅθεν τῇ τοῦ ἑνὸς ἀπαιτήσει ἢ τῇ ἀποχῇ πᾶσα ἡ ἐνοχὴ λύεται.

11

pr.Ἐν δὲ τῷ ια΄ κεφ. θέμ. β΄· Ἐὰν μὴ πρόσκειται τῇ ὁμολογίᾳ τὸ ἕκαστον εἰς ὁλόκληρον ἐνέχεσθαι, οὐ γίνονται δύο ἐναγόμενοι, ἀλλὰ πρὸ βιρίλι πορτίονι ἐνέχονται.

12

pr.Ἀνάγν. καὶ βι. μβ΄ τί. δ΄ κεφ. ιδ ' καὶ βι. κδ΄ τί. γ ' κεφ. ιε, ἐν ᾧ φησιν· Ὁ δανείσας μισθωτοῖς οὐ δύναται τὸν δεσπότην αὐτῶν ἀπαιτεῖν, οὐδὲ εἰ παρόντος αὐτοῦ ἐδάνεισεν.

13

pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί· Τὰ ἐξώπροικα τῆς γυναικὸς οὐχ ὑπόκεινται ταῖς τοῦ ἀνδρὸς λειτουργίαις, ἀλλ᾽ οὐδὲ αἱ μητέρες ὑπὲρ τούτων ἐνάγονται, οὐδὲ ὁ ἀνὴρ ὑπὲρ τῶν τῆς γυναικὸς συναλλαγμάτων.

14

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὥσπερ ὁ υἱὸς οὐ κατέχεται ἐκ τῶν τοῦ πατρὸς λειτουργιῶν, οὕτως οὐδὲ ὁ πατὴρ ἐκ τῶν τοῦ παιδός.

15

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐκ τῶν τοῦ πάτρωνος ἢ δεσπότου συναλλαγμάτων ἀπελεύθεροι ἢ δοῦλοι οὐ κατέχονται.

16

pr.Ἀνάγν. καὶ τί. ε΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησί· Τοῖς σοῖς δανεισταῖς, οἵτινες ἐν τῇ δουλείᾳ ἐδάνεισαν, οὐδεμία κατά σου ἁρμόζει ἀγωγὴ, μάλιστα ἐπειδὴ τὸ πεκούλιον μὴ λεγατευθῆναί σοι θεματίζεις.

17

pr.Ἐν δὲ τῷ γ ' κεφ. Τῶν ἐπαγγελθέντων σοι πραγμάτων παρὰ τοῦ δούλου σου, ἵνα αὐτὸν ἐλευθερώσῃς, εἰ μεθὸ ἠλευθέρωσας μὴ ἐπηρώτησας αὐτὸν, οὐδεμίαν κατ᾿ αὐτοῦ ἀπαίτησιν ἔχεις.

18

pr.Ἐν δὲ τῷ δ΄ κεφ. Ἐκ τῶν ἐν δουλείᾳ συναλλαγμάτων μετὰ τὴν ἐλευθερίαν οὐδεὶς κατέχεται. ἐκ δὲ τῶν ἁμαρτημάτων ἐνάγεται, διὰ τὸν κανόνα τὸν λέγοντα· τὰ πταίσματα τῇ κεφαλῇ ἀκολουθεῖ.

19

pr.Ἀνάγν. καὶ βι. ί τί. δ΄ κεφ. ια΄, ἐν ᾧ φησιν· Ἐνέχεται δὲ ἐλευθερωθεὶς καὶ ἐφ᾽ οἷς ἀπέκλεψε τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν, καὶ τῇ ἀπαιτήσει τοῦ κλαπέντος, καὶ τῇ φανερώσει τοῦ πράγματος, ὡς ψηλαφῶν αὐτὰ μετὰ τὴν ἐλευθερίαν. ἐπείτοιγε περὶ τῶν ἁμαρτηθέντων ἐν δουλείᾳ ἀγωγὴν οὐκ ἔχει κατὰ τοῦ ἐλευθερωθέντος ὁ δεσπότης.