JGR V 5.21
Περὶ ἐμφυτεύσεων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κ΄ τί. β΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἡ διάταξις λέγει, ἵνα μήτε μισθώσεως μήτε ἐκποιήσεως εἶδός ἐστιν ἡ ἐμφύτευσις, ἀλλ᾿ ἰδικὰ νόμιμα ἔχῃ. καὶ εἰ μὲν βλάβη γένηται κατὰ παντὸς [τοῦ] πράγματος, τῷ δεσπότῃ τοῦ πράγματος κινδυνεύεται ὡς ἐπὶ πράσεως. εἰ δὲ μερικὴ γένηται ἡ βλάβη, τῷ ἐμφυτευσαμένῳ κινδυνεύηται, ὡς ἐπὶ μισθώσεως. ταῦτα δὲ λέγομεν, εἰ μὴ ἄλλα σύμφωνα ἰδικὰ ἐγένοντο περὶ τῆς ἐν τῷ πράγματι βλάβης.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Ἡ διάταξις κελεύει, εἰ μὲν σύμφωνα γεγόνασι [καὶ] περὶ τῶν ἄλλων τῆς ἐμφυτεύσεως κεφαλαίων καὶ περὶ ἀποβολῆς τοῦ ἐμφυτευσαμένου, ταῦτα κρατεῖν καὶ ἐπὶ τοῖς ἄλλοις κεφαλαίοις καὶ ἐπὶ τῆς τοῦ ἐμφυτευτοῦ ἀποβολῆς. ἐὰν δὲ περὶ μὲν τῶν ἄλλων κεφαλαίων τινὰ συνεφωνήθη, οὐδὲν δὲ εὑρέθης περὶ τοῦ πῶς δεῖ τὸν ἐμφυτευτὴν ἀποβληθῆναι, τότε ἐὰν τρεῖς ἐνιαυτοὺς μηδὲ ὁ ἐμφυτευτὴς καταβάλῃ τὸν ἐμφυτευτικὸν κανόνα, μήτε τὰς τῶν δημοσίων ἀποχὰς ἐνέγκῃ τῷ δεσπότῃ, ἐκβάλλεσθαι αὐτὸν μηδένα λόγον ἔχοντα περὶ τῆς βελτιώσεως, ἤτοι τῶν λεγομένων ἐμπονημάτων· ἀλλὰ πᾶσι τρόποις ταῦτα ζημιούμενον, καὶ μὴ δυνάμενον προφέρειν εἰς δικαιολογίαν, ὅτι τυχὸν οὐκ ὠχλήθην περὶ τοῦ ἐμφυτεύματος. δεῖ γὰρ αὐτὸν ἑκουσίως, ἀλλὰ μὴ μετὰ ὀχλήσεως τοῦτο καταβάλλειν.
3
pr.Ἐν δὲ τῷ δ ' καὶ ε΄ κεφ. Ὅτι ἐπὶ μὲν τῶν ἐκκλησιαστικῶν καὶ εὐαγῶν οἴκων ἐὰν ἐπὶ διετίαν μὴ καταβάλῃ ὁ ἐμφυτευτὴς τὸν συμφωνηθέντα κανόνα, ἐκπίπτει τῆς ἐμφυτεύσεως· ἐπὶ δὲ τῶν ἄλλων ἐὰν ἐπὶ τριετίαν. ὁμοίως καὶ ἐν τῷ περὶ ἐκλήψεων προείρηται.