JGR V 5.20
Περὶ ἐμπρησμῶν, καὶ περὶ τῶν ποιούντων αὐτούς.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. νή τι. κγ ' κεφ. ζ΄ θέμ. γ΄, ἐν ᾧ φησιν· Ὁ μὲν ἄρχων καλῶς δι᾽ ἐμπρησμὸν καταλύει τόπον· ὁ δὲ ἰδιώτης, ὅτε ἐλθόντος τοῦ πυρὸς ἔστρεψε '. τὸ αὐτὸ κἂν ἀκουϊλίῳ ἐναχθῇ. εἰ δὲ πρῶτον κατέλυσε, καὶ τότε γέγονεν εἰς [τὸν] τόπον ἐμπρησμὸς, ἀποδίδωσι τὴν ζημίαν.
2
pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. λθ ' κεφ. α΄, ἐν ᾧ φησιν· Ὅτι τῷ περὶ ἀνδροφόνων νόμῳ ὑπόκειται καὶ ὁ κατὰ δόλον ποιῶν ἐμπρησμόν.
3
pr.Καὶ κεφ. ς΄, ἐν ᾧ φησιν· Ὁ κατὰ δόλον καύσας τὸν οἶκόν [μου] κεφαλικῶς τιμωρεῖται. Καὶ ὁ οἰκίαν ἢ σωρὸν σίτου πλησιάζοντα οἴκῳ καύσας ἐν εἰδήσει, τυπτόμενος γίνεται πυρίκαυστος. εἰ δὲ ἔξω πόλεως τοῦτο διαπράξεται, χειροκοπεῖται. εἰ δὲ κατὰ ῥᾳθυμίαν συνέβη, εἰ μὲν ἰσχύει, τὴν ζημίαν ἀποθεραπεύει· εἰ δὲ μὴ, σωφρονίζεται μετρίως. οἰκία δὲ λέγεται πᾶν εἶδος οἶκοδομήματος.
4
pr.Καὶ κεφ. ζ΄, ἐν ᾧ φησιν· Οἱ ἐπίτηδες ἐν πόλει ποιοῦντες ἐμπρησμὸν, εὐτελεῖς μὲν ὄντες, θηριομαχοῦσιν· ἔν τινι δὲ βαθμῷ ὄντες, ἀποκεφαλίζονται ἢ εἰς νῆσον περιορίζονται.
5
pr.Ἀνάγν. καὶ τί. να΄ κεφ. κθ΄, ἐν ᾧ φησιν· Οἱ δημώδεις καὶ εὐτελεῖς ἐλεύθεροι ποιοῦντες ἐμπρησμοὺς ἐν πόλει δι᾽ ἔχθραν ἢ πραῖδαν ἀποκεφαλίζονται ἢ καίονται. ἐλαφρότερον δὲ τιμωροῦνται οἱ καλίβην [ἢ] ἀγρὸν καίοντες. τοὺς δὲ κατὰ τύχην γινομένους ἐμπρησμοὺς ἐὰν οἱ παρ᾽ οὓς ἐγένοντο κατα παῦσαι δυνάμενοι ἐῤῥᾳθύμησαν, πολιτικῶς ἀποθεραπεύουσι τὴν ζημίαν τῷ βλαβέντι ἢ μετρίως σωφρονίζονται.