IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.29

Περὶ ἐξωπροίκων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κθ ' τί. α΄ κεφ. ς ' θέμ. γ΄, ἐν ᾧ φησι· Τὰ ἐξώπροικα οὐ γίνονται τοῦ ἀνδρὸς, εἰ μὴ ἐπὶ τοῦτο δοθῶσιν αὐτῷ· καὶ λυομένου τοῦ γάμου κατὰ νόμους ἀπαιτοῦνται, καὶ οὐ διὰ τῆς ἐπὶ τῇ προικὶ ἀγωγῆς. εἰ δὲ περὶ αὐτῶν ἀσφαλίσεται, δηλῶν αὐτὰ εἰσαχθῆναι εἰς τὸν οἶκον αὐτοῦ, κἂν ἀδιάφορόν ἐστι τὸ θέλοντος αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ τὸ παραδοθῆναι αὐτῷ, ὅμως οὐ γίνονται αὐτοῦ. διὰ γὰρ τὸ μὴ ἀρνήσασθαι αὐτὸν ἀσφαλίζεται, καὶ ὡς ἐπίπαν μὲν ὁμολογεῖ τὴν φυλακὴν αὐτῶν, εἰ μὴ ἡ γυνὴ κατεῖχεν αὐτά· καὶ μὴ ἀποδιδοὺς ἐνάγεται τῇ περὶ παραθήκης ἀγωγῇ, καὶ τῇ περὶ ἐντολῆς. εἰ δὲ μὴ ἀνεδέξατο τὴν φυλακὴν, εἰ μὲν ἐπὶ τῷ ἀποκλέψαι παρεκράτησεν αὐτὰ, χώρα τῇ ἀγωγῇ τῇ περὶ ἀπαιτήσεως πραγμάτων· εἰ δὲ μὴ διὰ τὸ ἀποκλέψαι παρεκράτησεν, ἡ περὶ ἀποκρυβέντων πραγμάτων ἀγωγὴ κινεῖται. λέγεται δὲ παρὰ τοῖς γάλλοις τὰ παράφερνα πεκούλια.

2

pr.Ἀνάγν. καὶ βι. λ΄ τί. α΄ κεφ. οα΄, ἐν ᾧ φησιν· Ἐὰν τὰ ἐξώπροικα τῆς γυναικὸς ὁ ἀνὴρ δαπανήσῃ, εἰ μὲν δωρησαμένης ἐκείνης, οὐκ ἐνάγεται ὁ κληρονόμος αὐτοῦ, εἰ μὴ μόνον εἰς ὃ γέγονε πλουσιώτερος· εἰ δὲ παρὰ γνώμην αὐτῆς, τέλεια πάντα τὰ ἐξώπροικα ἀναγκάζεται ἀποκαταστῆσαι.