IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.14

Περὶ ἀγορασθέντων πραγμάτων καὶ παραδοθέντων τῷ ἀγοραστῇ, καὶ περὶ τῆς τούτων παραγραφῆς· καὶ περὶ ἐνταλθέντων πραθῆναι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ τί. ιβ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησιν· Ἐὰν ἥττονος οὗπερ ἐνετειλάμην πραθῇ τὸ πρᾶγμά μου, οὐ δοκεῖ πεπρᾶσθαι. καὶ οὐκ ἀντίκειταί μοι παραγραφὴ ἀπαιτοῦντι αὐτό.

2

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Εἰ καὶ μὴ παρεδόθη τῷ ἀγοράστῇ τὸ πρᾶγμα, δράξεται δὲ τῆς νομῆς αὐτοῦ ἄνευ αἰτίου, ἔχει κατὰ τοῦ πράτου τὴν παραγραφὴν, εἰ μὴ εὔλογον αἰτίαν᾿ ὁ πράτης ἔχει, δι᾽ ἣν ἐκδικεῖ τὸ πρᾶγμα. εὐλόγου γὰρ ὑπούσης αἰτίας καὶ μετὰ τὸ παραδοῦναι ἐκδικεῖ, καὶ ἀντιτίθησι τῇ παραγραφῇ ἀντιπαραγραφήν.