JGR V 1.15
Περὶ τῶν ὑπὸ τοῦ δημοσίου πραθέντων διὰ δημόσιον χρέος, ὅτι οὐκ ἀνατρέπεται ἡ τοιαύτη πρᾶσις.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ΄ τί. ιγ΄, οὗτινος ἐν τῷ α κεφ. φησίν· Ἐὰν ὁ δημόσιος διὰ δημόσια χρέα πωλήσῃ πράγματα τοῦ χρεώστου, οὐδὲ αὐτὸς ὁ χρεώστης οὐδὲ ὁ δανειστὴς αὐτοῦ δύναται προσαγαγεῖν τὸ χρέος καὶ ἐκδικῆσαι τὰ πράγματα. πάντων γὰρ προτιμότερός ἐστιν ὁ δημόσιος.
2
pr.Ἐν δὲ τῷ γ ' κεφ. Τὰ ληφθέντα πράγματα τοῦ ἐπὶ δημοσίοις τελέσμασιν ἀγνωμονοῦντος καὶ παρὰ ἄρχοντι ἐναχθέν τος, εἴ τις δημοσίᾳ ὠνήσεται, βεβαίως ἕξει.
3
pr.Ἀνάγν. καὶ βι. ί τί. ιθ ' κεφ. β΄ ἐν ᾧ φησιν· Τὸ πραθὲν ὑπὸ τοῦ δημοσίου, κατὰ μὲν τὴν τοῦ μάρκου διάταξιν καὶ κομμόδου εἴσω ε΄ ἐνιαυτῶν μόνον ὁ δεσπότης δύνα- ται ἐκδικεῖν, κατὰ δὲ τὴν τοῦ ζήνωνος διάταξιν· εὐθέως ἔχει τὸ ἀσφαλὲς ὁ ἀγοραστὴς καὶ οὐκέτι ἐνάγεται περὶ τοῦ πράγματος, εἰ μὴ κατὰ συμπαιγνίαν ἤτοι ἀπάτην πάνυ ἐλαχίστου τιμήματος πραθῇ τὸ πρᾶγμα.
4
pr.Ἀνάγν. καὶ βι. νς ' τί. ζ΄, οὗτινος ἐν τῷ θ ' κεφ. φησίν· Ὁ ἀγοράσας παρὰ τοῦ δημοσίου πράγματα καὶ τὸ τίμημα καταβαλὼν οὐκέτι ἐνάγεται.
5
pr.Ἐν δὲ τῷ ί κεφ. Ἅπαξ πωλήσας ὁ δημόσιος πρᾶγμα ἀναψηλαφᾶν τὴν πρᾶσιν οὐ δύναται. πάντα δὲ τὰ εἰρημένα μοι ἐν ταῖς διατάξεσι νόησον, ὅτεὶ μὴ διοικητὴς δοῦλος οὐσίας ἐπράθη. αἱ γὰρ τῶν τοιούτων δούλων πράσεις ἀνατρέπονται.