JGR V 1.16
Περὶ πραθέντος ἀγροῦ ἄνευ τέλους.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ΄ τί. ιδ΄, ἐν ᾧ φησιν· Πάντες ὑπὲρ τούτων τῶν ἀγρῶν, οὓς νέμονται, τὰ δημόσια τελέσματα ἐπιγινωσκέτωσαν, καὶ συμφώνοις ἐναντίοις μὴ ὠφελείσθωσαν, εἴτε [ὁ πράτης εἴτε] ὁ δωρησάμενος παρ᾽ ἑαυτῷ τὸ τῶν δημοσίων συνεισφορῶν βάρος διὰ παρανόμων συμφώνων βουληθῇ παρακατασχεῖν.
2
pr.Περὶ τούτου εὑρήσεις πλατύτερον ἐν τῷ περὶ τελῶν δημοσίων.