JGR V 1.17
Περὶ τῶν ἀλλοτρίῳ ὀνόματι ἀγορασθέντων ἢ ἀλλοτρίοις χρήμασιν, ὡς ὅταν ἀγορασθῇ τι ὀνόματι γυναικὸς, τοῦ ἀνδρὸς τὸ τίμημα δεδωκότος.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ΄ τί. ιε΄, οὗτινος ἐν τῷ ς ' κεφ. φησίν· Εἰ μὲν τῆς γυναικὸς ἀγοραζούσης καὶ αὐτῇ παραδιδομένου τοῦ πράγματος ὁ ἀνὴρ μόνον τὸ τίμημα δέδωκε, δέσποινα μέν ἐστι, δύναται δὲ κινῆσαι κατ᾿ αὐτῆς ἀπαιτῶν τὸ τίμημα, ὅπερ δέδωκεν εἰς τὸ διαφέρον ἐκείνῃ συνάλλαγμα. εἰ μέντοι ὁ ἀνὴρ ἠγόρασε καὶ αὐτῷ τὸ πρᾶγμα παρεδόθη καὶ αὐτὸς τὸ τίμημα δέδωκεν, εἰκονικῶς δὲ μόνον τὸ τῆς γυναικὸς ὄνομα ἐτέθη, δεῖ προσέχειν ἡμᾶς τῇ ἀληθείᾳ, ὅτι αὐτός ἐστιν ὁ δεσπότης.