IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.18

Περὶ ἀγορασίας καὶ πράσεως οἴνου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νγ ' τί, ιζὶ οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ οἰνέμποροι ὡς ἂν συμφωνήσουσι πιπράσκουσιν· οὐδεὶς γὰρ ἀναγκάζεται πωλεῖν ἀπαρεσκόμενος τῷ μέτρῳ ἢ τῷ τιμήματι· καὶ μάλιστα εἰ μηδὲν γίνεται παρὰ τὴν συνήθειαν τοῦ κλίματος.

2

pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐὰν ὁρισθῇ χρόνος τῇ μετρήσει, καὶ ἐμποδίζῃ ὁ ἀγοραστὴς, ἔξεστι τῷ πράτῃ ἐκχεῖν τὸν οἶνον, διαμαρτυρομένῳ μέντοι τοῦτο πρότερον τὸν ἀγοραστήν. εἰ δὲ μὴ ἐκχύσει, λαμβάνει τὸν μισθὸν τῶν πίθων, ἐν ᾧ διέφερεν αὐτῷ· τυχὸν γὰρ αὐτοὺς ἐμίσθου ἢ ἄλλους ἐμισθώσατο. κάλλιον δὲ ποιεῖ μισθούμενος καὶ μὴ ἀποδιδοὺς τὸν οἶνον, ἕως οὗ λάβῃ παρὰ τοῦ ἀγοραστοῦ τὸν μισθὸν, ἢ πωλῶν τὸν οἶνον ἀβλαβῶς ὅσου δυνηθῇ, ἵνα μὴ πολὺ ζημιωθῇ ὁ ἀγοραστής.

3

pr.Ἐν δὲ τῷ ἑ κεφ. Εἰ μὴ ὁρισθῇ, πότε οἱ πίθοι ὤφειλον κενωθῆναι, δεῖ αὐτοὺς πρὸ τῆς ἐπιούσης τρύγης κενωθῆναι. Εἰ δὲ οἰνέμπορος ἦν ὁ πράτης, οὐ περιμένει τὰς τρύγας· ὁ γὰρ λυσιτελῶν αὐτῷ καιρὸς σκοπεῖται. Πρὸ τῆς μετρήσεως τοῖς μέντοι τυχηροῖς ἢ ταῖς μεγάλαις ἀνάγκαις ὁ πράτης οὐχ ὑπόκειται.

4

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἐμποδίσας ὁ πράτης περὶ τὴν παράδοσιν δίδωσι τὸ διαφέρον τὸ ἐξ αὐτοῦ τοῦ πράγματος ὂν, οὐ μὴν εἴ τι ὁ ἀγοραστὴς ἠδύνατο κερδάναι ἀπὸ τῆς πραγματείας τοῦ πραθέντος αὐτῷ οἴνου.

5

pr.Ἐν δὲ τῷ ί κεφ. Ἐὰν κίττῳ πραθῇ οἶνος καὶ μὴ ὑπὸ γεῦσιν, μόνην φυλακὴν ἀκριβεστάτην ὁ πράτης χρεωστεῖ, ὁ δὲ κίνδυνος ἅπας καὶ τοῦ ὀξίσαι καὶ τοῦ ὑδαρωθῆναι τὸν ἀγοραστὴν ὁρᾷ. καὶ εἰ μὴ ὁρισθῇ χρόνος τῇ αἱρέσει αὐτοῦ, διαμαρτύρεται τὸν ἀγοραστὴν ὁ πράτης. δεῖ· μέντοι πρὸ τῆς τρύγης αὐτὸν ἐπαίρεσθαι. δυσχερῶς δέ τις ἀγοράζει ἐπὶ τῷ μὴ γεύσασθαι. καὶ ἔνθα μὴ ὁρισθῇ τῇ γεύσει χρόνος, ὅτεδήποτε δυνάται ὁ ἀγοραστὴς γεύεσθαι, καὶ ἕως οὗ γεύσηται, τοῦ πράτου ἐστὶν ὁ κίνδυνος.

6

pr.Ἐν δὲ τῷ ια κεφ. Πρὸ τῆς μετρήσεως ὁ κίνδυνος τὸν πράτην ὁρᾷ. εἰ δὲ ὁ ἀγοραστὴς ἐνεπόδισεν ἐμπροθέσμως λαβεῖν, μετὰ ταῦτα ὁ πράτης ἀπὸ μόνου δόλου ἐνέχεται.