IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.13

Περὶ ἀγορασθέντος πράγματος καὶ ἐκνικηθέντος, εἴτε ἀγροῦ εἴτε δούλου, εἴτε ἀνευθύνου εἴτε ὑπευθύνου· καὶ πότε εἰς τὸ διπλοῦν ὁ πράτης ἐνέχεται.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ τί. ια΄. κεφ. α΄, ἐν ᾧ φησιν· Εἴτε μέρος εἴτε ὅλος ὁ πραθεὶς ἀγρὸς ἐκνικηθῇ, ἐνάγεται ὁ πράτης. καὶ εἰ μὲν ἐξ ἀδιαιρέτου τὸ μέρος ἐκνικηθῇ, πρὸς τὸ ποσὸν τοῦ τιμήματος αὐτοῦ ἐνάγεται. εἰ δὲ δῆλον μέρος, πρὸς τὴν πιότητα τοῦ ἐκνικηθέντος ἡ ἀποτίμησις γίνεται.

2

pr.Ἐν δὲ τῷ γ ' κεφ. Χρεωστεῖ ὁ πράτης ἐν τῷ καιρῷ τῆς πράσεως παρασχεῖν τὸν δοῦλον μὴ ὑποκείμενον κλοπῇ ἢ ἐκδόσει.

3

pr.Ἐν δὲ τῷ ἡ κεφ. Ὁ πράτης τοῦ δούλου ἐκνικωμένου αὐτοῦ ἐνέχεται τῇ περὶ τῆς πράσεως ἀγωγῇ εἰς τὸ διαφέρον τῷ ἀγοραστῇ· τυχὸν ἐπὶ τοῖς δι᾽ αὐτοῦ προσπορισθεῖσι, καὶ τῷ τοκετῷ τῆς δούλης, καὶ ἔνθα κληρονόμος γραφεὶς κελεύσει τοῦ ἀγοραστοῦ ἐκληρονόμησεν.

4

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ἐὰν τὸν πραθέντα σοι ἀγρὸν φιλοτιμήσηταί τινι ὁ βασιλεὺς ἢ κελεύσῃ πραθῆναι, οὐκ᾿ ἐνέχῃ ἐπὶ τῷ τιμήματι. αἱ γὰρ μετὰ τὴν πρᾶσιν συμβαίνουσαι τῆς ἐκνικήσεως τυχηραὶ αἰτίαι πρὸς τὸν πράτην οὐ φέρονται.

5

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ ὁμολογήσας μὴ ὑποκεῖσθαι ἐνοχῇ τὸν δοῦλον οὐκ ἐνέχεται διὰ τὰ δημόσια ἁμαρτήματα.

6

pr.Ἐν δὲ τῷ λβ΄ κεφ. θέμ. ε΄. Οἴκου ἢ πλοίου πραθέντος οὐ δοκεῖ τὰ καθέκαστα, οἷον λίθοι ἢ σανίδες, πιπράσκεσθαι.? διὸ οὔτε περὶ ἐκνικήσεως αὐτῶν ὁ πράτης ἐνέχεται εἰς τὸ διπλάσιον, ὡσανεὶ μέρους ἐκνικηθέντος.

7

pr.Ἐν δὲ τῷ λς κεφ. Ἐὰν ἔγκυος δούλη πραθῇ καὶ τὸ τεχθὲν ἐκνικηθῇ, οὐκ ἐνέχεται ὁ πράτης· οὔτε γὰρ ὁ τοκετὸς ἐπράθη. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ μετὰ τὴν πρᾶσιν τεχθέντος μόσχου.

8

pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Ἐὰν οἱ ταξεῶται τὰ ἐνέχυρα πωλή σωσι τοῖς ψηφισθεῖσιν ἀκολουθοῦντες, οὐχ ὑπόκεινται τοῦ πράγματος ἐκνικωμένου. εἰ δὲ κατὰ δόλον ἥττονος ἐπώλησαν, ἔχει κατ᾿ αὐτῶν ὁ δεσπότης τὴν περὶ δόλου ἀγωγήν.

9

pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Ἐὰν κατὰ πλάνην ἢ ἄγνοιαν ἢ ῥυπαρίαν τοῦ δικαστοῦ ἡττηθῇ ὁ ἀγοραστὴς, οὐκ ἐνέχεται ὁ πράτης.

10

pr.Ἐν δὲ τῷ να κεφ. Εἰ μὴ λεχθῇ ἐν τῇ πράσει πόσον ὑπὲρ ἐκνικήσεως ὀφείλει παρασχεῖν ὁ πράτης, τὸ ἁπλοῦν μόνον διὰ τὴν ἐκνίκησιν ἐκδίδωσι ', καὶ κατὰ φύσιν τῆς ἐπὶ τῇ πράσει ἀγωγῆς τὸ διαφέρον.

11

pr.Ἐν δὲ τῷ νη ' κεφ. Ὁ πράτης μετὰ χρόνον τοῦ ἐκνικηθῆναι τὸ πρᾶγμα προσφέρων αὐτὸ τῷ ἀγοραστῇ οὐκ ἐκκλίνει τὴν εἰς τὸ διαφέρον καταδίκην.

12

pr.Ἐν δὲ τῷ ἔβ΄ κεφ. Ἐὰν ὁ πράτης εἰδὼς τὴν αἵρεσιν τῆς ἐλευθερίας κρύψῃ αὐτὴν ἀγνοοῦντα τὸν ἀγοραστὴν, καὶ ἁπλῶς εἴπῃ ὑπὸ ὅρον ἐλεύθερον τὸν πιπρασκόμενον εἶναι, τῆς αἱρέσεως ἐξιούσης, οὐ τῇ ἐκνικήσει ἀλλὰ τῇ ἐπὶ τῇ πράσει ἀγωγῇ ὑπόκειται. ὥσπερ ὁ παραδιδοὺς ἀγρὸν καὶ τὰς δουλείας εἰδὼς, ἐὰν εἴπῃ ἁπλῶς, αἱ δουλεῖαι οἷαι εἰσὶν ἔστωσαν, τῇ ἐπὶ πράσει ἀγωγῇ ἐνέχεται, καὶ οὐ τῇ ἐκνικήσει. Ἐὰν ἐλλείπῃ τῷ μέτρῳ τοῦ πραθέντος ἀγροῦ, ἀναλαμβάνει μέρος τοῦ τιμήματος ὁ ἀγοραστής. τοῦτο δὲ συνάγεται ἀπὸ πασῶν τῶν λεχθεισῶν τῶν ζευγῶν ἐργασιῶν.

13

pr.Ἐκνικωμένου τοῦ πράγματος οὐ μόνον εἰς ἀνάληψιν τῆς τιμῆς ἁρμόζει ἡ ἐπὶ τῇ πράσει ἀγωγὴ, ἀλλὰ καὶ εἰς τὸ διαφέρον. ὅθεν ἐὰν ἥττονος γέγονεν, ὁ ἀγοραστὴς ζημιοῦται·.

14

pr.Ἀνάγν. καὶ τί. ιθ΄ τοῦ αὐτοῦ ιθ΄ βι., ἐν ᾧ διαλαμβάνεται, τίνες κατέχονται καὶ εὐθύνονται ὑπὲρ τῶν ἐκνικωμένων, οὗτινος ἐν τῷ ς ' κεφ. Ἐὰν μηδὲν περὶ ἐκνικήσεως συμπεφώνηται ἰδικῶς, ὅμως εἰ ἐκνικηθῇ τὸ πρᾶγμα, δύναται ἡ ἐπὶ τῇ πράσει ἀγωγὴ κινεῖσθαι κατὰ τοῦ πράτου.

15

pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Ἐὰν ὑποκείμενον πρᾶγμα ἐπώλησας, εἶτα ὁ ἀγοραστὴς ἐκτήσατο μακροῦ χρόνου παραγραφὴν, οὐδένα φόβον ἕξεις τοῦ λοιποῦ περὶ ἐκνικήσεως.

16

pr.Ἐν δὲ τῷ κ΄ κεφ. Ὁ πράτης γινομένης τῆς ἐκνικήσεως δύναται συμπαρεῖναι. περαιωθείσης δὲ αὐτῆς οὐ δύναται ἀναπαλαίειν, εἰ μὴ ἐξεκαλέσατο. οὐκ ἄλλως δὲ εὐθύνεται ὑπὸ τοῦ ἀγοραστοῦ, εἰ μὴ ἀπηγγέλθη αὐτῷ ' παρ᾽ αὐτοῦ.

17

pr.Ἡ ἐπὶ τῇ πράσει ἀγωγὴ μακροῦ χρόνου παραγραφῇ οὐκ ἐκβάλλεται. εἰ δὲ ὁ πραθεὶς οἰκέτης εἰς ἐλευθερίαν ἀναφωνεῖ καὶ ὑπὲρ αὐτοῦ ψῆφος προβῇ, δύναται ὁ ἀγοραστὴς εἰς τὸ διαφέρον κινῆσαι, εἰ μὴ ἀπὸ συμφώνου κεκώλυται.

18

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. β΄ [θεμ. ε΄ καὶ κεφ. δ΄] θεμ. καὶ κεφ. έ θεμ. ιε΄ ἐν ᾧ φησιν· Ἐὰν ἀλλότριον ἀγρὸν πωλήσῃς μοι καὶ παραδῷς, ὕστερον δὲ κληρονομήσας τοῦ δεσπότου τοῦ ἀγροῦ πωλήσῃς αὐτὸν ἄλλῳ καὶ παραδῶς, ἐγὼ μᾶλλον εἰμὶ βεβαιότερος.

19

pr.Ἀνάγν. καὶ θεμ. κ΄ κεφ. ιγ ' θεμ. β΄ καὶ τί. ς ' κεφ. γ ' θεμ. β '.