IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.12

Περὶ ἀναλύσεως πράσεως, καὶ ἐκ ποίων παθῶν καὶ αἰτίων ἀναστρέφεται τὸ πραθὲν ἀνδράποδον ἢ ἕτερον ζῶον ἢ μειοῦται ἡ τούτου τιμή· καὶ ὅτι ἡ μὲν τὸ πραθὲν ἀναστρέφουσα ἀγωγὴς εἴσω ἓξ μηνῶν κινεῖται, ἡ δὲ μειοῦσα τὸ τίμημα ἐντὸς ἐνιαυτοῦ· καὶ ὅτι δι᾽ ὑπερθεματισμοῦ ἀναλύεται ἡ πρᾶσις· καὶ ὅτι περὶ νόσου προφανοῦς ὁ πράτης οὐκ εὐθύνεται.

Abrir no leitor do IusCommune →

1

pr.Ανάγν. βι. ιθ΄ τί. ί, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι ὁ παρὼν τίτλος διαλαμβάνει περὶ τῶν πραθέντων κινητῶν τε καὶ ἀκινήτων· φησὶ γὰρ ὀφείλειν τὸν πράτην προλέγειν τὰ πάθη καὶ τὰ αἴτια τοῦ δούλου, καὶ εἰ φυγάς ἐστιν ἢ ῥεμβὸς, ἢ ἐνοχῇ ὑπόκειται ἢ κεφαλικόν [τι] ἥμαρτεν, ἢ πρὸς ἐπιβουλὴν ἑαυτοῦ τι πέπραχεν, ἢ κατῆλθεν εἰς κυνηγέσιον ἐπὶ τῷ θηριομαχῆσαι. ταῦτα δὲ μὴ λέγων ἢ περὶ τὰ λεγόμενα ψευδόμενος εἰς τὸ διαφέρονὰ ὑπόκειται· καὶ λαμβάνει τὸν δοῦλον καὶ εἴ τι μετὰ τὸ παραδοθῆναι τῷ ἀγοραστῇ γέγονε χείρων ὁ δοῦλος ἐκ σπουδῆς τοῦ ἀγοραστοῦ καὶ τῆς φαμιλίας αὐτοῦ καὶ τοῦ φροντιστοῦ, καὶ τὰ μετὰ τὴν πρᾶσιν ἐξ αὐτοῦ γεννηθέντα ἢ δι᾽ αὐτοῦ προσπορισθέντα, καὶ τὸ προστεθὲν ὡς εἰκὸς αὐτῷ πιπρασκομένῳ, καὶ τοὺς ἐξ αὐτοῦ ληφθέντας καρπούς. ἀναλαμβάνει δὲ καὶ αὐτὸς τὰς ὡς εἰκὸς παρ᾿ αὐτοῦ δοθείσας προσθήκας. [Ὁ᾽ ἐν εἰδήσει κατὰ δόλον παρὰ ταῦτα πωλῶν, εἰς καὶ ἀγνοῶν ὁ πράτης τὰ ὀφειλόμενα κατὰ τὸν νόμον ὑπόκειται. ἀδιάφορον γὰρ, εἴτε κατ᾿ ἀπάτην εἴτε κατ᾿ ἄγνοιαν ἀγοραστὴς ἀπατᾶται.] [Καὶ χώραν ἔχει ὁ νόμος ἐπὶ πολιτικῶν καὶ ὀρφανικῶν πράσεων, οὐ μὴν καὶ δημοσίων. ὁ γὰρ δημόσιος εἰ πωλεῖ τι, οὐκ ἀναστρέφεται.] καὶ ὅτι τὸ τῇ χρήσει ἢ ὑπουργίᾳ ἐμποδίζον πάθος ἢ αἴτιον εἰσάγει τὴν ἀναστρέφουσαν τὸ πραθὲν ἀγωγὴν, οὐ μὴν τὸ τυχόν τε καὶ ἐλαφρὸν, ὡς ἐλαφρὸς πυρετὸς ἢ παλαιὸς τεταρταῖος ἢ τὸ μικρὸν τραῦμα. ταῦτα γὰρ οὔτε δεῖ προλέγειν ὡς εὐκαταφρόνητα.

2

pr.Ἐν δὲ τῷ γ ' κεφ. Τὰ δειλὰ καὶ λακτιστικὰ ὑποζύγια οὔκ εἰσιν ἐμπαθῆ. ψυχικὰ γάρ εἰσι τὰ αἴτια. Ἐὰν οὖν μόνον ψυχικόν ἐστι τὸ αἴτιον, οὐκ ἔχει χώραν ἡ ἀναστρέφουσα τὸ πραθὲν ἀγωγὴ, εἰ μὴ προεῖπεν ὁ πράτης ἀπεῖναι αὐτό. ἁρμόζει δὲ τὸ μειωθῆναι τὸ τίμημα. εἰ δὲ σωματικόν ἐστιν, ἢ κοινὸν ψυχῆς καὶ σώματος, χώρα τῷ ἀναστραφῆναι τὸ πραθένκ. Οὐκ ἐπιζητοῦμεν ὀλέθριον εἶναι τὸ πάθος, ἀλλὰ τὸ οἱονδήποτε τῷ πράγματι ἐμποδίζον πάθος. οὐ διαφερόμεθα γὰρ ποίῳ πράγματι τὸ πάθος ἐναντιοῦται.

3

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἡ ἔγκυος καὶ ἡ λεχὼ· ὑγιής ἐστιν, εἰ μή τι συμβὰν ἔξωθεν ἐνεποίησε νόσον. καὶ ἡ κατὰ φύσιν, οὐ μὴν ἀπὸ πάθους στεῖρα. καὶ ὁ ἐν τῇ κοίτῃ οὐρῶν ἐκ τοῦ ἐνυπνιάζεσθαι ἢ ὀκνεῖν ἀπὸ οἴνου. ὁ μέντοι τὴν κύστιν ἐμπαθὴς ἀναστρέφεται. Ἡ ἐστενωμένης γυνὴ ὥστε τὰ γυναικῶν μὴ ὑπομένειν οὔκ ἐστιν ὑγιής. Ὁ ἔχων χοιράδας παλαιὰς ἀνιάτους ἐμπαθής ἐστι. Περὶ νόσου προφανοῦς ὁ πράτης οὐκ ἐνάγεται, οἷον ἐὰν τυφλὸς πραθῇ, ἢ ἐπικίνδυνον ἔχων οὐλὴν [ἐν φανερῷ] κατὰ κεφαλῆς ἢ ἄλλου μέρους. τὸ γὰρ δόγμα περὶ ἐκείνων διαλαμβάνει τῶν παθῶν καὶ αἰτίων, ἃ τινά τις ἠγνόησεν ἢ ἀγνοῆσαι ἠδύνατο.

4

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ῥεμβός ἐστι μικρὸς φυγὰς, [καὶ ἐκ τοῦ ἐναντίου ὁ φυγὰς μέγας ῥεμβός ἐστι.] κυρίως δὲ ῥεμβός ἐστιν, ὃς συνεχῶς πλανώμενος καὶ τοὺς καιροὺς εἰς ἀνόνητα δαπανῶν βραδέως εἰς τὸν οἶκον ἀναστρέφει.

5

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ἐάν τι προσεῖναι τῷ δούλῳ χρήσιμον ὁ πράτης διαβεβαιώσηται, τυχὸν ὅτι σπουδαῖος, [τροχαλὸς, ἄγρυπνος, ἐπίπονος] ἢ ποριστικὸς, οὐκ εἰς ἄκρον ἀπαιτοῦμεν αὐτὰ προσεῖναι, ἀλλὰ μέσως [ἤτοι συγκεκραμένως]. εἰ μέντοι τἀναντία τῶν διαβεβαιωθέντων ἔχων εὑρεθῇ, κινεῖ ὁ ἀγοραστὴς τὴν ἀναστρέφουσαν τὸ πραθὲν ἢ τὴν μειοῦσαν τὸ τίμημα ἀγωγὴνη εἴσω συναπτοῦ ἐνιαυτοῦ. Ὁ εἰπὼν ἄριστον εἶναι μάγειρον ἄριστον παρασχεῖν ὀφείλει. ὁ δὲ μάγειρον ἁπλῶς εἰπὼν καὶ μέσον δίδωσιν. καὶ ἐπὶ τῶν λοιπῶν τεχνῶν τὸ αὐτό. Καὶ ἐὰν εἴπῃ τὸν δοῦλον ἁπλῶς ἔχειν πεκούλιον, ἀρκεῖ καὶ τὸ ἐλάχιστον ἔχεινο.

6

pr.Ἐν δὲ τῷ κή κεφ. Ἐάν τις ὡς νεώνητον πωλήσῃ τὸν ἤδη δουλεύσαντας, ὑπόκειται τῇ ἀναστροφῇ. σπεύδουσι γὰρ οἱ ἄνθρωποι τοὺς νεωνήτους λαμβάνειν ὡς δυναμένους διδάσκεσθαι καὶ πρὸς τοὺς οἰκείους μεταποιεῖσθαι τρόπους.

7

pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ὁ πιπράσκων ὑποζύγια λεγέτω καὶ τὰ πάθη καὶ τὰ αἴτια αὐτῶν, καὶ διδότω τὸν ἐπικείμενον αὐτοῖς διὰ τὸ πραθῆναι κόσμον. ὁ δὲ τοῦτο μὴ ποιῶν εἰς μὲν τὸ δοῦναι τὸν κόσμον ἢ ἀναλαβεῖν τὰ ὑποζύγια διὰ τὸ μὴ δοθῆναι τὸν κόσμον εἴσω ἑξήκοντα ἡμερῶν ἐνάγεται· διὰ δὲ τὰ πάθη καὶ τὰ αἴτια τῇ μὲν ἀναστροφῇ εἴσω ἓξ μηνῶν, τῇ δὲ μειώσει τοῦ τιμήματος εἴσω ἐνιαυτοῦ. Καὶ ἴσων ὄντων τῶν πραθέντων διὰ τὸ πάθος τοῦ ἑνὸς ἀποδίδονται πάντα.

8

pr.Ἐν δὲ τῷ λα΄ κεφ. Κερατίζων βοῦς ἐμπαθής ἐστι, καὶ ἡ λακτίζουσα μοῦλα, καὶ τὰ ὑποζύγια τὰ ἀναιτίως θορυβούμενα καὶ φεύγοντα.

9

pr.Ἐν δὲ τῷ λγ κεφ. Ὅτι εἰ μὲν μὴ ἀποδίδωσιν ὁ πράτης τὸ τίμημα καὶ τὰς προσθήκας καὶ ἐλευθεροῖ τὸν δι᾽ αὐτὸν ἐνοχοποιηθέντα, εἰς τὸ διπλοῦν τοῦ τιμήματος καὶ τῆς προσθήκης καταδικάζεται τῇ περὶ τῆς ἀναστροφῆς ἀγωγῇ. εἰ δὲ ταῦτα ποιεῖ, εἰς τὸ ἁπλοῦν καταδικάζεται.

10

pr.Ἐν δὲ τῷ λε κεφ. Ὅτι τῇ παραγραφῇ τῶν ἓξ μηνῶν τῆς περὶ ἀναστροφῆς ἀγωγῆς ἐκβληθεὶς δύναται τὴν μειοῦσαν τὸ τίμημα κινεῖν εἴσω ἐνιαυτοῦ. Ὁ δεδεμένον πιπράσκων οὐχ ὑπόκειται τῇ περὶ φυγῆς ἀγωγῇ. μεῖζον γάρ ἐστι τοῦτο τοῦ εἰπεῖν, ὡς ἐδέθη. Αντιτίθεται γὰρ τῷ ἀγοραστῇ παραγραφὴ γινώσκοντι περὶ τῆς φυγῆς ἢ τῶν δεσμῶν καὶ τῶν ὁμοίων. Σύνηθές ἐστι μὴ ἁρμόζειν τὴν περὶ ἀναστροφῆς ἀγωγὴν ἐπὶ τῶν ἁπλῶν πράσεων.

11

pr.Ἐν δὲ τῷ λθ ' κεφ. Ἐὰν παρ᾽ ἐμοῦ κλέψῃ ὁ δοῦλός μου, οὔκ ἐστιν ἀναγκαῖον ἐν τῇ πράσει τοῦτο προλέγειν, οὔτε ἐκ τούτου ἁρμόζει ἡ ἀναστροφή. εἰ δὲ εἶπον αὐτὸν μὴ εἶναι κλέπτην, ἐνέχομαι.

12

pr.Ἐν δὲ τῷ μ ' κεφ. Ὁ τριταΐζων ἢ τεταρταΐζων καὶ ὁ ποδαγρὸς καὶ ὁ δαιμονιζόμενος οὔτε τὸν καιρὸν, ἐν ᾧ σχολάζουσιν, ὑγιαίνειν δοκοῦσιν.

13

pr.Ἐν δὲ τῷ μα κεφ. Ὁ καλῇ αἱρέσει πραθεὶς καὶ φυγὼν οὐ ποιεῖ χώραν τῇ ἀναστροφῇ, εἰ μὴ καὶ πρὸ τούτου ἔφυγεν.

14

pr.Ἐν δὲ τῷ νβ΄ κεφ. Ἐὰν πωλήσῃ τὶς φυγάδα δοῦλον, μὴ ἀγνοήσας αὐτὸν φυγάδα εἶναι, κατέχεται καὶ εἰς τὴν τιμὴν καὶ εἰς τὴν ἔξωθεν γενομένην βλάβην. τί γάρ; ὅτι δοῦλον ἕτερον ὑπονοθεύσας ἢ πρᾶγμα κλέψας ἔφυγεν οὗτος ὁ οἰκέτης.

15

pr.[Ἐν δὲ τῷ νγ ' κεφ.] Καὶ ὅτι ὁπότε θεματίζεις τὸν δοῦλον, ὃν ἤδη ἠγόρασας, μετὰ ἐνιαυσιαῖον χρόνον πεφευγέναι, ποίῳ λόγῳ τούτου ἕνεκεν κατὰ τοῦ πεπρακότος αὐτὸν κινῆσαι ἐπιζητεῖς, οὐ δύναμαι κατανοῆσαι. καὶ γὰρ τὴν ἀναστρέφουσαν τὸ πραθὲν ἀγωγὴν ἑξημηνιαίοις χρόνοις ἢ τὴν ἐλαττοῦσαν τὸ τίμημα ἐνιαυτῷ συγκλείεσθαι φανερόν ἐστι.

16

pr.Ἐν δὲ τῷ νδ κεφ. Ἡ μετὰ τὴν πρᾶσιν τοῦ οἰκέτου φυγὴ, εἰ μὴ δείκνυται [καὶ] πρὸ τῆς πράσεως πεφευγὼς, οὐδὲν τὸν πράτην [κατα] βλάπτει.

17

pr.Ἐν δὲ τῷ νς κεφ. Γενομένου ἅπαξ πίστει καλῇ τοῦ συναλλάγματος ', καὶ τοῦ ἀνδραπόδου ληφθέντος καὶ τοῦ τιμήματος καταβληθέντος, οὕτως τοῦ ἀναλαβεῖν τὸ τίμημα ἐξουσία ἐστὶ τῷ τὸ ἀνδράποδον ἠγορακότι φιλοτιμητέα, ἐὰν ἐκεῖνο ὅπερ εἶπε πεφευγὸς ἀνδράποδον δυνηθῇ παραστῆσαι. τοῦτο γὰρ οὐ μόνον ἐπὶ τῶν βαρβάρων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπὸ ῥωμαϊκῆς ἐπαρχίας δουλευσάντων οἰκετῶν προγεγραμμένον ἐστίν.

18

pr.Ἐν δὲ τῷ νζ ' κεφ. Ὁ κατὰ βίαν πρᾶγμα πεπρακὼς δύναται ἀναδιδοὺς ὅπερ ἔλαβε τίμημα τὴν κατὰ βίαν γενομένην πρᾶσιν ἀνατρέπειν· καὶ οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ οἱ κληρονόμοι αὐτοῦ.

19

pr.Ἐν δὲ τῷ νη ' κεφ. Εάν τις τὸ ἴδιον πρᾶγμα ἐλαχίστου τιμήματος πωλήσῃ, δύναται τὸ τίμημα ἀναδιδοὺς, λαμβάνειν τὸ ἴδιον πρᾶγμα. ἐλάχιστον δὲ τίμημά ἐστι τὸ μηδὲ εἰς ἡμίσειαν διατίμησιν ἀναφερόμενον. ἐὰν δὲ ὁ ἀγοραστὴς ἐπιλέξηται τὸ λεῖπον τῷ δικαίῳ τιμήματι δοῦναι, ἔχειν αὐτὸν τὸ πεπραμένον πρᾶγμα. τὸ αὐτὸ δὲ δίκαιον καὶ ἐπὶ τοῖς παισὶ τοῦ πράτου προβαινέτω.

20

pr.Ἐν δὲ τῷ ξβ΄ κεφ. Οὔκ ἐστι δεδοκιμασμένη ἡ αἰτία, δι᾽ ἣν ἀνατραπῆναι τὴν κατὰ συναίνεσιν [γενομένην] πρᾶσιν ἐπιζητεῖς. εἰ καὶ τὰ μάλιστα γὰρ τὸ διπλάσιον προσφέρεις τίμημα τῷ ἀγοραστῇ, ὅμως ἄκων εἰς τὸ ἀνατρέψαι τὴν πρᾶσιν οὐ συνωθεῖται.

21

pr.Ἐν δὲ τῷ ξδ ' κεφ. Ἐὰν υἱὸς κατὰ γνώμην πατρὸς πρᾶγμα πωλήσῃ, εἰ μὴ δείκνυσιν ὁ πατὴρ κατὰ φόβον θανάτου ἢ βασάνων τοῦ σώματος γεγονέναι τὸ συνάλλαγμα ἢ κατὰ δόλον, οὐ δύναται αὐτὸ ἀνατρέπειν. οὐκ ἀρκεῖ δὲ πρὸς ἀπόδειξιν δόλου τὸ λέγειν πλείονος ἄξιον εἶναι τὸ πρᾶγμα. ἔξεστι γὰρ ἐν τῇ πράσει καὶ τῇ ἀγορασίᾳ περιγράφειν ἀλλήλους, εἰ μὴ ἄρα ἔλαττον τοῦ ἡμίσεος μέρους τοῦ δικαίου τιμήματος δέδωκεν τῷ πράτῃ, τῆς ἐπιλογῆς τῆς ἤδη παρασχεθείσης τῷ ἀγοραστῇ φυλαττομένης, διδόντος καὶ τὸ λεῖπον τοῦ δικαίου τιμήματος τοῦ ἀγοραστοῦ δηλονότι.

22

pr.Ἐν δὲ τῷ ξζ ' κεφ. Ὁ πράτης τὸν δόλον τοῦ ἀγοραστοῦ ἐπιλαμβάνεσθαι τότε δύναται, ὅτε ἠγνόησε τὸν δόλον ἐν καιρῷ τοῦ συναλλάγματος. εἰ γὰρ εἰδὼς συνήλλαξεν, οὐ [κ ἔτι] δύναται βοηθεῖσθαι. ἐὰν δὲ τὸ συναρέσαν τίμημα δείκνυται μὴ καταβληθὲν, ἢ ἐχειρογραφήθη ἀντιλογισθῆναι αὐτῷ εἰς ποσότητα χρέους κατὰ πλάνην γενομένου, τοῦτο ἀποδίδοσθαι ὀρθῶς αἰτεῖται.

23

pr.Ἐν δὲ τῷ ξη΄ κεφ. Οὐ δύναται ὁ πράτης ἀνατρέπειν τὴν πρᾶσιν ἐκ τοῦ λέγειν, ὅτι χρεῶν ἢ λειτουργιῶν ἐπικειμένων πέπρακε.

24

pr.Ἐν δὲ τῷ οβ΄ κεφ. Εἴ τινας τῷ τῶν χρεῶν μεγέθει συνεχομένους ἡ ἀνάγκη τοῦ δημοσίου λόγου συνελάσει τὰς ἰδίας οὐσίας πωλῆσαι, ἡ τοῦ πράγματος ποιότης καὶ ἡ ποσότης τῶν προσόδων δοκιμαζέσθω, καὶ μὴ προσχήματι τῆς πράσεως τῆς δημοσίας χώρα ταῖς περιγραφαῖς περιλιμπανέσθω, καὶ τῶν κτημάτων ἐλάττονος διαπραθέντων πλέον ὁ ἀγοραστὴς ἐκ τῆς χάριτος ἤπερ ὁ χρεώστης ἐκ τοῦ τιμήματος κερδαινέτω. ὅτε τοίνυν διὰ χρέα δημόσια πρᾶσις γίνεται, τὸ ἀληθὲς τίμημα τῷ πράτῃ παρέχεσθαι ὀφείλει.

25

pr.Ἀνάγν. καὶ βι. να τί. δ΄ κεφ. δ΄, ἐν ᾧ φησιν· Ὁ ἐν εἰδήσει φυγάδα ἀγοράζων, εἰ μὲν ἐπηρώτησε μὴ εἶναι αὐτὸν φυγάδα, οὐκ ἐκβάλλεται παραγραφῇ. εἰ δὲ μὴ ἐπηρώτησεν, ἐκβάλλεται. ἐφ᾽ ἑκατέρου δὲ θέματος ἀργεῖ ἡ περὶ ἀφαιρέσεως τῶν πραγμάτων εἰς ἐκδίκησιν κινουμένη ἀγωγή.