JGR V 1.11
Περὶ ἀγορασίας καὶ πράσεως ὑπὸ διατίμησιν γινομένης.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. ιθ΄ τί. θ΄ οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὅτε διὰ τὸ πωλῆσαι δοθῇ τινι ὑπὸ διατίμησιν πρᾶγμα, χώρα τῇ περὶ τῆς διατιμήσεως συμφωνίᾳ, ἥτις ἁρμόζει, ὁσάκις ἀγωγῆς διδομένης ἀμφιβάλλεται τὸ ὄνομα τοῦ συναλλάγματος. πολι τικὸν γὰρ καὶ καλῇ πίστει ὑπέστη συνάλλαγμα. διὸ καὶ πάντα τὰ τῶν καλῇ πίστει ἀγωγῶν ἐνταῦθα τρακταΐζεται. ἡ δὲ διατίμησις ποιεῖ τὸν κίνδυνον τοῦ λαμβάνοντος, καὶ χρεωστεῖ ἀποδοῦναι τὸ πρᾶγμα ἀκέραιον ἢ τὸ συμφωνηθὲν τίμημα.