JGR V 1.10
Περὶ τῆς κινουμένης ἀγωγῆς ἐπὶ ἀγορασίας καὶ πράσεως, ἐάν τι παρὰ τὰ συμφωνηθέντα γένηται, καὶ ἐὰν τὸ πραθὲν ἀνδράποδον ἢ ἕτερον ζῶον ἢ ξύλον ὑπαίτιόν ἐστιν, ἢ ἐὰν ψεύσηται περὶ τὸ μέτρον ἢ τὴν ποιότητα τοῦ πραθέντος, καὶ τίνα τῷ οἴκῳ ἢ τῷ ἀγρῷ ἕπονται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ιθ ' τί. ή΄, οὗτινος ἐν τῷ α κεφ. φησίν· Ὁ πράτης μὴ παραδιδοὺς τὸ πρᾶγμα ἐνάγεται εἰς τὸ διαφέρον τῷ ἀγοραστῇ, καὶ εἰ συμβαίνει τὸ διαφέρον ὑπερβαίνειν τὸ τίμημα.
2
pr.Ἐν δὲ τῷ β΄ κεφ. Εἰ μὴ παραδίδωσι τὸ μέτρον ὁ ὑπέσχετο ὁ πράτης, κατέχεται.
3
pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἐὰν ἐλλείπῃ τὸ μέτρον τοῦ πραθέντος ἀγροῦ, πρὸς τὸ ποσὸν τῆς ἐργασίας τῶν ζευγῶν ὁ πράτης ἐνέχεται, καὶ πρὸς τὸ μέτρον τὸ τίμημα μειοῦται. εἰ δὲ μὴ τῷ παντὶ ἀγρῷ, ἀλλὰ μέρει ἐλλείπῃ, οἷον τῷ ἀμπελῶνι, τότε καὶ τῆς καλλονῆς γίνεται λόγος.
4
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ὅτι ὁ ὑπεξούσιος πωλῶν ἐνέχεται ὡς αὐτεξούσιος. Καὶ ὅτι ὁ πωλῶν ἐν εἰδήσει ἀλλότριὸν ἢ ὑποκείμενον ἐνέχεται, κἂν συμφωνήσῃ μηδὲν ἐκ τούτου παρασχεῖν.
5
pr.Ἐν δὲ τῷ ια κεφ. Ὅτι καὶ ἀλλότριον δοῦλον πωλῶν ὁμολογεῖν ὀφείλει μὴ ὑποκεῖσθαι αὐτὸν κλοπῇ ἢ ἐνοχῇ. κινεῖται δὲ ἡ ἀγωγὴ εἰς τὸ παραδοθῆναι τὸ πραθὲν καὶ ἀσφαλισθῆναι τὸν ἀγοραστὴν εἰς τὸ ἐξεῖναι αὐτῷ ἔχειν. Καὶ ὅτι ὁ ἀγοραστὴς τῇ ἐνοχῇ τοῦ πραθέντος οἰκέτου καταδικασθεὶς οὐ λαμβάνει πλέον, ἢ ὅσον ἧττον ἠδίνατο παρασχεῖν. εἴτε γὰρ διεκδικήσει τὴν ἐνοχὴν εἴτε καὶ μὴ, ἀλλὰ δῷ τὴν ἀποτίμησιν τῆς δίκης, ἔχει τὴν ἀγωγὴν τὴν τὸ πρᾶγμα ἀπαιτοῦσαν, καὶ τὴν ἀγωγὴν τὴν περὶ μελλούσης ζημίας, ἐν ᾧ δῆλόν ἐστιν ἡμαρτηκέναι τὸν δοῦλον. Καὶ ὅτι ἐν τῷ περὶ νομῆς δικαστηρίῳ διδοὺς ὁ πράτης τὸ διπλοῦν οὐδὲν ἀπαιτεῖται προφάσει τῶν ἄλλων τῶν ἐξ ἔθους ἐν τῇ πράσει συμφωνουμένων. Καὶ ὅτι ἐὰν πωλήσωσι ἐφ᾽ ᾧ μήτε ἐμὲ μήτε τὸν κληρονόμον μου ἢ τὰ φερόμενα εἰς ἐμὲ πρόσωπα ἐμποδίσαι σοι ἔχειν, καὶ ἄλλος ἐκνικήσῃ τὸ πραθὲν, οὐκ ἐνέχομαι τῇ ἀγωγῇ τῇ περὶ τῆς μελλούσης ζημίας, οὔτε τῇ ἀγωγῇ τῇ τὸ πρᾶγμα ἀπαιτούσῃ εἰς τὸ διαφέρον ἀλλ᾽ εἰς τὴν ἀνάδοσιν τοῦ τιμήματος· εἰ μὴ ἄρα συνεφώνησα μηδὲν παρασχεῖν ἐκνικωμένου τοῦ πράγματος ἐν ἀγνοίᾳ τοῦ πιπράσκειν ἀλλότριον. ὁ γὰρ εἰδὼς καὶ τοῦ συμφώνου ὄντος ἐνέχεται τῇ ἀγωγῇ τῇ ἀπαιτούσῃ τὸ πρᾶγμα, οὐ μὴν ὁ ἀγνοήσας. ἐνδέχεται γὰρ τὸν πράτην κερδάναι τὸ τίμημα, καὶ τὸν ἀγοραστὴν μὴ σχεῖν τὸ πρᾶγμα, ὡς ἐπὶ ἁλείας καὶ θήρας. κἂν γὰρ μηδὲν κρατηθῇ, δίδωσιν ὁ ἀγοραστὴς τὸ τίμημα.
6
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ἐὰν πωλήσω ἀσθενῆ θρέμματα ἢ ξύλον ἐπίσαθρον, εἰ μὲν ἀγνοῶν, ἐκ τῆς τιμῆς ἀναδίδωμι ὅσον ἂν ἥττονος ὁ ἀγοραστὴς τὸ ὑπαίτιον εἰδὼς ἠγόραζεν· εἰ δὲ γινώσκων, ἐνέχομαι ἐπὶ τῷ διαφέροντι. τυχὸν γὰρ οἶκος διὰ τὸ σαθρὸν ξύλον· κατέπεσεν, ἢ τῆς νόσου τῶν θρεμμάτων ἕτερα διὰ τῆς ἁφῆς μετέσχον. Καὶ ὅτι ὁ φυγάδα πωλήσας ἢ κλέπτην, [εἰ μὲν εἰδὼς,] ἐπὶ μὲν τοῦ φυγάδος δίδωσι τὸ διαφέρον, ἐπὶ δὲ τοῦ κλέπτου δίδωσι διπλῆν τὴν τιμὴν, καὶ εἴ τινα ζημίαν τῷ ἀγοραστῇ ἐπήγαγεν· εἰ δὲ ἀγνοῶν, περὶ μὲν τοῦ φυγάδος ἐνέχεται εἰς τὸ τίμημα, περὶ δὲ τοῦ κλέπτου οὐκ ἐνέχεται. Διαφέρον δέ ἐστι, καὶ ἐὰν ὑπενόθευσε σὺν αὐτῷ καὶ ἄλλους φυγεῖν, ἢ ἔκλεψέ τινα. Εἰ δὲ καὶ μὴ ᾔδει μὲν κλέπτην αὐτὸν εἶναι, διεβεβαιώσατο δὲ πιστὸν καὶ χρήσιμον πιπράσκειν, [ἐνέχεται]. ὁ μὲν γὰρ εἰδὼς ἐκ τοῦ μὴ ὑπομνῆσαι τὸν ἀγοραστὴν ἐνέχεται· ὁ δὲ ἀγνοῶν ἐκ τοῦ προπετῶς τὰ μὴ ὄντα διαβεβαιώσασθαι. Καὶ ὅτι ἐὰν ὁ πράτης εἰδὼς διαφόροις ὑποκεῖσθαι τέλεσι τὸν ἀγρὸν ἐν τῇ ὠνῇ μόνον τὸ ἓν ἐκφωνήσῃ, καὶ ἐπαγάγῃ, εἴ τι ἐστὶν ἐπικείμενον τῷ ἀγρῷ δημόσιον ἢ ἐμφύτευμα ἢ τέλεσμα ἢ ὑπὲρ ὁδοστρωσίας τοῦτο διδόναι τὸν ἀγοραστήν, ἐνέχεται· τῇ ἀγωγῆς διὰ τὸν δόλον. [Εἰ δὲ ἐπίτροπὸς ἦν ὁ τοῦτο ποιήσας ἐν ὀρφανικῇ πρά- σει, εἰ μὲν αὐτὸς ἐπώλησεν, ἐνέχεται· εἰ δὲ τῷ ἀνήβῳ πωλοῦντι συνήνεσεν, ὁ μὲν ἄνηβος εἰς ὃ γέγονεν εὐπορώτερος ἐνέχεται, ὁ δὲ ἐπίτροπος εἰς τὰ λοιπὰ διηνεκῶς. τὸ γὰρ κατὰ δόλον αὐτοῦ γεγονὸς οὐ μεταβαίνει μετὰ τὴν ἥβην εἰς τὸν ἄνηβον.] Καὶ ὅτι ἡ κατὰ τοῦ ἀγοραστοῦ ἀγωγὴ ἁρμόζει τῷ πράτῃ μεθοδεύουσα τὸ συμφωνηθὲν τίμημα καὶ τοὺς μετὰ τὴν παράδοσιν τόκους. Κἂν κατὰ παράκλησιν παρεδόθη· μόνον γὰρ ζητοῦμεν, εἰ εὐχέρειαν εἶχεν· ὁ ἀγοραστὴς λαβεῖν τοὺς καρποὺς οὓς λαμβάνει ὁ πράτης. Καὶ τὰ περὶ τὸ πρᾶγμα δαπανηθέντα, τυχὸν εἰς ἀνόρθωσιν οἴκου ἢ ἐπιμέλειαν οἰκέτου νοσοῦντος ἢ ἐπιστήμην, ἅτινα πιθανὸν ἦν βούλεσθαι τὸν ἀγοραστὴν δαπανηθῆναι, καὶ τὰ εἰς ταφὴν τοῦ τελευτήσαντος δούλου ἄνευ ῥᾳθυμίας τοῦ πράτου. Καὶ ἐὰν συνέδοξεν ἐν τῷ πιπράσκειν ὑπεύθυνον δοθῆναι παρὰ τοῦ ἀγοραστοῦ εὐπορώτερον· Ἢ συνεφωνήθη, ὥστε τοῦ ἀγοραστοῦ πλείονος τὸ πρᾶγμα πωλοῦντος παρασχεῖν τῷ πράτῃ τοῦ περιττοῦ μοῖραν· κἂν ὁ κληρονόμος τοῦ ἀγοραστοῦ πλείονος πωλήσῃ.
7
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ἐὰν δὲ συνεφωνήθη δοῦναι τὸν ἀγοραστὴν τὸ διπλοῦν, εἰ μὴ ἐντὸς προθεσμίας καταβάλῃ τὸ τίμημα, τὸ ὑπὲρ τὸν νόμιμον τόκον οὐκ ἔῤῥωται.
8
pr.Ἐν δὲ τῷ ις΄ Α κεφ. Τοῦ πραθέντος ἢ λεγατευθέντος οἴκου ἐστὶν, ἅτινα ἢ ὡς μέρος αὐτοῦ ἐστιν ἢ δι αὐτὸν γέγονεν· ὡς τοῦ φρέατος σκέπασμα, καὶ αἱ δεξαμεναὶ καὶ οἱ λουτῆρες, καὶ οἱ ἡνωμένοι τοῖς ἀναβρυτοῖς σωλῆνες, εἰ καὶ πόῤῥω τῆς οἰκίας ἐκτείνονται, καὶ οἱ κανάλοι. οἱ δὲ ἐν ταῖς πισκίναις ἰχθύες οὐκ εἰσὶ τοῦ οἴκου ἢ τοῦ ἀγροῦ, ὥσπερ οὐδὲ τὰ λοιπὰ ζῶα. Καὶ ὅτι οὐδέν ἐστι τοῦ ἀγροῦ, ὃ μὴ ἥνωται τῇ γῇ. πολλὰ δέ ἐστι τοῦ οἴκου μὴ ἡνωμένα αὐτῷ· οἷον μοχλοί, [κλεῖς,] κλεῖθρα. εἰσί τινα κατορωρυγμένα, καὶ ὅμως οὐκ εἰσὶ τοῦ ἀγροῦ ἢ τοῦ ἐποικίου· ὡς τὰ οἰνηρὰ σκεύη καὶ ὁ βάδης. ταῦτα γὰρ τῆς ἐξοπλίσεώς ἐστι. Καὶ ὁ οἶνος καὶ οἱ ληφθέντες καρποὶ οὐκ εἰσὶ τοῦ ἐποικίου.
9
pr.Ἐν δὲ τῷ κ ' κεφ. Εἰ καὶ μὴ περὶ τὸ μέτρον, ἀλλὰ καὶ περὶ τὴν ποιότητα ψεύσεται ὁ πράτης, ἐνέχεται· τυχὸν γὰρ ρ΄ ζευγῶν ἐργασίας οὔσης, εἶπεν ἐξ αὐτῶν ἀμπελῶνα εἶναι ν ' ζευ γῶν ἐργασίας, μὴ οὔσης τοσαύτης.
10
pr.Ἐν δὲ τῷ κά κεφ. Ὅτι ἐὰν πωλήσας δοῦλον μετὰ τοῦ πεκουλίου ἐλευθερώσω αὐτὸν, ἐνέχομαι καὶ ἐπὶ τοῖς ἐπικτηθεῖσι τῷ ἐλευθερωθέντι, εἴγε μὴ ἐλευθερωθέντος αὐτοῦ προσεπορίζοντο τῷ ἀγοραστῇ. ἀσφαλίζομαι δὲ, ὡς εἴ τι λάβω ἐκ τῆς τοῦ ἀπελευθέρου κληρονομίας, ἀποκαθίστημι τῷ ἀγοραστῇ.
11
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐὰν ἐν ἀγνοίᾳ παρὰ τοῦ κληρονόμου ἀγοράσω τὸ λεγατευθὲν μοι ὑπὸ αἵρεσιν, διὰ τῆς κατὰ τοῦ πράτου ἀγωγῆς τὴν τιμὴν λαμβάνω.
12
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ἐὰν δοῦλον μετὰ τοῦ πεκουλίου πωλήσω σοι, καὶ πρὸ παραδόσεως κλέψῃ τὶ παρ᾽ ἐμοῦ, ἰδίῳ δι καίῳ μειοῦται τὸ πεκούλιον. εἰ δὲ καὶ δεδωκὼς ἔτυχόν σοι τὸ πεκούλιον, ἀναλαμβάνω. εἰ δὲ μετὰ τὸ παραδοθῆναι τὸν δοῦλον᾽ ἡ κλοπὴ γέγονεν, οὐκ ἔχω κατὰ σοῦ, εἰ μὴ εἰς ὃ τὸ πεκούλιον ἐκ τῆς κλοπῆς ηὐξήθη. εἰ μέντοι τοὺς νούμμους ἀγνοῶν κλοπιμαίους ἀφέλῃς αὐτοὺς ὡς πεκουλιαρίους καὶ δαπανήσεις, ἐνέχῃ μοι. Καὶ ὅτι ὁ ἐν εἰδήσει τῷ ἀγνοοῦντι πιπράσκων ἀλλότριον καὶ πρὸ ἐκνικήσεως ἐνάγεται τῇ περὶ τῆς πράσεως ἀγωγῇ εἰς ὃ διαφέρει τῷ ἀγοραστῇ αὐτοῦ εἶναι τὸ πρᾶγμα, καὶ μάλιστα εἰ βούλεται ὁ ἀγοραστὴς ἐλευθερῶσαι ἢ ἐνεχυράσαι τὸ ἀγορασθέν. ὁ δὲ μὴ ἐν εἰδήσει πωλῶν ἀλλότριον οὐκ ἐνέχεται ἐπὶ τῷ ποιῆσαι δεσπότην τὸν ἀγορασὴν, ἀλλ᾽ ἐπὶ τῷ ἐξεῖναι αὐτὸ ἔχειν.
13
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Πωλῶν δοῦλον εἶπον αὐτὸν ἔχειν πεκούλιον δέκα νομισμάτων. εἰ μὲν ἧττόν ἐστιν, ἀναπληρῶ τὰ δέκα νομίσματα. εἰ δὲ πλέον ἔχει, τὸ πᾶν ὁ ἀγοραστὴς λαμβάνει· εἰ μὴ ἔδοξε, μόνον τῶν δέκα λαβεῖν αὐτόν.
14
pr.Ἐν δὲ τῷ μβ΄ κεφ. Εἰ· καὶ μετὰ ὑπέρθεσιν καταβληθῇ τὸ κεφάλαιον, οὐκ ἀπαιτεῖται τόκος. οὐ γάρ ἐστιν ὑπὸ ἐνοχὴν, ἀλλ᾽ ὀφφικίῳ τοῦ δικαστοῦ δίδοται.
15
pr.Ἐν δὲ τῷ ν ' κεφ. Ὁ πράτης κατὰ τοῦ ἀγοραστοῦ τὴν περὶ τοῦ τιμήματος ἀγωγὴν κινεῖ. τὴν γὰρ περὶ τοῦ πράγματος ἀγωγὴν μετὰ τὴν τοῦ πράγματος παράδοσιν ἔχειν οὐ δύναται. ἱ Οὐκ ἀπαιτεῖται τόκος μετὰ τὸ καταβληθῆναι τὸ κεφάλαιον.
16
pr.Ἐν δὲ τῷ νδ ' κεφ. Ὁ ἀγοραστὴς ἀπὸ καιροῦ τῆς παραδόσεως τοῦ πράγματος [καὶ] τόκους χρεωστεῖ τοῦ τιμήματος κ.
17
pr.Ἐν δὲ τῷ νε κεφ. Ὁ πωλήσας δούλους καὶ λαβὼν τὸ τίμημα ἐκ τοῦ πεκουλίου αὐτῶν τῶν δούλων οὐκ ἔδοξε τίμημα λαμβάνειν, ὡς τὰ ἴδια δεξάμενος, καὶ ἔχει ἀκέραιον τὴν τοῦ τιμήματος ἀγωγήν.
18
pr.Ἐν δὲ τῷ νη ' κεφ. Ἐὰν ὁ πράτης ἐλάττονα εἶπε τὴν τοῦ ἀγροῦ συντέλειαν, εἴτε εἰδὼς εἴτε ἀγνοῶν, ἐνάγεται παρὰ τοῦ ἀγοραστοῦ εἰς τοσοῦτον, ὅσον ἤμελλεν ἐλάττονος τὸ πρᾶγμα ἀγοράζειν, εἴπερ ἠπίστατο τὸ μέτρον τῆς συντελείας καὶ μὴ ἠγνόει ὁ ἀγοραστής. εἰ δὲ ἐπιστάμενος τὸ μέτρον ἠγόρασεν, οὐδεμίαν ἔχει ἀγωγήν.
19
pr.Ἐν δὲ τῷ ξε κεφ. Ὁ ἀγοραστὴς ἀδίκως ἀποσπασθέντος ἐξ αὐτοῦ τοῦ πραθέντος πράγματος οὐδεμίαν ἀγωγὴν ἔχει κατὰ τοῦ πράτου.
20
pr.Ἐν δὲ τῷ ξς΄. Ὁ μὲν ἐν εἰδήσει ἀλλότριον ἀγοράσας οὐδέποτε αὐτοῦ γίνεται δεσπότης. ὁ δὲ ἐν ἀγνοίᾳ ἀγοράσας αὐτὸς μὲν διὰ χρήσεως κυριεύει, λοιπὸν δὲ ὁ πεπρακὼς αὐτὸ κατέχεται τῷ δεσπότῃ.
21
pr.Ἐν δὲ τῷ ξη΄. Ἐὰν ὁ ἀνὴρ πωλήσῃ πρᾶγμαὶ τῇ γυναικὶ διαφέρον, κἂν τὰ μάλιστα κατὰ ἀπάτην ἡ γυνὴ συναινέσασα τὸ τῆς ἀγορασίας σφραγίσῃ συμβόλαιον, οὐδὲν ἐντεῦθεν ὑπομένει πρόκριμα· ἀλλὰ λοιπὸν δέεται ὁ ἀγοραστὴς ἢ τῆς διὰ τῆς χρήσεως κυριότητος, ἢ χρονίας παραγραφῆς.
22
pr.Ἐν δὲ τῷ ογ ' κεφ. Ὁ κοινωνὸς οὐ καλῶς πωλεῖ τέλειον ὅλον τὸ πρᾶγμα. δύναται γὰρ ὁ ἕτερος κοινωνὸς, μηδέπω γενομένου δεσπότου τοῦ ἀγοραστοῦ διὰ τῆς χρήσεως ἢ χρονίας παραγραφῆς, κινῆσαι τὴν ἐπὶ τῷ πράγματι ἀγωγήν.
23
pr.Ἐν δὲ τῷ οδ΄ κεφ. Ὁ δημόσιος τὸ ἐπίκοινον πρᾶγμα πωλήσας δεσπότην ἐξ ὁλοκλήρου ποιεῖ τὸν ἀγοραστήν. κἂν γὰρ τὸ πάντη ἀλλότριον πωλήσῃ, ὡς ἐν τοῖς ἰνστιτούτοις ἔγνως, δεσπότην μὲν ποιεῖ τὸν ἀγοραστὴν, ἐνάγεται δὲ αὐτὸς παρὰ τοῦ λέγοντος ἔχειν δίκαιον δεσποτείας ἢ ὑποθήκης ἐπὶ τούτῳ τῷ πράγματι, τετραετίας ἐντὸς δηλονότι. τὸ δὲ περιελθεῖν εἰς τὸν δημόσιον τὸ τίμημα τοῦ πραθέντος ἀλλοτρίου πράγματος οὐ βεβαιοῖ τὴν πρᾶσιν· τότε γὰρ ἔχει τὸ προνόμιον ὁ δημόσιος, ὅτε ἰδικῶς αὐτὸ τὸ πρᾶγμα πωλήσει.
24
pr.Ἐν δὲ τῷ ος ' κεφ. Ὁ κοινωνὸς τέλειον μὲν τὸ πρᾶγμα οὐ δύναται ἐκποιεῖν· ἐὰν δὲ ἐκποιήσῃ, ὁ ἕτερος κοινωνὸς τὸ ἴδιον μέρος μόνον ἐκδικεῖ, οὐ μὴν καὶ τὸ τοῦ πεπρακότος, κἂν στρατιώτης εἴη.