IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.9

Περὶ τῶν ἐπὶ συμφώνῳ ἀγορασθέντων δούλων, τοῦ μὴ διάγειν τυχὸν ἔν τινι τόπῳ, ἢ ἐπὶ τῷ ἐλευθερωθῆναι ἢ μὴ ἐλευθερωθῆναι, καὶ περὶ χειρὸς ἐπιβολῆς.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ [τί. ζ '] οὗτινος ἐν τῷ δ΄ κεφ. φησίν· Ὁ ἥττων τῶν κ ' ἐτῶν ἀνισχύρως ἐπὶ τῷ ἐλευθερωθῆναι πωλεῖ δοῦλον, κἂν συμφωνήσῃ τὴν ἐλευθερίαν ὑπερτεθῆναι ἕως οὗ πληρώσῃ τὰ κ΄ ἔτη.

2

pr.Ἐν δὲ τῷ ἐ΄ κεφ. Ἐὰν ὁ πραθεὶς δοῦλος κωλυθῇ τοῦ προαστείου, καὶ τῆς πόλεως κωλύεται· ἵνα μὴ τῶν μειζόνων ἀπολαύῃ ὁ τῶν ἡττόνων κωλυθείς.

3

pr.Ἐν δὲ τῷ ζ κεφ. Ὅτι ἐὰν χωρὶς ἐπερωτήσεως συμφωνήσῃ ποινὴν λαβεῖν ὁ πράτης, εἴγε ὁ πραθεὶς ἐν ἰταλίᾳ εὑρεθῇ, οὐκ ἔχει ἀπαίτησιν εἰ μὴ μέχρι τῆς ποσότητος, ἣν ὡς εἰκὸς αὐτὸς ἑτέρῳ παρασχεῖν ἀναγκάζεται μὴ φυλαττομένου τοῦ συμφώνου. καλῶς δέ γε συμφωνεῖ μὴ πραθῆναι ἐπ᾿ ἐξαγωγῆς· καὶ γίνεται διαθέσεως λόγος διὰ τὸ κακοθελές.

4

pr.Ἐν δὲ τῷ κα κεφ. Ἐάν τις πωλήσῃ κόρην ἐπὶ τῷ ἐλευθερωθῆναι ἐμπροθέσμως, εἰ δὲ μὴ ἐλευθερωθῇ, πρόστιμον ἐπερωτήσῃ· τῆς προθεσμίας ἐνισταμένης ἡ μὲν κόρη ἐλευθέρα γίνεται, τὸ δὲ πρόστιμον ἀπαίτησιν οὐκ ἔχει, ἐπειδὴ ἡ τοῦ συμφώνου δύναμις τὴν ὀφείλουσαν παρὰ τοῦ πράτου δοθῆναι ἐλευθερίαν ἐπιτίθησιν.