IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.8

Περὶ κινδύνου καὶ ὠφελείας τοῦ ἀγοραστοῦ, καὶ περὶ καταβολῆς τοῦ τιμήματος, καὶ πότε δύναται ὁ πράτης παρακατέχειν τὸ τίμημα.

Abrir no leitor do IusCommune →

1

pr.Ανάγν. βι. ιθ΄ τί ς ' οὗ ἐν τῷ α΄ κεφ. φησίν· Ὅτι μετὰ τὴν πρᾶσιν τοῦ ἀγροῦ τὸ κέρδος καὶ ἡ ζημία τὸν ἀγοραστὴν ὁρᾷ. τί γάρ; ὅτι διὰ προσχώσεως ηὐξήθη, ἢ μέρος αὐτοῦ ἢ καὶ ὅλον ποταμὸς κατέλαβεν;

2

pr.Ἐν δὲ τῷ ζ ' κεφ. Ὅτι ἐὰν ἡ πραθεῖσα ὕλη κλαπῇ, εἰ μὲν πρὸ παραδόσεως, ὁ πράτης ζημιοῦται· εἰ δὲ μετὰ ταῦτα, ὁ ἀγοραστής. δοκοῦσι δὲ παραδεδόσθαι αἱ δοκοὶ, ἃς ὁ ἀγοραστὴς ἐσφράγισεν. εἰρημένον ἐν τῇ γ ' διατάξει καὶ τῇ θ΄, ὅτι ἡ κατὰ δωρεὰν πρᾶσις πιστεύεται, νόησον ὅτι ὡς πρᾶσις οὐ συνίσταται οὐδὲ ποιεῖ τὴν τῆς πράσεως ἀγωγήν. ἐπεὶ ὡς δωρεὰ συνίσταται καὶ ἰσχύει. Τοῦ δημοσίου.

3

pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἔνθα ὑπέρθεσιν ὁ ἀγοραστὴς ποιήσει ', λοιπὸν οὐκ ἀπὸ ἀμελείας, ἀλλ᾽ ἀπὸ δόλου ὁ πράτης ἐνέχεται. εἰ δὲ οἱ δύο ὑπέρθεσιν ποιήσουσι, τῇ ὑστέρᾳ προσέχομεν. εἰκὸς γὰρ ὑπέρθεσιν ποιήσας ὁ ἀγοραστὴς ἠθέλησε μετὰ ταῦτα λαβεῖν, καὶ δυνάμενος ὁ πράτης παρασχεῖν ὑπερέθετο, ἢ τουναντίον.

4

pr.Ἐν δὲ τῷ ί κεφ. Ἐὰν δὲ πρὸ τῆς τοῦ τιμήματος καταβολῆς ἡ δεσποτεία τοῦ πραθέντος στασιασθῇ, οὐ δίδωσιν ὁ ἀγοραστὴς τὴν τιμὴν, εἰ μὴ λάβῃ περὶ ἐκνικήσεως ἀξιοπίστους ἐγγυητάς.

5

pr.Ἐν δὲ τῷ ια΄ κεφ. Ὁ ἀγοραστὴς ὑπέρθεσιν ποιήσας εἰς τὴν τοῦ τιμήματος καταβολὴν μόνους τόκους δίδωσι, καὶ οὐχ ὅσα ὁ πράτης ἠδύνατο διὰ τῶν τιμημάτων ἀπὸ πραγματείας ὡς εἰκὸς κερδάναι.

6

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὅτι μετὰ τὸ γενέσθαι τὴν πρᾶσιν πᾶν κέρδος καὶ πᾶσα βλάβη ἐπὶ τῷ πράγματι γενομένη εἰς κέρδος καὶ ζημίαν ἀνήκει τοῦ ἀγοραστοῦ. ὁ γὰρ πράτης ἐκνικηθέντος τοῦ πράγματος τότε κινδυνεύει, ὅτε ἀπὸ αἰτίας ἀρχαιοτέρας τῆς πράσεως συνέβη τὰ τῆς ἐκνικήσεως· εἴγε καὶ παρήγγειλεν αὐτῷ [ὁ ἀγοραστὴς] ἐλθεῖν καὶ δικάσασθαι, καὶ μὴ ἀπόντος αὐτοῦ ἡ καταδίκη γέγονεν.

7

pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Ὅτι ὁ δόλος τοῦ πράτου τὸν πίστει ἀγαθῇ ἀγοράσαντα οὐδέποτε καταβλάπτει.

8

pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Ὅτι τῆς πράσεως τελείας γενομένης, εἰ μὴ ὑπέρθεσιν ἐποίησεν ὁ πράτης ἐν τῇ παραδόσει, ὁ ἀγοραστὴς κινδυνεύει ἐπὶ πάσης βλάβης ἐν τῷ πράγματι γενομένης.

9

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὁ θάνατος τῆς πραθείσης θεραπαίνης μετὰ τὴν πρᾶσιν συμβὰς τῷ ἀγοραστῇ κινδυνεύεται· μόνον εἰ μὴ ἀπό τινος πάθους ἀρχαιοτέρου τῆς πράσεως ἐτελεύτησε.