IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.7

Περὶ ἀναλυομέμης ἀγορασίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ ' τί. ε΄, οὗτινος ἐν τῷ ιβ΄ κεφ. φησίν· Ἡ κατὰ δωρεὰν πρᾶσις ἀνυπόστατός ἐστιν. ἐὰν δέ τις πωλήσας ἀγρὸν συνεφώνησεν ἀντὶ τοῦ τιμήματος, ἵνα ἀποτρέφηται ἀπὸ τοῦ λαβόντος τὸν ἀγρὸν, καλῶς ἀναγκάζει αὐτὸν πληρῶσαι τὰ συμφωνηθέντα.

2

pr.Ἐν δὲ τῷ ις ' κεφ. Ἡ πρᾶσις ἐκ τοῦ μὴ καταβληθῆναι τὸ τίμημα οὐκ ἀνατρέπεται, εἰ μὴ ἄρα ἐξαρχῆς κατὰ δωρεὰν ἐγένετο. Καὶ ὅτι ἡ τῆς ἀγορασίας πίστις καὶ τῆς πράσεως χωρὶς ποσότητος οὐδεμία ἐστίν. ἐκ δὲ τοῦ ἀρέσαντος τιμήματος μὴ ἀριθμηθέντος, ἀλλὰ μόνης τῆς νομῆς αὐτῷ παραδοθείσης, τὸ τοιοῦτον συνάλλαγμα οὔκ ἐστιν ἄκυρον. οὐδὲ διὰ τοῦτο ὁ ἀγοράσας κακῶς νέμεται, ὅτι μὴ κατεβλήθη ἡ ποσότης, ἣν δοθῆναι συνεφωνήθη. ἀλλὰ καὶ ἐπὶ δωρεᾶς πράσεως κτήματος γενομένης, ἐὰν παράδοσις παρακολουθήσῃ, ἀγωγῆς τοῦ τιμήματος μηδεμιᾶς ἁρμοζούσης, περαιοῦται ἡ δωρεά. Καὶ ὅτι τὸ ἴδιον οὐδεὶς δύναται ἀγοράζειν, ἀλλὰ κἂν εἰκονικῶς δόξῃ ἀγοράζειν, οὐδὲν ὑπομένει πρόκριμα.

3

pr.Ἐν δὲ τῷ κβ΄ κεφ. Ὅτι εἰ μὲν ἀῤῥαβῶνος ἕνεκεν χρυσίον ἐδόθη, δύνασαι τοῦτο μόνον κατὰ τὴν πίστιν τῶν συμφώνων ἀναλαβεῖν. εἰ δὲ μέρος τοῦ τιμήματος κατέβαλες, εἰς τὰ ὀφείλοντα παρὰ τοῦ πράτου διὰ τῆς ἀγωγῆς τῆς τὸ τίμημα ἀπαιτούσης παρασχεθῆναι μᾶλλον ἔχεις ἀγωγὴν, ἤπερ εἰς ἐπανάληψιν τῆς ποσότητος τοῦ τιμήματος, ὅπερ δεδωκέναι σημαίνεις.

4

pr.Ἀνάγν. καὶ βι. λ΄ τί. α κεφ. κδ΄ θεμ. ια΄ ἐν ᾧ φησιν· Ἡ κατὰ δωρεὰν πρᾶσις ἄκυρός ἐστιν· εἰ μέντοι ἥττονος ἠγόρασεν, ἢ τὸ τίμημα μετὰ ταῦτα συνεχώρησεν, ἔῤῥωται ἡ δωρεά.

5

pr.Καὶ κεφ. ξθ ' ἐν ᾧ φησιν· Ἐὰν μὴ ταῖς ἀληθείαις πιπράσκων ὁ ἀνὴρ ἀλλὰ εἰκονικῶς πιπράσκων ἐδωρήσατο τῇ γυναικὶ τὸ πρᾶγμα, εἰ μὲν ἐπέμεινε τῇ αὐτοῦ· βουλήσει, ἴσχυσε μὲν ἡ δωρεά· ἐὰν δὲ ὁ ἀνὴρ εὑρεθῇ ἀπὸ πριμιπίλου χρεωστῶν, καὶ μὴ ἀρκεῖ πρὸς ἀπόδοσιν ἡ λοιπὴ αὐτοῦ περιουσία, δύναται χωρῆσαι καὶ κατὰ τούτου τοῦ πράγματος. ἐὰν δὲ περιὼν ἀνεκαλέσατο τὴν δωρεάν, τότε οὐδὲ ἀπεσείσατο τὴν δεσποτείαν τοῦ πράγματος, ἀλλ᾽ ἔχων αὐτὴν ἐτελεύτησε.