JGR V 1.30
Περὶ τῶν ἀθεμίτως συναπτομένων ἐπὶ πορνείᾳ ἢ μοιχείᾳ ἢ γάμῳ α·
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. λζ κεφ. ιε θεμ. γ ' καὶ κεφ. λς΄, ἐν ᾧ φησιν. Ἔνθα συνῆπται ἀθέμιτον καὶ μοιχεία, ὡς ἐπὶ προγονῆς ἢ νύμφης ἢ μητρυιᾶς, καὶ ἡ γυνὴ ὁμοίως τιμωρεῖται τῷ ἀνδρί. τοῦτο γὰρ καὶ χωρὶς τῆς μοιχείας συμβαίνει. Καὶ ὅτι ἔνθα δὴ καὶ φύσει καὶ νόμῳ μεμισημένον ἁμαρτάνει, ὁμοίως ἡ γυνὴ τῷ ἀνδρὶ τιμωρεῖται. εἰ δὲ τῷ νόμῳ μόνῳ κεκώλυται, συγγινώσκεται ἡ γυνή. Καὶ ὅτι ἔσθ᾽ ὅτε καὶ οἱ ἄνδρες ἀθεμίτως μιγνύμενοι πρᾳότερον ἤπερ οἱ μοιχοὶ τιμωροῦνται· οἷον εἰ ὡς γαμετῇ συνέλθω τινὶ ἀθεμίτως, καὶ οὐχ ὡς πόρνῃ. Καὶ ὁ ἀφήλιξ δὲ ἐπὶ τοῦ ἀθεμίτου συγγινώσκεται, ἀφιστάμενος μέντοι τοῦ ἀθεμίτου. ἐπὶ δὲ μοιχείας οὔτε γυνὴ οὔτε ἀφήλιξ ἔχουσι παραίτησιν. Καὶ ὅτι ἀθέμιτος γάμος οὐ βεβαιοῦται. καὶ διὰ τοῦτο ἐὰν πρὸ κατηγορίας λυθῇ, συγχωρεῖται ἡ ποινὴ αὐτοῦ.
2
pr.Καὶ κεφ. λθ΄. Τὸ συνεζευγμένον τῇ μοιχείᾳ ἀθέμιτον οὐ σβέννυται τῇ πενταετίᾳ.
3
pr.Καὶ κεφ. μα· Ὁ προγονὸς καὶ τῆς μητρυιᾶς ἀποθανούσης κατηγορεῖται τῷ ἀθεμίτῳ, ὥσπερ ὁ μοιχὸς ἀποθανούσης τῆς γυναικός.