IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Α

JGR V 1.29

Περὶ τῶν ἀδιαθέτων.

Abrir no leitor do IusCommune →

1

pr.᾿ Ανάγν. βι. με τί. α΄ κεφ. ιδ΄, ἐν ᾧ φησι· Κυρίως ἀδιάθετοι λέγονται οἱ διαθέσθαι δυνάμενοι καὶ μὴ διαθέμενοι ἢ ἀκύρως διαθέμενοι, καὶ ὅτε ῥαγεῖσα ἢ ἄκυρος γένηται ἡ διαθήκη. οἱ δὲ μὴ δυνάμενοι διαθέσθαι λέγονται μὲν ἀδιάθετοι, οὐ κυρίως δὲ, ὡς ἐπὶ τοῦ ἀνήβου καὶ μαινομένου καὶ ἀσώτου καὶ τοῦ παρὰ τοῖς πολεμίοις τελευτήσαντος.