IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.25

Περὶ κοττιστῶν ἤτοι κυβιστῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. γ΄ τί. α΄ κεφ. γ΄, ἐν ᾧ φησι· Τὸ κεκωλύσθαι τὸν κύβον ἤτοι τὸν κόττον τῇ παραφυλακῇ τῶν ἐπισκόπων παραδίδωσιν ἡ διάταξις, καὶ διὰ τῶν εἰρημένων [ἐν] αὐτῇ προσώπων· οὓς ἂν δεήσοι σωφρονίζειν κελεύουσα.

2

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. η΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ τύψας ἢ ζημιώσας τὸν παρ᾽ ᾧ γίνεται κύβος, ἢ ἐν τῷ κυβεύειν ἐξ αὐτοῦ κλέψας, οὐκ ἐνέχεται. ὁ δὲ πραίτωρ διασκοπεῖ τὰ περὶ τοῦ ἀναγκάσαντός τινα κυβεῦσαι. Ακινδύνως οὐ μόνον οἱ κυβεύοντες, ἀλλὰ καὶ ἕκαστος ὁπουδήποτε καὶ ὁτεδήποτε τὸν ὑποδοχέα τύπτει καὶ ζημιοῖ. ἐν δὲ τῷ οἴκῳ καὶ ἐν τῷ καιρῷ τοῦ κύβου μόνον ἔξεστιν ἀπ᾿ αὐτοῦ κλέπτειν, κἂν ὁ κλέψας οὐκ ἦν τῶν κυβευόντων. Ὁ ἀναγκάζων τινὰ κυβεῦσαι ἢ τιμωρεῖται ἢ εἰς λιθοτομίας πέμπεται ἢ δημοσίᾳ εἱρκτῇ ἐμβάλλεται.