IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Κ

JGR V 10.24

Περὶ κομμερκίου.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νς ' τί. δ΄, οὗτινος ἐν τῷ ς ' κεφ. φησί· Πάντα τὰ ἰδιωτικὰ πράγματα τελωνείσθω. καὶ μηδεὶς προφερέτω τύπον κατά [τινα] τρόπον προστασίας, τὸν ἀπαλλάσσοντα αὐτὸν τοῦ τέλους· ἀλλ᾽ εἴτε ἔμπορός ἐστιν εἴτε μεταφέρει φορτίον, διδότω τέλος· ὑπεξῃρημένων τῶν ναυάρχων. οὗτοι γὰρ ἡνίκα ἑαυτοῖς ἐμπορεύονται, τοῦ τέλους εἰσὶν ἀπηλλαγμένοι.

2

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὅσα οἱ πρεσβευταὶ τῶν ἀλλοφύλων ἐθνῶν ἐπιφερόμενοι παραγίνονται, εἰ μὲν ἀπὸ τοῦ ἔθνους αὐτῶν πρὸς ῥωμαίους ἤγαγον, τελωνείσθωσαν· εἰ δὲ ἀπὸ ῥωμαίων ἐπὶ τὰ οἰκεῖα βαστάζουσιν, ἔστωσαν ἀτελώνητα.